- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:295.2-297.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在后半部分简略讨论其余范畴的原因,以及为何首先讨论能动与受动,并阐释了能动与受动的本质含义及其容纳相反这一伴随特征。
" Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα ἕως τοῦ ὑπὲρ μὲν οὖν τῶν γενῶν ἱκανὰ τὰ εἰρημένα." Τῶν δέκα γενῶν τὰ μὲν τέσσαρα, περὶ ὧν ἤδη διῆλθεν, ὁλικώτερα ὄντα καὶ πλείονα θεωρίαν ἐπιδεχόμενα πολλῶν ἠξίωται λόγων ὑπὸ τοῦ Ἀριστοτέλους, περὶ δὲ τῶν λοιπῶν λέξει, εἰ καὶ ὑφειμένως. ἀλλὰ δυνατὸν ἦν καὶ περὶ ἐκείνων πολλοὺς εἰπεῖν καὶ καλοὺς λόγους, ἀρκεῖται δὲ ὡς ἐν εἰσαγωγῇ τῷ τὴν ἔννοιαν αὐτῶν παραστῆσαι, ἵνα ἔχωσιν οἱ νέοι τὰ ἁπλᾶ εἰς τὰ οἰκεῖα γένη ἀνάγοντες οἰκείως ποιεῖσθαι τὰς κατηγορίας, ὅπερ ἐν ἀρχῇ διὰ τῶν παραδειγμάτων ἐποίησεν. ἰδίᾳ μέντοι περὶ ἑκάστου τούτων ἀκριβεῖς ἐποιήσατο λόγους· περὶ μὲν τοῦ ποιεῖν καὶ πάσχειν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, περὶ δὲ τοῦ ποτὲ καὶ τοῦ ποῦ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἔνθα καὶ περὶ χρόνου καὶ τόπου τελέως ἐδίδαξεν, περὶ πάντων δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ τοὺς τελεωτάτους πεποίηται λόγους· αἱ γὰρ ἀρχαὶ κατὰ μὲν τὴν σημαντικὴν αὐτῶν λέξιν ἐν τῇ λογικῇ πραγματείᾳ δηλοῦνται, κατὰ δὲ τὰ σημαινόμενα πράγματα ἐν τῇ Μετὰ τὰ φυσικὰ οἰκείως. Πρώτων δὲ ἐν τούτοις ἐμνημόνευσεν τοῦ ποιεῖν καὶ πάσχειν, διότι, φασίν, κατὰ τὴν ποιότητα τὸ ποιεῖν ἐστι καὶ πάσχειν· εἰκότως οὖν μετὰ τὴν ποιότητα εὐθὺς προεβλήθη. καίτοι καὶ κατ’ οὐσίαν ἔστιν ποιεῖν, ὥσπερ τὸ γεννᾶν καὶ οἰκοδομεῖν, καὶ κατὰ ποσότητα, ὡς τὸ ἀριθμεῖν, καὶ πρὸς τὰ πρός τι δὲ οἰκείως ἔχει, εἴπερ τὸ ποιεῖν καὶ τὸ πάσχειν πρός τί ἐστιν. κάλλιον οὖν λέγειν ὅτι πρὸς τὰς τέσσαρας κατηγορίας οἰκείως ἔχον τὸ ποιεῖν καὶ πάσχειν ὡς πρὸς ὕπαρξιν ἐνέργεια καὶ πάθος1 εἰκότως μετὰ τὰς τέσσαρας ἔτυχεν λόγου, καὶ διότι καὶ τοῖς ἀσωμάτοις ὑπάρχει ταῦτα, τῶν ἐφεξῆς γενῶν πάντων ἐν μόνοις θεωρουμένων τοῖς σώμασιν. ἅμα δὲ αὐτῶν ἐμνημόνευσεν, διότι καὶ ἅμα συνυφεστήκασιν, καὶ ὅπου θάτερον, ἐκεῖ καὶ θάτερον, ὡς ἀξιοῦν τινας μηδὲ ἰδίας ἀφορίζειν αὐτοῖς