- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:28.12-30.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德“依名称而言的本质的说明方式是不同的”这一规定,辛普利丘讨论了定义必须与名称相称的必要性及斯珀乌西波斯表述的不足,阐明了选用‘本质的说明方式’而非‘定义’的缘由,并援引波菲利与博埃图斯的见证驳斥了尼科斯特拉托等人关于将同名异义性局限于实体的非难。
" Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος." Τὸν ὁριστικὸν λόγον σύζυγον εἶναι δεῖ πάντως τῷ ὀνόματι, ὥστε μήτε ὑπερβάλλειν τοῦ ὀνόματος μήτε ἐλλείπειν. καὶ γὰρ τοῦ αὐτοῦ πράγματός ἐστιν καὶ τὸ ὄνομα καὶ ὁ ὁρισμός· ἀλλ’ ὁ μὲν ὁρισμὸς ἀναπλοῖ καὶ διεξοδεύει τὸ πρᾶγμα, κατὰ τὸ πολυμερὲς αὐτὸ περιλαμβάνων, τὸ δὲ ὄνομα συναιρεῖ καὶ συμπτύσσει καὶ κατὰ τὸ μονοειδὲς αὐτὸ παραδείκνυσιν. δεῖ οὖν πάντα ὁρισμὸν σύζυγον εἶναι τῷ ὀνόματι καὶ μήτε ὑπερέχειν μήτε ἐλλείπειν. συμβαίνει δὲ ὑπερέχειν καὶ ἐλλείπειν, ἐὰν μὴ κατὰ τοὔνομα γίνηται ὁ ὁρισμός· ὑπερέχει μέν, ὅταν κατά τι γίνηται τῶν ἀνωτέρω, ὡς ὅταν τὸ ζῷον ὁρίσασθαι βουλόμενος μὴ κατὰ τὸ ὄνομα τοῦ ζῴου τὸν ὁρισμὸν ἀποδῷς, ἀλλὰ κατά τι τῶν ὁλικωτέρως ὑπαρχόντων τῷ ζῴῳ, οἷον τὸ ἔμψυχον· τότε γὰρ ἀποδώσεις ὅτι ἐστὶν τὸ ζῷον οὐσία ἔνδοθεν κινουμένη ἢ τρεφομένη καὶ αὐξομένη καὶ ὅμοια γεννῶσα ἢ ὅπως ἄν τις ἄλλως τὸ ἔμψυχον ὁρίσαιτο· τότε γὰρ ἀληθεύσει μὲν ἐπὶ τοῦ ζῴου, οὐ μὴν καὶ ὅρος ἔσται, οὐ γὰρ ἐξισάζει· εἴ τι μὲν γὰρ ζῷον, καὶ τρέφεται καὶ αὔξεται καὶ γεννᾷ ὅμοιον, οὐκ ἀνάπαλιν δέ· τὰ γὰρ φυτὰ οὐκ ἔστι ζῷα. ἐλλείπειν δὲ συμβαίνει τὸν ὁρισμὸν τοῦ ὀνόματος, ὅταν κατά τι τῶν μερικωτέρων τοῦ ὀνόματος λαμβάνηται, ὡς ὅταν τὸ ζῷον ὁριζόμενοι οὐσίαν λογικὴν θνητὴν ὁριζώμεθα, ὅπερ ἐστὶν ἄνθρωπος· καὶ γὰρ τὸ μὲν τοιοῦτον ζῷόν ἐστιν, οὐκέτι δὲ τὸ ζῷον τοιοῦτον πᾶν. πᾶς οὖν ὅρος κατὰ τὸ ὄνομα γίνεται, ἵνα καὶ ἀντιστρέφῃ πρὸς τὸ ὄνομα. τὰ μέντοι ὁμώνυμα κατ’ ἄλλο μέν τι δύναται τὸν αὐτὸν ἔχειν ὁρισμόν, οἷον οἱ Αἴαντες, καθ’ ὅσον εἰσὶν ἄνθρωποι, ζῷα λογικὰ θνητά εἰσιν, καθὸ μέντοι Αἴαντες, ὁ μέν ἐστιν Ὀϊλέως, ὁ δὲ Τελαμῶνος, τὸ δὲ Αἴας ἐστὶν τὸ ὁμώνυμον ὡς ὑποκείμενον. Σπεύσιππος δέ, ὥς φασιν, ἠρκεῖτο λέγειν “ὁ δὲ λόγος ἕτερος”. καίτοι εἴ τις οὕτως ἀποδοίη, καὶ τὰ συνώνυμα ὁμώνυμα ἔσται καὶ τὰ ὁμώνυμα συνώνυμα. ἡμῖν γὰρ καὶ τοῖς ἵπποις ὄνομα κοινόν, τὸ ζῷον, οἱ δὲ λόγοι ἕτεροι, καθὸ ἄνθρωπος καὶ ἵππος· ἔσται οὖν τὸ συνώνυμον ὁμώνυμον. καὶ πάλιν ὁ θαλάττιος κύων καὶ ὁ χερσαῖος κατὰ τὸ ζῷον τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἔσται τὰ ὁμώνυμα συνώνυμα, διότι οὐ καθ’ ὃ ἦν ὁμώνυμα, κατὰ τὸν κύνα, ἀπεδόθη αὐτῶν ὁ ὁρισμός, ἀλλὰ κατὰ τὸ ζῷον. ἀναγκαία οὖν ἡ τοῦ κατὰ τοὔνομα προσθήκη. Ὁ δὲ λόγος σημαίνει μὲν καὶ τὸν ἐν ταῖς ψήφοις λογισμόν, σημαίνει δὲ καὶ τὸν ἐνδιάθετον κατὰ τὴν ἔννοιαν, σημαίνει δὲ καὶ τὸν προφορικὸν καὶ τὸν σπερματικόν, σημαίνει δὲ καὶ τὸν ἑκάστου περιηγητικὸν καὶ ὁριστικόν. λόγον δὲ αὐτὸν εἶπεν καὶ οὐχὶ ὁρισμόν, ἵνα καὶ τὴν ὑπογραφικὴν ἀπόδοσιν περιλάβῃ, ἥτις καὶ τοῖς γένεσι τοῖς ἀνωτάτω καὶ τοῖς ἀτόμοις ἐφαρμόττει ὁρισμῷ μὴ δυναμένοις περιληφθῆναι, διότι οὔτε τῶν ἀνωτάτω γενῶν γένος ἔστι λαβεῖν οὔτε τῶν ἀτόμων διαφοράς, ἡ δὲ ὑπογραφὴ τὴν ἰδιότητα τῆς οὐσίας ἀποδιδοῦσα καὶ ἐπὶ ταῦτα φθάνει. διὸ οὐδὲ ἁπλῶς εἶπεν τὸν κατὰ τοὔνομα λόγον, ἀλλὰ τὸν τῆς οὐσίας λόγον, διότι ὁ μὲν ὑπογραφικὸς λόγος τὴν ἰδιότητα τῆς οὐσίας ἀφορίζει, ὁ δὲ ὁριστικὸς τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν οὐσίαν αὐτήν· ὁ οὖν λόγος τῆς οὐσίας καὶ τὸν ὁριστικὸν λόγον καὶ τὸν ὑπογραφικὸν περιείληφεν. ὥστε μάτην ἐγκαλοῦσι πάλιν οἱ περὶ τὸν Νικόστρατον ὡς ἐν μόνῃ τῇ οὐσίᾳ δοκοῦντι λέγειν τὴν ὁμωνυμίαν τῷ Ἀριστοτέλει,1 εἴπερ τὸν τῆς οὐσίας λόγον ἕτερον εἶπεν ἐν τοῖς ὁμωνύμοις, καίτοι καὶ ἐν ποιῷ οὔσης ὁμωνυμίας, εἴπερ λευκὸν καὶ χρῶμα καὶ λευκὴν φωνὴν λέγομεν, καὶ ἐν τῷ κεῖσθαι καὶ ἐν ἄλλαις κατηγορίαις. πρὸς γὰρ ταύτην τὴν ἀπορίαν ὑπαντῶν ὁ Πορφύριος πρῶτον μέν φησιν μηδὲ ἐν πᾶσι τοῦτο γεγράφθαι τοῖς ἀντιγράφοις· μήτε γὰρ Βόηθον εἰδέναι,2 ὅς φησι δεικνύναι τὸν Ἀριστοτέλη τίνα ἐστὶν τὰ ὁμώνυμα λέγοντα Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος· καὶ ἐξηγούμενος δὲ ὁ Βόηθος καθ’ ἑκάστην λέξιν τὸ τῆς οὐσίας παραλέλοιπεν ὡς οὐδὲ γεγραμμένον.
“而依名称而言的本质的说明方式是不同的。” 界定的说明方式必须在各方面与名称相称,从而既不超出名称,亦不逊于名称。因为名称与定义都属于同一事物;但定义是将事物展开并逐一考察,将其作为具有多个部分之物加以包揽,而名称则是将其综合并紧缩,将其作为单一形式之物加以指明。因此,凡定义都必须与名称相称,既不超出亦不逊于。而当定义不是依名称做出时,就会发生超出或逊于的情况:当它是依据某种更高阶的事物做出时就会超出,比如当人们想要界定动物时,不是依动物的名称给出定义,而是依据更具普遍性地属于动物的某种事物,比如‘有灵魂的’;因为那时你将给出动物是‘从内部运动的实体’,或者‘摄取营养、生长并产生同类者的实体’,或人们可能界定‘有灵魂的’之任何其他方式;因为那时它虽真实地适用于动物,却绝非定义,因为二者并不等齐;因为若某物是动物,它亦摄取营养、生长并产生同类者,但反之不然,因为植物并不是动物。另一方面,当定义依据比名称更具部分性的某种事物被把握时,就会逊于名称,比如当我们界定动物时,将其界定为‘有理性的会死的实体’即人;因为虽然这类事物是动物,但并非所有动物都是这类的。因此,凡定义都是依名称做出的,以便它亦能与名称相互换位。然而,同名异义者在其他某种方面却能具有相同的定义:例如两位埃阿斯,就他们是人而言,都是有理性的会死的动物,但就他们是埃阿斯而言,一个是奥伊琉斯之子,另一个是忒拉蒙之子,而作为底层的‘埃阿斯’才是同名异义项。然而据人们所说,斯珀乌西波斯仅满足于说“而说明方式是不同的”。然而若有人这样给出表述,同名同义者就将成为同名异义者,而同名异义者亦将成为同名同义者。因为对于我们和马而言,名称‘动物’是共通的,但就人与马而言说明方式是不同的;因此同名同义者将成为同名异义者。再者,海狗与陆地上的狗依‘动物’而言具有相同的说明方式,同名异义者又将成为同名同义者,因为它们的定义并不是依据它们作为同名异义者所依凭的‘狗’给出的,而是依据‘动物’给出的。因此,‘依名称而言’这一附加是必然的。 而‘说明方式’既意味着筹码中的计算,亦意味着思想中的内在言说,既意味着发出的言说和种子的言说,亦意味着对各事物的描述性言说和界定性言说。而他说‘说明方式’而非‘定义’,是为了亦将描述性的表述包揽在内,后者亦适用于最高属与不可分的个体——它们是不能被定义所包揽的,因为既不能取得最高属的属,亦不能取得不可分个体的种差,而描述通过给出本质的特有属性亦能达于这些事物。因此,他亦未仅仅说‘依名称而言的说明方式’,而是说了‘本质的说明方式’,因为描述性的说明方式限定了本质的特有属性,而界定性的说明方式则限定了各事物的‘何谓其所是’及本质自身;因此,‘本质的说明方式’便同时包揽了界定性的说明方式与描述性的说明方式。从而,尼科斯特拉托等人以为亚里士多德似乎仅在实体中主张同名异义性而再次徒劳地非难他——如果他确实在同名异义者中说了本质的说明方式是不同的——,尽管在性质中亦存在同名异义性(如果我们既称颜色为白又称声音为白的话),且在处于某种姿态及其他范畴中亦同样存在。因为针对这一疑难,波菲利在回应时首先说,这甚至并未写在所有的抄本中;因为博埃图斯亦不知道此语,他说亚里士多德在表明何者是同名异义者时说‘被称为同名异义者的是其仅有名称共通、而依名称而言的说明方式不同的事物’;而博埃图斯在逐字逐句解释时,把‘本质的’略过了,视其为根本未被写出一样。
- 1.2ὡς ἐν μόνῃ τῇ οὐσίᾳ δοκοῦντι λέγειν τὴν ὁμωνυμίαν τῷ Ἀριστοτέλει
在动词 ἐγκαλοῦσι(非难、指控)支配与格补足语(τῷ Ἀριστοτέλει)的句式中,ὡς 与与格分词(δοκοῦντι)相结合,表示指责者所主张的主观理由或借口(“以为亚里士多德似乎在述说……”)。
- 1.2μήτε γὰρ Βόηθον εἰδέναι
此为依附于前文间接引语动词 φησιν(波菲利说)的“宾格加不定式”(A.c.I.)结构。波菲利的报告内容由不定式 εἰδέναι 承接,随后在下一个分句转回直陈式现在完成时形式(παραλέλοιπεν)。
