← 辛普里丘

亚里士多德《范畴篇》注释

§293.2-294.15

属与个别的范畴归属及性质论总结

辛普利丘考察了亚历山大关于关系者必与其他范畴共同成立的观点,并通过指出状态与知识仅在作为属时具有关系性、而在作为个别事物时作为性质被区分,解决了属与个别事物归属范畴不一致的疑难,并结束了对性质范畴的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#2

μήποτε δὲ ἐπὶ μὲν τῶν συνθέτων, οἷον τοῦ Σωκράτους, τοῦτο καὶ Ἀλέξανδρος συγχωρήσειεν·1 ἀναλυθέντος δὲ εἰς τὰ ἁπλᾶ καὶ ἄνευ συμπλοκῆς τοῦ συνθέτου ἕκαστον ὑπὸ μίαν ἀναχθήσεται κατηγορίαν, ὁ ἄνθρωπος ὁ πατὴρ ὁ τρίπηχυς ὁ φιλόσοφος. ἴδιον δέ τι ἐπὶ τῶν πρός τι ἐνεῖδεν ὁ Ἀλέξανδρος τὸ πάντως σὺν ἄλλῃ κατηγορίᾳ ὑφεστάναι, ὡς ὁ μὲν πατὴρ μετὰ οὐσίας, τὸ δὲ μεῖζον μετὰ ποσοῦ, ὁ δὲ φίλος μετὰ ποιοῦ καὶ ὁ τύπτων μετὰ τοῦ ποιεῖν καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Ἀλλ’ ἀπορήσειεν ἄν τις, ὡς οἶμαι, πῶς φησιν ὁ Ἀριστοτέλης τὰ μὲν γένη πρός τι λέγεσθαι, τὰ δὲ καθ’ ἕκαστα ποιὰ εἶναι· δῆλον γὰρ ὅτι ἧσπερ ἂν ᾖ κατηγορίας τὸ γένος, τῆς αὐτῆς ἂν εἴη κατηγορίας καὶ τὰ ἐν τῷ γένει ἐκείνῳ καθ’ ἕκαστα. εἰ γὰρ οὐσία τὸ γένος, καὶ τὰ ὑπὸ τὸ γένος καθ’ ἕκαστα οὐσίαι, καὶ εἰ ποιότης τὸ γένος, καὶ τὰ καθ’ ἕκαστα ποιότητες· τὸ γὰρ γένος οὐ μόνον τῶν εἰδῶν, ἀλλὰ καὶ τῶν ἀτόμων συνωνύμως κατηγορεῖται. πῶς οὖν τὸ μὲν γένος πρός τι εἶναί φησιν, τὰ δὲ καθ’ ἕκαστα μὴ εἶναι τῶν πρός τι, ἀλλὰ ποιότητας; ἔτι δὲ οἶμαι καὶ τοῦτο ἀπορίας ἄξιον, ποίας ἕξεις καὶ διαθέσεις ἐν τῷ εἴδει τῆς ποιότητος ἔθετο ὁ Ἀριστοτέλης. εἰ μὲν γὰρ τὰς ὡς γένος, πῶς νῦν πρός τι ταύτας εἶναί φησιν, ἀλλ’ οὐ ποιότητας; εἰ δὲ τὰς καθ’ ἕκαστα, πῶς οὐχὶ καὶ τὰς ὡς γένος; ἡ γάρ τις ἕξις καὶ ἕξις καὶ ἡ τὶς διάθεσις καὶ διάθεσις, ὥσπερ καὶ ὁ τὶς ἄνθρωπος καὶ ἄνθρωπος. ῥητέον δὴ οἶμαι πρὸς ταῦτα, ὅτι οὐκ εἶπεν τὰ γένη μὴ εἶναι ποιότητας οὐδὲ ὅτι ἡ γενικὴ ἕξις καὶ διάθεσις οὐκ ἔστιν ποιότης, ἀλλ’ ὅτι, εἰ καὶ εἴρηται πρός τι ἡ ἕξις καὶ ἡ διάθεσις, οὐ πᾶσα ἔχει τοῦτο, ἀλλ’ ἡ γενικὴ μόνον· ποιότης