κατηγορίας, ἀλλ’ ὑπὸ τὰ πρός τι τάττειν αὐτά. ὁ μέντοι Ἀρχύτας καὶ τὸ ἔχειν καὶ τὸ ποῦ προέταξεν τοῦ ποιεῖν καὶ πάσχειν, καὶ τὴν αἰτίαν εἰπὼν οὕτως· “ἐπειδὴ πᾶν τὸ κινούμενον ἐν τόπῳ τινὶ κινεῖται, τὸ δὲ ποιὲν καὶ τὸ πάσχειν κινήσιές τινες κατ’ ἐνέργειαν, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρᾶτον, ἐν ᾧπέρ ἐστιν τὸ ποιεῖν ἢ τὸ πάσχειν”. Σημαίνει δὲ τὸ μὲν ποιεῖν ἐνέργειαν, τὸ δὲ πάσχειν πάθος, οὐ κατὰ τὸν χαρακτῆρα τῆς πείσεως (τοῦτο γὰρ ποιότης ἐστίν), ἀλλὰ κατὰ τὴν ἐν τῷ πάθει κίνησιν. καὶ αὕτη ἐστὶν ἡ περὶ αὐτῶν πρόχειρος ἔννοια, διὸ ταύτην μὲν ὡς σαφῆ παρῆκεν εἰπεῖν, τὰ δὲ παρακολουθοῦντα καὶ τούτοις ἐπάγει, ὧν πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν.2 τὸ γὰρ θερμαίνειν καὶ τὸ ψύχειν ἐναντίον, ἑκάτερον δὲ ἐν τῷ ποιεῖν, καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι, ἑκάτερον δὲ ἐν τῷ πάσχειν, ὥσπερ καὶ τὸ ἥδεσθαι καὶ τὸ λυπεῖσθαι. εἰ γὰρ κατὰ ποιότητας αἱ τοιαῦται ἐναντιώσεις (τὸ γὰρ θερμὸν τῷ ψυχρῷ ἐστιν ἐναντίον), τὰ δὲ ἐναντία ἐναντίων ἐστὶν ποιητικά, εἴη ἂν καὶ ἐν τῷ ποιεῖν ἐναντίωσις, ὅταν ὡς ἐνέργεια λαμβάνηται τῶν ἐναντιότητα ἐπιδεχομένων γενῶν· εἰ δὲ ἐν τῷ ποιεῖν, καὶ ἐν τῷ πάσχειν· ὃ γὰρ τὸ ποιοῦν ποιεῖ, τοῦτο πάσχει τὸ πάσχον. καὶ τῶν ἐναντίων δὲ τὰ μὲν ἔχει τι μεταξύ, τὰ δὲ οὐκ ἔχει· ὧν μὲν γὰρ ἂν αἱ ποιότητες ἔχωσίν τι μεταξύ, τούτων καὶ ἡ κατὰ τὸ ποιεῖν καὶ πάσχειν ἐναντίωσις ἔχει τι μεταξύ, ὡς τὸ χλιαίνειν καὶ ἐρυθαίνειν, ἐπειδὴ τὸ χλιαρὸν μεταξὺ ἦν θερμοῦ καὶ ψυχροῦ καὶ τὸ ἐρυθραῖον ἢ τὸ φαιὸν λευκοῦ καὶ μέλανος· ὧν δὲ αἱ ποιότητες οὐκ ἔχουσί τι μεταξύ, οὔτε τὰ ἐνεργητικὰ τούτων οὔτε τὰ παθητικά, ὡς τὸ ὑγιάζειν καὶ νοσάζειν. διπλοῦς δὲ ὁ λόγος ἐστίν· τῶν γὰρ ποιήσεων αἱ μέν εἰσιν πρὸς ἕτερον τὸ πάσχον ἀντιτιθέμεναι, ὥσπερ ἡ τοῦ θερμαίνειν (τὸ γὰρ θερμαῖνον θερμαινόμενον θερμαίνει), αἱ δὲ ἀπόλυτοι, ὥσπερ ἡ τοῦ λέγειν. οὐκ ἔστιν δὲ ἴδιον τοῦ ποιεῖν καὶ πάσχειν τὰ ἐναντία· οὔτε γὰρ μόνοις οὔτε πᾶσιν ὑπάρχει τοῦτο, οὐδὲ γὰρ τῷ λέγειν ἢ γράφειν ἢ τεκταίνεσθαι, ὅτι μηδὲν τούτων ἐν ἐναντιότητι θεωρεῖται, ἀλλ’ ἐκείνοις μόνοις, ὅσα κατ’ ἐνέργειαν ἢ πάθος ἦν τῶν ἐναντιότητα ἐχόντων.3
