- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:297.1-298.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了能动与受动容纳“较多与较少”的条件及其划分,随后论述了“处于”、“何处”、“何时”与“拥有”,并借助波菲利和扬布里柯的精细阐发补充了亚里士多德的简要论述,澄清了场所、时间与范畴的界限以及“拥有”的定义与分类。
ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον τὸ ποιεῖν καὶ πάσχειν· θερμαίνειν γὰρ καὶ θερμαίνεσθαι καὶ τὰ ἄλλα τὰ εἰρημένα ποιεῖν καὶ πάσχειν ἔστιν καὶ μᾶλλον καὶ ἧττον, διότι καὶ ἐν αὐταῖς ταῖς ποιότησιν ἦν τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὰ κατ’ αὐτὰς ποιοῦντα καὶ πάσχοντα τὸ μᾶλλον ἕξει καὶ ἧττον. οὐ δεῖ δὲ οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἐπὶ παντὸς τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ζητεῖν, ἀλλ’ ἐπ’ ἐκείνων, ὅσα κατὰ τὰ ἐπιδεχόμενα γένη τὸ μᾶλλον καὶ ἧττον τὸ ποιεῖν ἔχει καὶ τὸ πάσχειν,1 ἐπεὶ οὔτε γεννᾶν ἔστι μᾶλλον καὶ ἧττον οὔτε ἀριθμεῖν· οὔτε γὰρ ἡ οὐσία οὔτε τὸ ποσὸν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. διαίρεσις δὲ ἂν εἴη τοῦ ποιεῖν καὶ πάσχειν κατά τε τὰς ἐνεργείας πολλαχῶς διαιρουμένας καὶ κατὰ τὰς παθητικὰς ποιότητας. Περὶ δὲ τοῦ κεῖσθαι εἰς τὰ πρότερον τὸν ἀκροατὴν ἀνέπεμψεν. εἴρηται δὲ ὅτι ἡ μὲν θέσις τινὸς οὖσα τοῦ κειμένου τῶν πρός τί ἐστιν, τὸ δὲ κεῖσθαι παρωνύμως ἀπὸ τῆς θέσεως λεγόμενον ἄλλης ἐστὶν κατηγορίας, οἷον τὸ ἀνακεῖσθαι, ἑστάναι, καθῆσθαι· οὐ θέσεις γὰρ ταῦτα, ἀλλ’ ἀπὸ τῆς θέσεως παρωνόμασται. καὶ ἔχομεν ἀπ’ αὐτοῦ καὶ τὴν τοῦ κεῖσθαι διαίρεσιν παραδεδομένην. περὶ μέντοι τῶν λοιπῶν τριῶν, τοῦ τε ποῦ καὶ τοῦ ποτὲ καὶ τοῦ ἔχειν, διὰ τὸ προφανῆ εἶναί φησιν οὐδὲν ἄλλο περὶ αὐτῶν ἢ ὅσα ἐν ἀρχῇ εἴρηται·2 καὶ ἐκεῖ δὲ οὐδὲν ἄλλο ἢ παραδείγματα αὐτῶν παρέθετο “ποῦ, λέγων, οἷον ἐν Λυκείῳ· ποτὲ δὲ οἷον ἐχθές, πέρυσιν· ἔχειν δὲ οἷον ὑποδέδεται, ὥπλισται”. προϊὼν δὲ καὶ διαίρεσίν τινα τοῦ ἔχειν ὡς πλεοναχῶς λεγομένου παραδώσει. Ἀλλ’ ἐπεὶ ταῦτα παρὰ τῷ Ἀριστοτέλει καταπεφρόνηται, καλῶς ἂν ἔχοι τὰ παρὰ Πορφυρίῳ καὶ Ἰαμβλίχῳ περὶ αὐτῶν φιλοτεχνούμενα καταμαθεῖν. τὸ δὴ ποῦ καὶ ποτέ φασιν ὥσπερ καὶ τὰ πρός τι μὴ εἶναι τῶν προηγουμένως