← 辛普里丘

亚里士多德《范畴篇》注释

§299.36-301.13

后六个范畴的独立性与关于拥有的疑难

辛普里丘探讨了关于其余六个范畴(特别是能动、受动、拥有、何处与何时)的若干疑难,解释了亚里士多德简略处理的原因、书末对“拥有”的歧义性进行专门区分的缘由,并论证了这六个范畴为何不能被归并入先前的范畴(数量或关系者)而必须构成独立的属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#4

ἀλλὰ πῶς οὐχί, εἰ τὸ ποιεῖν καὶ πάσχειν ἀμφότερα γένη, τοῦ ἔχειν γένους ὄντος καὶ τὸ ἔχεσθαι γένος ἐστίν; τὸ γὰρ ἔχειν πρὸς τὸ ἔχεσθαι ἀντιδιαιρεῖται ὥσπερ τὸ πάσχειν πρὸς τὸ ποιεῖν. ἢ ὅτι1 ἐν τῷ ἔχειν καὶ τὸ ἔχεσθαι περιέχεται· ὃ γὰρ ἂν ἔχον ληφθῇ, πάντως καὶ τὸ ἐχόμενον ἔχει συνηρτημένον. οὐκέτι μέντοι ἐν τῷ ποιεῖν ἁπλῶς τὸ πάσχειν περιέχεται· καὶ γὰρ ποιεῖν ἐστι τὸ βοᾶν καὶ περιπατεῖν καὶ τρέχειν καὶ γράφειν, καὶ οὐδὲν τούτων ἔχει τὸ πάσχον συνηρτημένον. ἀλλὰ μὴν οὐδὲ τὸ ἔχειν πρός τί ἐστιν, ὡς δοκεῖ, πρὸς τὸ ἔχεσθαι· καθ’ ὧν γὰρ κατηγορεῖται, ὡς κατὰ τοῦ ὑποδεδέσθαι καὶ ὡπλίσθαι, ταῦτα οὐ λέγεται πρός τι. τὸ μὲν γὰρ ἔχον πρὸς τὸ ἐχόμενον ἂν λέγοιτο, τὸ δὲ ἔχειν, οὐκ ὂν ταὐτὸν τῷ ἔχοντι, οὐ πρὸς ἄλλο. Ἐγκαλοῦσι δέ τινες τῷ Ἀριστοτέλει ὡς ὀλίγα εἰρηκότι περὶ τῶν ἓξ κατηγοριῶν καὶ μήτε τὴν φύσιν αὐτῶν ἥτις ἐστὶν ὑπογράψαντι μήτε εἰς τὰς διαφορὰς διελόντι, καίτοι δυνατὸν ὄν, ὡς παρ’ ἡμῶν εἴρηται, τὸ μὲν ποῦ εἰς τὰς τοῦ τόπου διαφορὰς διελεῖν, τὸ δὲ ποτὲ εἰς τὰς τοῦ χρόνου. καὶ ὅτι μὲν ἐλλιπῶς εἴρηται, πρόδηλον καὶ ἐξ ὧν Ἀρχύτας περὶ αὐτῶν μακρότερα διδάσκει, τὰ ἴδια καὶ τούτων ἑκάστου ὥσπερ τῶν προτέρων παραδιδούς. ὑπὲρ δὲ Ἀριστοτέλους ἀπολογοῦνται λέγοντες τὰ μὲν ἐν ταῖς κοιναῖς ἐννοίαις μὴ πάνυ ὑπειλημμένα, ταῦτα αὐτὸν διδάξαι δι’ ἀκριβείας· ὅσα δὲ ὑπείληπται καὶ φανερὰ ἦν, ταῦτα παρῆκεν διὰ τὸ φανερὰ εἶναι. δηλοῖ δὲ καὶ αὐτὸς λέγων· διὰ τὸ προφανῆ εἶναι οὐδὲν ὑπὲρ αὐτῶν λέγεται ἢ ὅσα ἐν ἀρχῇ ἐρρήθη. καὶ γὰρ εἰ φυσικῆς ἔχοιτο θεωρίας ἕκαστον τούτων, οἷον κινήσεως μὲν τὸ ποιεῖν, τόπου δὲ καὶ χρόνου τὸ ποῦ καὶ ποτέ, οὐδὲν δεῖ πλέον ἐν λογικῇ πραγματείᾳ περιεργάζεσθαι τῆς κατὰ τὴν σημασίαν φαινομένης αὐτόθεν νοήσεως,2 διότι καὶ δύσκολος ἦν ἡ ἀκριβὴς περὶ τοῦ τόπου καὶ χρόνου θεωρία. ἔτι δὲ καὶ ταῦτα λέγουσιν, ὅτι ταῦτα τὰ ἓξ γένη ἐπείσακτον ἔχοντα τὴν φύσιν εἰκότως παρεργοτέρας ἔτυχεν διδασκαλίας. τῇ γὰρ αἰσθητῇ καὶ φυσικῇ οὐσίᾳ τὰ μὲν συνεισῆλθεν ὡς ποιότης καὶ πρός τι, τὰ δὲ ἐπεισῆλθεν ὡς τὸ ποιεῖν καὶ πάσχειν, κινηθείσης ἤδη πρὸς ἃ ἠδύνατο, τούτοις δὲ ἐπηκολούθησαν τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ γὰρ ποιῶν τις ἐν χρόνῳ ποιεῖ καὶ κινεῖται κατὰ τόπον, καὶ ὁ πάσχων πολλάκις ἐν χρόνῳ πάσχει, καὶ κεῖται τὸ γινόμενον ἢ ἔχει τι. Ἀποροῦσι δέ τινες καὶ διὰ τί οὐ συνῆψεν τὸν περὶ τοῦ ἔχειν λόγον ταῖς ἁπλαῖς κατηγορίαις, ἀλλὰ μεταξὺ περὶ ἀντικειμένου καὶ προτέρου καὶ ὑστέρου καὶ τοῦ ἅμα καὶ κινήσεως καὶ ἄλλων τινῶν μνημονεύσας, οὕτως τὴν τοῦ ἔχειν διαίρεσιν ἐποιήσατο. ἀλλὰ καὶ λύουσιν ἕτεροι καλῶς, ὅτι τὸ ἔχειν τῷ ποῦ καὶ ποτὲ συντάξας ὡς περὶ προφανῶν εἶπεν μηδὲν ἄλλο δεῖν περὶ αὐτῶν λέγειν, ἀλλὰ μετὰ τὰς κατηγορίας βουληθεὶς ἐκεῖνα οἷς ἐχρήσατο κατὰ τὰς τῶν πολλῶν ἐννοίας διαρθρῶσαι τεχνικώτερον, περί τε τῶν ἀντικειμένων φημὶ καὶ τοῦ προτέρου καὶ ὑστέρου καὶ τῶν λοιπῶν, ἐπειδὴ ὁμώνυμον τὸ ἔχειν ἦν, ἵνα μή τις οἰηθείη τῶν ὁμωνύμων αὐτὸν ἓν γένος τίθεσθαι, τὴν ὁμωνυμίαν τοῦ ἔχειν εἰκότως ἐπὶ τῷ τέλει διεστείλατο. Ἀλλὰ πῶς, φασίν, οὐχὶ αἱ ἓξ τελευταῖαι κατηγορίαι εἰς τὰς φθανούσας ἀναχθήσονται, ἡ μὲν τοῦ ποτὲ εἰς τὸν χρόνον, οὗτος δὲ εἰς τὸ ποσόν, ἡ δὲ τοῦ ποῦ εἰς τὸν τόπον, καὶ οὗτος δὲ εἰς τὸ ποσόν, ἡ δὲ τοῦ ποιεῖν καὶ πάσχειν καὶ τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν εἰς τὸ πρός τι; ἔστι δὲ καὶ πρὸς ταῦτα σαφὴς ἐκ τῶν εἰρημένων ἡ ἀντίρρησις. ἄλλο γὰρ τὸ ἔν τινι καὶ ἄλλο ἐκεῖνο τὸ ἐν ᾧ ἐστιν τὸ ἔν τινι·3 εἰ δὲ τοῦτο, καὶ τὸ ἐν τόπῳ διοίσει τοῦ τόπου καὶ τὸ ἐν χρόνῳ τοῦ χρόνου· ἄλλα οὖν ἔσται γένη τοῦ ποῦ καὶ ποτὲ παρὰ τὸν τόπον καὶ τὸν χρόνον.

