← 辛普里丘

亚里士多德《范畴篇》注释

§298.21-299.36

六范畴的属之属性及能动受动的特征

辛普里丘探讨了关于在灵魂中“拥有”之解释的疑问,解决了其余六个范畴为何被称为“属”的难题,驳斥了将能动与受动归结为关系者的观点,并评析了扬布里柯关于揭示二者本己特征的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#3

ἀλλ’ ἐπεὶ καὶ Πορφύριος καὶ Ἰάμβλιχος τὸ ἐν ψυχῇ ἔχειν παρέλαβον ἐπὶ τῶν ἐπικτήτων ἕξεων, ἐπιστήσοι ἄν τις, μήποτε ποιότητές εἰσιν ἐκεῖναι1 καὶ ποιὰ τὰ ἀπ’ αὐτῶν, ὥσπερ καὶ τὰ μελανίας ἐπικτήτου μετέχοντα σώματα· οὐ γὰρ ὡς τὰ ὑποδήματα, οὕτως περίκεινται αἱ ἕξεις τῇ ψυχῇ, ἀλλὰ διαθέσεις τινές εἰσι περὶ αὐτὴν αἱ μᾶλλον ἢ ἧττον αὐτὴν ἀλλοιώσασαι. Ἐκ δὴ τῶν εἰρημένων λέλυνται αἱ τοιαῦται ἀπορίαι, πῶς γένη εἰσὶν αἱ ἓξ κατηγορίαι, εἴπερ μὴ ἔστιν αὐτῶν εἴδη· τὰ γὰρ γένη πρὸς εἴδη λέγεται καὶ εἰδῶν ἐστι γένη. ὅτι δὲ γένη εἰσὶν αἱ κατηγορίαι, αὐτὸς ἐδήλωσεν ὁ Ἀριστοτέλης εἰπών· περὶ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα. εἰ τοίνυν ἐστὶ καὶ τούτων εἴδη τινὰ ὡς ἐδείξαμεν, οὐκέτι χώραν ἔχει ἡ ἀπορία· κἂν γὰρ γένη ταῦτα τοιαῦτά ἐστιν, κατ’ εἰδῶν λέγεται τῶν εἰρημένων. ἴσως δέ τις ἐρεῖ ὅτι οὐχ οὕτως λέγεται γένη ταῦτα ὡς κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενα, ἀλλ’ ὅτι μάλιστα σημαίνει τὰς διαφερούσας φύσεις καὶ ἀλλήλων κεχωρισμένας, ὡς λέγομεν καὶ ἐπὶ τῶν ἐπιστημῶν ἑκάστην αὐτῶν εἶναι περί τι γένος ἀφωρισμένον, ἴσον λέγοντες * περί τινα φύσιν τῶν ἄλλων κεχωρισμένην· διὸ καὶ κατηγορίας αὐτὰς ὀνομάζει. Πάλιν δὲ ἀντιλέγουσίν τινες τὸ ποιεῖν καὶ τὸ πάσχειν πρὸς ἄλληλα λέγεσθαι βουλόμενοι καὶ εἶναι πρός τι, ἀλλὰ μὴ ἰδίας τινὰς κατηγορίας, ὡς ὁ Ἀριστοτέλης φησίν. οὐκ ὀρθῶς δὲ λέγουσιν· οὐ γάρ ἐστιν αὐτοῖς τὸ εἶναι ἐν τῇ πρὸς ἄλληλα σχέσει· οὐ γὰρ ὡς τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν σχέσει μόνον ὑφέστηκεν, ἀλλ’ ἔστιν καὶ γινόμενόν τι ὑπ’ αὐτῶν, καθὸ τὸ μὲν ποιοῦν ἐστι, τὸ δὲ πάσχον. εἰ δὲ καὶ δοθείη πρὸς ἄλληλα λέγεσθαι τὸ ποιεῖν καὶ πάσχειν, ἀλλ’ οὔ τι γε τὰ κατὰ μέρος· οὐ γὰρ δὴ τὸ περιπατεῖν ἢ τρέχειν πρός τι, καίτοι ποιεῖν ὄν· οὐδὲ γὰρ ἡ γραμματικὴ πρός τι ἦν, ἐπεὶ ἐν ἐπιστήμῃ αὐτῆς τὸ γένος τῶν πρός τι ὄν.2 ὅλως δὲ κατὰ παντὸς μὲν ἐνεργοῦντος τὸ ποιεῖν λέγεται, οὐ πᾶσα δὲ ἐνέργεια πρὸς πάσχον· οὐδὲ γὰρ αἱ ἀπόλυτοι ποιήσεις, οἷον τὸ λέγειν καὶ τρέχειν καὶ ἀναγινώσκειν καὶ τὰ τοιαῦτα, ὥστε οὐκ ἂν εἴη τὸ ποιεῖν ἅπαν τῶν πρός τι· κἂν γὰρ πάσχῃ τι τὸ ἔδαφος ὑπὸ τοῦ περιπατοῦντος, ἀλλ’ οὐ κατὰ τοῦτο λέγεται τὸ περιπατεῖν ποιεῖν, ἀλλὰ κατὰ τὴν τοιάνδε κίνησιν, ὁμοίως δὲ καὶ τὸ ἀλγεῖν ἢ μελαίνεσθαι ἢ λευκαίνεσθαι κατὰ τὸ οὕτως ἔχειν. ὡς γὰρ τὸ μὲν κοινῶς ἐναντίον πρός τι, ἕκαστον δὲ αὐτῶν ὑπὸ τὸ οἰκεῖον γένος, οὕτως καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν κἂν πρὸς ἄλληλα λέγηται, οὐκ ἤδη ἂν εἴη καὶ τὰ ὑπ’ αὐτὰ πρός τι. ἐπεὶ οὖν μήτε ὑπὸ τὰ πρός τί ἐστιν μήτε ὑπό τινα τῶν ἄλλων κατηγοριῶν, ἴδιαι ἂν εἶεν κατηγορίαι. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ἔδει καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπὸ τὰ πρός τι ἀνάγεσθαι, ὥσπερ καὶ τὰ ἐναντία, τὰ δὲ καθ’ ἕκαστα ποιεῖν καὶ πάσχειν ὑπὸ τὰ οἰκεῖα γένη ἕκαστον· τὸ μὲν κτίζειν τυχὸν καὶ γεννᾶν ὑπὸ τὴν οὐσίαν, τὸ δὲ ἀριθμεῖν καὶ λέγειν ὑπὸ τὴν ποσότητα, διότι ποσὸν ὁ λόγος καὶ ὁ ἀριθμός, τὸ δὲ λευκαίνειν καὶ μελαίνειν ὑπὸ τὴν ποιότητα. μήποτε οὖν οὕτως ἔχει τὸ ποιεῖν καὶ πάσχειν πρὸς τὰς ἄλλας κατηγορίας, ὡς πρὸς οὐσίαν ἐνέργεια καὶ πάθος·3 καὶ γὰρ κατὰ τὰ πρός τι ἔστιν ἐνεργεῖν, ὡς τὸ φιλεῖν, καὶ κατὰ τὰς ἄλλας δέκα κατηγορίας. Ἀλλ’ εἴποι ἄν τις ὅτι τὰ μὲν κοινὰ εἶπεν τοῦ ποιεῖν καὶ πάσχειν, τὰ δὲ ἴδια οὐκ ἀπέδειξεν. πρὸς ὃ φησιν Ἰάμβλιχος, ὡς “ἐν αὐτοῖς τοῖς κοινοῖς νομιζομένοις καὶ τὰ ἴδια αὐτῶν ἐπιδέδεικται· οὐ γὰρ ἁπλῶς ἐναντία λαμβάνει καὶ μᾶλλον καὶ ἧττον, ἀλλὰ τὰ μὲν ἐν τῇ ἐνεργείᾳ, τὰ δὲ ἐν τῷ πάθει”. ῥᾴδιον δὲ πρὸς τοῦτο λέγειν ὡς καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν τὰ ἐναντία καὶ τὸ μᾶλλον καὶ ἧττον οὐ τὰ τυχόντα ἐλαμβάνετο, ἀλλὰ τὰ οἰκεῖα ἑκάστων, καὶ ὅμως οὐδὲν ἧττον ἐδόκει δεῖν τὰ ἴδια τοῖς κοινοῖς προστιθέναι. τὸ οὖν ἐξ ἀρχῆς μᾶλλον ἀληθές, ὅτι ἐπὶ τούτων τοῖς ὁλοσχερεστέροις ἠρκέσθη.