μέντοι πᾶσα, καὶ ἡ γενικὴ καὶ ἡ καθ’ ἕκαστα. καὶ οὐδὲν ἄτοπον τὴν μὲν γενικὴν ἕξιν καὶ πρός τι εἶναι, τὰς δὲ καθ’ ἕκαστα ποιότητας μόνον, διότι οὐχὶ τοῦ ὡς πρός τι γένους ἐδόθησαν αἱ καθ’ ἕκαστα ἕξεις, ἀλλὰ τῆς ὡς ποιότητος. καὶ γὰρ ἡ ἐπιστήμη ὡς μὲν πρός τι οὐ τέμνεται εἰς εἴδη, ὡς δὲ ποιότης διαιρεῖται εἰς τὰς κατὰ μέρος ἐπιστήμας, αἵτινες πρός τι μὲν οὔκ εἰσιν, ὡς ἀποδέδεικται, ποιότητες δέ εἰσιν. Εἰ δὲ χρὴ καὶ κοινούς τινας ἐκθέσθαι διορισμούς, πῶς οἷόν τε ἐπ’ ἄλλην καὶ ἄλλην κατηγορίαν τὸ αὐτὸ ἀναφέρειν, ῥητέον ὅτι δεῖ τὰ προτιθέμενα ὡς σύνθετα ἀναλύειν, μέχρι τῶν ἄνευ συμπλοκῆς ἀναγόντων ἡμῶν ἕκαστα,2 καὶ τότε ἢ ἀπὸ τῶν σημαινομένων τῆς ἑτερότητος ἢ ἀπὸ τῆς τῶν νοημάτων διαφορᾶς ἢ ἀπὸ τοῦ ἐν ταῖς λέξεσιν διαφόρου χαρακτῆρος ἔνεστιν τὰ τοιαῦτα διακρίνειν καὶ τὰ καθ’ ἕκαστα οὕτως εἰς τὰς κατηγορίας ἀνάγειν· συνεπισκεπτέον δὲ καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰς διαφορὰς ἑκάστου, ταὐτότητά τε καὶ ἑτερότητα. πῶς γὰρ ὁ πυκτικὸς καὶ εἰς ποιότητα ἀνάγεται καὶ εἰς τὸ πρός τι; καθὸ μὲν διάκειταί πως, εἰς ποιότητα, καθὸ δὲ πρὸς ἕτερον λέγεταί τι ποιεῖν, πρός τι. πῶς δὲ πάλιν πάθους ὄντος τοῦ μὲν ἐν ἀποτελέσματι, ὅπερ ἐκ πάθους γέγονεν, τοῦ δὲ ὡς αἰτίου, ὅπερ ἐμποιεῖ πάθος, κοινόν τι θεωρεῖται ἡ παθητικὴ ποιότης; ὅτι ὁ τρόπος τῆς ἀναφορᾶς ἐπὶ τὸ αὐτὸ πάθος καὶ τοῦ κοινοῦ χαρακτῆρος ὁ τύπος τῆς εἰδοποιίας τὸ κοινὸν ἀπεργάζεται.3 δεῖ δὲ τὰ ἐν πλείοσιν γένεσιν συνιστάμενα παραιτεῖσθαι ἐν τῇ τῶν κατηγοριῶν διαριθμήσει· τῶν γὰρ ἁπλῶν ἐν αὐταῖς ἐστιν ἡ διαίρεσις. ὁμοίως δὲ καὶ εἴ τινα μέσα ἐστὶν ἢ κοινὰ ἢ ἐπιπλεκόμενα γένη, οὐ προσήκει ταῖς κατηγορίαις. ἀλλὰ ταῦτα μὲν πρόσκειται, διότι καὶ ὁ Ἀριστοτέλης ἐνεδείξατο, πῶς τὸ αὐτὸ ἐπ’ ἄλλην καὶ ἄλλην κατηγορίαν ἀνάγειν δυνατόν. τέλος δὲ ἤδη καὶ ἡμῖν ὁ περὶ τῆς ποιότητος ἐχέτω λόγος.