然而,既然能动与受动二者皆是属,那么在“拥有”是一个属时,“被拥有”难道不也应当是一个属吗?因为拥有与被拥有相对立区分,正如受动与能动相对立区分一样。或者是因为在“拥有”之中亦包含了“被拥有”?因为无论什么被视作拥有者,它都完全联结着被拥有者。然而,在能动之中却绝非单纯地包含着受动;因为呼喊、步行、奔跑与书写皆是能动,而这些之中没有一个联结着受动者。此外,拥有亦并不像看起来那样相对于被拥有而属于关系者;因为凡是它所述说的事物,例如穿鞋与披甲,都不被称为关系者。因为拥有者固然相对于被拥有者而言,但拥有由于并不等同于拥有者,因而并非相对于另一者而言。 有些人指责亚里士多德对这六个范畴言之甚少,既未勾勒出它们的本性究竟是什么,亦未将其划分为诸种差,尽管正如我们所说,原本是可能将“何处”划分为场所的诸种差、将“何时”划分为时间的诸种差的。并且,关于它们被叙述得不充分这一点,从阿尔库塔斯对它们作了更长篇幅的教授、像对先前的范畴那样传授了这些范畴中每一者的本己特征这一事实中亦显而易见。然而,为亚里士多德辩护的人们主张说:那些在共通观念中未被充分理解的事情,他进行了精确的教授;而凡是已被理解且显而易见的事情,他则因其显而易见而略过了。他自己亦通过说“由于它们是显而易见的,关于它们除了在开篇所说的事情之外别无所言”表明了这一点。因为即使这些之中的每一者都属于自然研究——例如能动属于运动,何处与何时属于场所与时间——在逻辑学探讨中亦全然无需在直接源于意义表示的显明构想之外作过多的深究,况且关于场所与时间的精确考察亦是困难的。此外他们亦指出,这六个属既然具有外加的本性,理所当然地只获得了次要的讲授。因为对于可感且自然的实体而言,某些事物如性质与关系者是同时带入的,而另一些事物如能动与受动则是在实体已经被推动朝向其所能及者时才外加进来的;随后跟随而来的则是处于时间之中、处于场所之中、处于姿态以及拥有。因为施动者在时间中施动并在场所中运动,受动者亦常常在时间中受动,而生成者则处于某种姿态或拥有某种事物。 有些人亦困惑于:为何他没有将关于“拥有”的论述紧接在单纯的诸范畴之后,而是在其中提到了对立者、先后者、同时者、运动及某些其他事物之后,才这样对拥有作出了划分。但另一些人则作了妥善的解答,指出他将拥有与何处及何时并列,视作显而易见的事物,从而说关于它们无需多言;但在诸范畴之后,他希望将那些此前按照大众观念所使用的概念更具技术性地加以剖析,我指的是关于对立者、先后者以及其余者,既然拥有是同名异义的,为了不让任何人认为他把同名异义者确立为一个单一的属,他理所当然地在末尾对拥有的同名异义性作出了区分。 然而他们说,最后的六个范畴岂不应当被归入先行诸范畴之下吗——“何时”归入时间,时间归入数量;“何处”归入场所,场所归入数量;而能动、受动、姿态与拥有则归入关系者?但根据上述所言,对这些疑问的反驳亦是清楚的。因为在某物之中的事物是一回事,而那个在某物之中的事物所处于其中的事物则是另一回事;若是如此,处于场所之中的事物亦将相异于场所,处于时间之中的事物亦将相异于时间;因此,除了场所与时间之外,“何处”与“何时”将是不同的诸属。

语法注3 条
  1. 6.1ἢ ὅτι

    用以引出对前述反问句(πῶς οὐχί...;)之回答的惯用表达,意为“或者是因为……”,在自问自答的论述结构中提出合理解释。

  2. 6.1οὐδὲν δεῖ πλέον ἐν λογικῇ πραγματείᾳ περιεργάζεσθαι τῆς κατὰ τὴν σημασίαν φαινομένης αὐτόθεν νοήσεως

    πλέον 用作比较级副词,支配比较属格短语 τῆς ... νοήσεως。整体句式骨架为:“全然无需在直接源于意义表示的显明构想之外作过多的深究”。

  3. 6.1ἄλλο γὰρ τὸ ἔν τινι καὶ ἄλλο ἐκεῖνο τὸ ἐν ᾧ ἐστιν τὸ ἔν τινι

    ἄλλο ... καὶ ἄλλο ... 相关结构表示“A是一回事,而B是另一回事”。主语对比了带有中性定冠词的名词化介词短语 τὸ ἔν τινι(在某物之中的事物)与包含关系从句的 ἐκεῖνο τὸ ἐν ᾧ ἐστιν τὸ ἔν τινι(那个在某物之中的事物所处于其中的事物,即作为容器/载体的场所与时间)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:299.36-301.13