ἐπὶ τῶν πραγμάτων θεωρουμένων, ἀλλὰ τῶν ἄλλοις ἐπιγινομένων· τοῦ γὰρ ποσοῦ ὑποκειμένου καὶ τῶν ἐπ’ αὐτῷ, τόπου τε καὶ χρόνου, ἐπισυνίσταται τὸ ποῦ καὶ τὸ ποτέ· οὔτε δὲ τὸ ποῦ ὁ τόπος ἐστὶν οὔτε τὸ ποτὲ ὁ χρόνος, ἀλλὰ προϋπάρχοντος τόπου καὶ χρόνου, εἶτα ἑτέρου ἐν τούτῳ ὄντος ποῦ εἶναι λέγεται τὸ ἐν τόπῳ ὂν καὶ ποτὲ τὸ ἐν χρόνῳ, ὡς Σωκράτης ἐν Λυκείῳ ἢ χθές * * δοκεῖ δὲ μονοειδὲς εἶναι τὸ ποῦ καὶ μὴ ἐπιδέχεσθαι διαφοράς· καὶ γὰρ τὸ μὲν ἀορίστως λέγεται ἐν τόπῳ, οἷον ἐν τῇ πόλει, τὸ δὲ ὡρισμένως, οἷον ἐν τῇ ποικίλῃ στοᾷ ἢ ἐν τῷδε τῆς στοᾶς τῷ μέρει· ἐπιδέχεται δὲ καὶ τὰς τοῦ τόπου πάσας διαφοράς· καὶ γὰρ τὸ ἄνω καὶ τὸ κάτω καὶ κατὰ τὸν προσεχῆ τόπον καὶ τὸν κοινὸν καὶ τὸν καθ’ αὐτὸ καὶ κατὰ συμβεβηκός· ἔστιν γὰρ καθ’ ἕκαστον τούτων ποῦ εἶναι. ὁμοίως δὲ καὶ τὸ ποτὲ οὐκ ἔστιν χρόνος, ἀλλὰ προϋπάρχοντος τοῦ χρόνου τὸ ἐν χρόνῳ εἶναι λέγεται ποτέ, οἷον Διονύσια πέρυσιν ἢ τῆτες ἢ εἰς νέωτα· αὐτὸς μέντοι ὁ χρόνος, ἐν ᾧ ἐστιν τὸ ποτὲ λεγόμενον εἶναι, οὐκ ἔστιν τῆς τοῦ ποτὲ κατηγορίας, ἀλλὰ τῆς τοῦ ποσοῦ. ἐπιδέχεται δὲ καὶ τὸ ποτὲ τὰς κατὰ τὸν χρόνον διαφοράς· τὸ μὲν γὰρ πέρυσιν κατὰ τὸν παρεληλυθότα λέγεται, τὸ δὲ τῆτες κατὰ τὸν ἐνεστῶτα, τὸ δὲ ἐς νέωτα κατὰ τὸν μέλλοντα. Τὸ δὲ ἔχειν σημαίνει, ὅταν ὑπάρχον τινὶ ἐπίκτητόν τι καὶ κεχωρισμένον τῆς οὐσίας τοῦ σώματος συνυπάρχῃ αὐτῷ· σχέσις οὖν ἐπικτήτων τινῶν ἐστι τὸ ἔχειν. τὸ γὰρ ἐνδεδύσθαι ἔχειν ἐστὶ χιτῶνα καὶ τὸ ὑποδεδέσθαι ἔχειν ὑποδήματα· ταῦτα δὲ ἕτερα τοῦ ἔχοντός ἐστιν καὶ κεχωρισμένα τῆς οὐσίας αὐτοῦ, οὔτε κατ’ οὐσίαν οὔτε ὡς συμβεβηκότα αὐτῷ ὑπάρχοντα, ὥσπερ μελανία καὶ χαροπότης. διαφορὰς δὲ εἰδοποιοὺς τὸ ἔχειν καθ’ αὑτὸ μὲν οὐκ ἔχει, δύναται δὲ κατὰ τὰς τῶν ἐχομένων διαφορὰς ἐπιδέχεσθαι τὴν διαίρεσιν, εἰ τὰ μὲν ἔμψυχα εἴη, οἷον οἰκέτης καὶ βοῦς, τὰ δὲ ἄψυχα, οἷον ἱμάτιον ἢ ὅπλα. δύναται δὲ καὶ κατὰ τὴν διαφορὰν τῶν καθ’ ἃ ἔχει3 ἐπιδέχεσθαι τὴν διαίρεσιν, οἷον εἰ ἐν ψυχῇ ἔχειν φασὶν τὰς ἐπικτήτους ἕξεις ἢ ἐν σώματι τὰ περὶ σῶμα ἐπίκτητα, κατ’ αὐτὸ μέντοι τὸ ἔχειν ἢ ἔχεσθαι οὐδεμία ἂν γένοιτο διαφορά.