然而,既然波菲利与扬布里柯将“在灵魂中拥有”适用于外得的品质,人们便可能会提出疑问:那些是否其实是性质,而源于它们的乃是具质者,正如分有外得黑色的身体那样;因为诸品质并不像鞋履那样环绕在灵魂周围,而是关于它的某种性向,已经或多或少地改变了灵魂。根据所说的事情,诸如既然六个范畴没有种,它们如何会是属这一类的难题便得到了解决;因为属是相对于种而言的,且是诸种之属。而诸范畴乃是属,亚里士多德自己亦通过说“关于所提出的诸属,上述所言已经足够了”表明了这一点。因此,如果正如我们所表明的,这些亦有某些种,那么这一难题便不再有立足之地;因为即使这些是这样的属,它们亦是就上述的诸种而言的。但或许有人会说,这些之所以被称为属,并不是作为在“是什么”中对在种上相异的多者作出述说,而是主要由于它们表示相互分离的相异本性,正如我们在谈到各门科学时亦说它们中的每一门都关涉某个被限定的属,意即关涉某种与其他本性相分离的本性;因此他亦将它们命名为范畴。 另一方面,有些人提出反驳,主张能动与受动是相互关联而言的,并且属于关系者,而非如亚里士多德所言是某种独立的范畴。然而他们所说的不对;因为它们的存在并不在于彼此之间的关系;因为它们并不像右与左那样仅在关系中存立,而是只要一者是施动者、另一者是受动者,亦存在着某种由它们所生成的事物。即使承认能动与受动是相互关联而言的,个别的事例亦决非如此;因为步行或奔跑尽管是能动,却并非关系者;正如语法并不因为其属——知识——属于关系者就成了关系者那样。一般而言,能动是就一切活动者而言的,但并非所有活动都朝向受动者;绝对的活动,例如言说、奔跑、朗读及诸如此类者,便非如此,因此并非所有能动都属于关系者;因为即使地面因步行者而受到某种作用,步行亦不因这一点被称为能动,而是因其是这样的运动而被称作能动,同样,感受疼痛、变黑或变白亦是因其处于这样的状态而被称作〔受动〕。因为正如一般的相反者是关系者,而它们中的每一个都归属于其本己的属,同样,即使能动与受动是相互关联而言的,归属于它们之下的事物亦不会因此便已成了关系者。既然它们既不属于关系者,亦不属于任何其他范畴,它们就必然是独立的诸范畴。但或许有人会说,能动与受动应当像相反者那样被归入关系者之下,而个别的能动与受动则各自被归入其本己的属之下——或许建造与生育归入实体之下,计数与言说归入数量之下(因为话语与数是数量),而使变白与使变黑则归入性质之下。那么,能动与受动相对于其他诸范畴的关系,是否正如活动与被动之于实体那样呢?因为在关系者中亦可能施展活动,正如爱那样,在其他十个范畴中亦是如此。 然而,有人可能会说,他说明了能动与受动的共通特征,却未曾论证其本己特征。对此扬布里柯说:“正是在那些被视为共通的特征本身之中,它们的本己特征亦已被显明了;因为他并不是无条件地取相反者以及较多与较少,而是在活动中取一些,在被动中取另一些。”但对此很容易回答说:在其他范畴中,相反者以及较多与较少亦并非随意被选取的,而是选取了各自本己者,然而即便如此,人们仍然认为必须在共通特征之外补充本己特征。因此,最初的说法更为真实,即对于这些,他满足于更概括的说明。

语法注3 条
  1. 6.1ἐπιστήσοι ἄν τις, μήποτε ποιότητές εἰσιν ἐκεῖναι

    ἐπιστήσοι ἄν 是表达潜在可能性的祈愿语气。其后的 μήποτε 引导表达推测性质疑或顾虑的从句(“或许有人会提出疑问,那些是否……”)。

  2. 6.1οὐδὲ γὰρ ἡ γραμματικὴ πρός τι ἦν, ἐπεὶ ἐν ἐπιστήμῃ αὐτῆς τὸ γένος τῶν πρός τι ὄν

    在 ἐπεὶ 从句中,分词 ὄν 作原因或伴随情况解释,回指亚里士多德在先前的论述(即虽然知识作为属属于关系者,但个别的语法学本身并不直接算作关系者)。

  3. 6.1μήποτε οὖν οὕτως ἔχει τὸ ποιεῖν καὶ πάσχειν πρὸς τὰς ἄλλας κατηγορίας, ὡς πρὸς οὐσίαν ἐνέργεια καὶ πάθος

    句首的 μήποτε οὖν 引导探索性的提问或谨慎的推测(“难道……不成”或“是否正是如此”)。οὕτως ἔχει ... ὡς ... 构成关联比较结构,将能动与受动对于其他范畴的关系比作活动与被动对于实体的关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:298.21-299.36