“能动与受动亦容纳相反”直至“关于诸属,所言已足矣”。 在十个属中,亚里士多德已经讨论过的四个属,由于更为普遍且容纳更多的理论考察,因而被他认为值得耗费大量篇幅,而关于其余诸属,他将有所论述,尽管较为简略。然而,虽然关于那些属本来也能发表许多精彩的论述,但他满足于像在入门书中那样呈现它们的基本概念,以便初学者在将单纯事物归入其固有之属时,能够适当地进行范畴归类,这也是他在开头通过实例所做的事情。不过,关于它们中的每一个,他都在个别著作中作了详尽的讨论:关于能动与受动是在《论生成与灭亡》中,关于“何时”与“何处”是在《物理学》中,他在那里也完备地讲授了关于时间与场所的学说,而关于所有这一切,他都在《形而上学》中作了最完备的论述;因为诸原理在其表意的言词方面是在逻辑学著作中被阐明的,而在所指的事物方面,则理所当然是在《形而上学》中被阐明的。 在这些属中,他首先提及能动与受动,据他们说是由于能动与受动依随于性质;因此,在性质之后立即提出它们是合情合理的。尽管依随于实体的能动也是存在的,例如生育和建房;依随于数量的能动也是存在的,例如计数;而且如果能动与受动是关系者,它们与关系者亦有固有的联系。因此,更好的说法是:能动与受动作为关于存在的活动与受动,与这四个范畴有着固有的联系,因而理所当然在四个范畴之后受到讨论,并且这也是因为它们亦属于无形体之物,而随后的所有属则仅在形体中被观察到。他同时提及它们,是因为它们亦共同存在,凡是有其一的地方,亦有其二,以至于有些人甚至主张无需为它们单独划出范畴,而应将它们置于关系者之下。然而,阿尔库塔斯却将“拥有”与“何处”置于能动与受动之前,并如此陈述其原因:“既然凡被运动之物皆在某场所中运动,而能动与受动乃是实现中的某种运动,那么显然,能动或受动所在的场所必定首先存在”。 能动表示活动,受动表示受动,这不是依随于被动状态的特征(因为这是性质),而是依随于受动中的运动。这就是关于它们现成的基本概念,因此他略过不谈,视其为显而易见之物,而是引入了伴随它们出现的诸特征,其中首先便是能动与受动容纳相反。因为加热与致冷是相反的,且各自属于能动;被加热与被致冷是相反的,且各自属于受动,正如快乐与痛苦一样。因为如果此类对立是依随于性质的(因为热与冷相反),而相反之物能产生相反之物,那么当能动被理解为容纳相反之诸属的活动时,能动中亦将存在对立;而若存在于能动中,亦存在于受动中;因为施动者所做之事,即是受动者所承受之事。在相反之物中,有些具有中间物,有些则没有;因为凡是性质具有中间物者,它们依随于能动与受动的对立亦具有中间物,如使微温和使微红,因为微温是热与冷之间的中间物,微红或灰色是白与黑之间的中间物;凡是性质没有中间物者,它们的主动状态与被动状态亦没有中间物,如使康复和使患病。这一论述是双重的:因为在诸能动中,有些是相对于另一受动之物相对立而设的,例如加热的活动(因为加热者加热被加热者),而另一些则是独立的,例如言说的活动。然而,相反并不是能动与受动的独有特征;因为这既非仅属于它们,亦非属于它们全体,因为它既不属于言说,也不属于书写或做木工,因为这些均未在相反性中被观察到,而仅属于那些本身就具有相反性之物的活动或受动。
- 6.1ὡς πρὸς ὕπαρξιν ἐνέργεια καὶ πάθος
介词短语 πρὸς ὕπαρξιν 修饰 ἐνέργεια καὶ πάθος,表示“作为关于存在/朝向存在的现实活动与受动”。这表明能动与受动是在事物的实在生存层面上,作为活动与被动状态与前面的全部四个范畴发生联系的。
- 6.1ὧν πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν
属格关系代词 ὧν 指向前文的 τὰ παρακολουθοῦντα(伴随属性),整体构成省略系动词 ἐστί 的名词句。述语为 πρῶτον,主语为带定冠词的不定词短语 τὸ ἐναντιότητα ἐπιδέχεσθαι,该不定词在逻辑上的主语是作为宾格出现的 τὸ ποιεῖν καὶ τὸ πάσχειν。
- 6.1ἀλλ’ ἐκείνοις μόνοις, ὅσα κατ’ ἐνέργειαν ἢ πάθος ἦν τῶν ἐναντιότητα ἐχόντων
ἀλλ’ ἐκείνοις μόνοις 承接前文 οὔτε πᾶσιν ὑπάρχει τοῦτο 及 οὐδὲ γὰρ τῷ λέγειν... 中的与格结构,应理解为“[并非属于……,]而是仅属于那些事物”。在由 ὅσα 引导的关系从句中,动词 ἦν 用作表泛指或逻辑界定的过去未完成时。