能动与受动亦容纳“较多与较少”;因为加热与被加热,以及上述其他的能动与受动,都可能既是较多的又是较少的,这是因为在性质本身之中亦存在“较多与较少”,并且依随于它们施动与受动之物亦将具有“较多与较少”。然而,不应当在所有的能动与受动中寻求“较多与较少”,而应当在那些依随于容纳“较多与较少”之属而具有能动与受动的事物中[寻求];因为既不可能较多或较少地生育,亦不可能[较多或较少地]计数;因为实体与数量均不容纳“较多与较少”。能动与受动的划分,既可以依随于以多种方式被划分的诸活动来进行,亦可以依随于被动性质来进行。 关于“处于”(姿态),他让听众参阅先前的讨论。已经说明的是:姿态作为处于某状态之物的[姿态],是属于关系者的,而“处于”由于是从姿态派生得名,则属于另一个范畴,例如斜倚、站立、就座;因为这些不是姿态,而是从姿态派生得名的。并且我们亦从他那里承受了关于“处于”的划分。然而,关于其余的三个范畴,即“何处”、“何时”与“拥有”,他说由于它们是显而易见的,因而关于它们除开头所言之外别无他物[可说];他在那里亦不过是列举了它们的实例而已,他说:“‘何处’,例如在吕克昂;‘何时’,例如昨天、去年;‘拥有’,例如穿鞋、披甲”。在接下来的进程中,他还将传授作为多义而言的“拥有”的某种划分。 然而,既然这些在亚里士多德那里未受详述,那么深入考察波菲利与扬布里柯关于它们所作的精细探讨乃是有益的。他们确实主张,“何处”与“何时”正如关系者一样,并非主要在事物本身中被观察到的,而是在伴随其他事物产生者中被观察到的;因为当数量作为基底,且依附于它的事物——场所与时间——作为基底时,“何处”与“何时”便随之成立;“何处”既不是场所,“何时”亦不是时间,而是在场所与时间预先存在,进而另一事物处于其中时,处于场所中之物便被称为在“何处”,处于时间中之物便被称为在“何时”,例如苏格拉底在吕克昂或在昨天[……]。“何处”似乎是单一形式的,且不容纳差异;然而事实上,一方面有不确定地处于场所中之说,例如在城邦中,另一方面有确定地[处于场所中之说],例如在画廊中或在画廊的这部分中;它亦容纳场所的一切差异;因为实际上它按上方与下方、按邻近场所与共同场所,以及自在的〔场所〕与偶性的〔场所〕[容纳差异];因为依随于这些中的每一个,都存在着在何处。同样,“何时”亦不是时间,而是在时间预先存在时,处于时间之中被称为在“何时”,例如狄奥尼索斯节在去年、今年或明年;然而,被称为在“何时”之物所处的时间本身,并不属于“何时”范畴,而是属于数量范畴。“何时”亦容纳依随于时间的差异;因为“去年”是依随于过去而言的,“今年”是依随于现在而言的,而“明年”则是依随于将来而言的。 而“拥有”所表示的是:当属于某物的一件外得的、与身体的实体相分离之物与它共存之时;因此,“拥有”乃是某些外得之物的关系。因为穿衣即是拥有短袍,穿鞋即是拥有鞋履;而这些与拥有者是相异的,且与它的实体相分离,既不依随于实体亦不作为偶性属于它,正如黑肤或蓝灰眼睛那样。就其自身而言,“拥有”并不具有种差,但它能够依随于被拥有之物的差异而容纳划分,如果其中有些是有灵魂的,例如仆人和牛,有些是无灵魂的,例如披风或武器。它亦能够依随于凭以拥有的[部分]的差异而容纳划分,例如人们若说在灵魂中拥有外得的品质,或在身体中拥有与身体相关的外得之物;然而就“拥有”或“被拥有”本身而言,不会产生任何差异。
- 6.1ὅσα κατὰ τὰ ἐπιδεχόμενα γένη τὸ μᾶλλον καὶ ἧττον τὸ ποιεῖν ἔχει καὶ τὸ πάσχειν
语序倒置。句子的基本骨架是 ὅσα [主语] + τὸ ποιεῖν καὶ τὸ πάσχειν [宾语] + ἔχει [主谓动词],介词短语 κατὰ τὰ ἐπιδεχόμενα γένη τὸ μᾶλλον καὶ ἧττον 插入其间作为状语修饰动词。
- 6.1οὐδὲν ἄλλο περὶ αὐτῶν ἢ ὅσα ἐν ἀρχῇ εἴρηται
间接引语动词 φησιν 下不定式动词(如 εἶναι 或 λέγεσθαι)的省略。句法上理解为“他说关于它们除了开头所说的之外别无他物[可说/存在]”。
- 6.1τῶν καθ’ ἃ ἔχει
名词化的介词关系从句。定冠词 τῶν 无先行词直接统辖关系从句 καθ’ ἃ ἔχει,作为一个中性复数名词短语,指代“凭以拥有的那些方面/部位”(即作为拥有之基础的灵魂或身体部位)。