也许在复合事物上,例如苏格拉底,亚历山大也会承认这一点;但是一旦复合事物被分析为单纯且无结合的成分,每一个都将被归入单一的范畴:人、父亲、三肘长、哲学家。而亚历山大在关系者上所察觉到的独有特征是,它无论如何都与另一范畴共同成立,如父亲伴随着实体,较大者伴随着数量,朋友伴随着性质,击打者伴随着能动,在其他情形中亦同样如此。 但是我想,有人可能会提出疑难:亚里士多德怎么说属是作为关系者而被述说,而诸个别事物则是具有性质者呢?因为显而易见,属属于哪一个范畴,该属中的个别事物也将属于同一范畴。因为如果属是实体,该属之下的个别事物也是实体;如果属是性质,个别事物也是性质;因为属不仅同名地述说诸种,也同名地述说诸不可分之物[个体]。那么他怎么说属是关系者,而个别事物不属于关系者、反而是性质呢?此外,我想这一点也值得怀疑:亚里士多德究竟将何种状态与性向置于性质的种之中?因为如果他放置的是作为属的状态与性向,他现在怎么说这些是关系者而非性质呢?但如果他放置的是个别的状态与性向,他为何没有连同作为属的状态与性向一并放置呢?因为某个别的状态也是状态,某个别的性向也是性向,正如某个别的人也是人一样。 我想对此应当回答说,他并未说诸属不是性质,也未说属的状态和性向不是性质,而是说即使状态和性向被称为关系者,也并非全都具有此特性,而仅有属的才具有;然而无论属的还是个别的,一切都是性质。而且属的状态兼为关系者、而个别状态仅为性质,这并无任何不妥,因为诸个别状态并非从作为关系者的属中分出,而是从作为性质的属中分出的。因为知识作为关系者并不会被划分为种,而作为性质则被区分为部分的专门知识,正如业已证明的,这些知识并非关系者,而是性质。 但是,如果还应当提出某些通用的界定,说明如何能够将同一事物归入不同的范畴,那就应当说:必须把被提出的对象作为复合者加以分析,直到我们将每一事物归入无结合的单纯成分为止,那时便可以或者从含义的多样性,或者从思想观念的差异,或者从言词中所包含的特征差异来辨析此类事物,并以此将诸个别事物归入各范畴;同时还必须考察每一事物的属、种、种差,以及同一性与相异性。因为拳击家究竟是如何既被归入性质又被归入关系者的呢?就其处于某种状况而言,被归入性质;而就其被述为相对于他物做某事而言,则被归入关系者。又如,受动一方面存在于结果中,即从受动中产生之物,另一方面作为原因,即产生受动之物,在此情形下,被动性质又如何被视为某种共同之物呢?因为对同一受动的指称方式以及共同特征的种差形式塑造了这一共同之物。但是在范畴的列举中,必须摈弃那些由多个属构成的事物;因为诸范畴中的划分属于单纯事物。同样,若有某些居间的、共通的或相互交织的属,它们亦不适于诸范畴。然而附加上这些讨论,是因为亚里士多德也曾指明了如何能够将同一事物归入不同的范畴。现在,我们关于性质的讨论也到此结束。

语法注3 条
  1. 5.9μήποτε δὲ ἐπὶ μὲν τῶν συνθέτων, οἷον τοῦ Σωκράτους, τοῦτο καὶ Ἀλέξανδρος συγχωρήσειεν

    μήποτε 与愿望式(συγχωρήσειεν)连用,构成委婉提出推测或可能性的从句(“也许……也会承认”),用以对前一段中对亚历山大的批评进行有限度的辩护或限定。

  2. 5.9μέχρι τῶν ἄνευ συμπλοκῆς ἀναγόντων ἡμῶν ἕκαστα

    介词 μέχρι 在此支配属格短语 τῶν ἄνευ συμπλοκῆς(“直到无结合之物”),而 ἀναγόντων ἡμῶν ἕκαστα 则构成属格独立结构,表示过程或伴随情态(“当我们把每一事物加以归入时”)。

  3. 5.9ὅτι ὁ τρόπος τῆς ἀναφορᾶς ἐπὶ τὸ αὐτὸ πάθος καὶ τοῦ κοινοῦ χαρακτῆρος ὁ τύπος τῆς εἰδοποιίας τὸ κοινὸν ἀπεργάζεται

    主语是由 καί 连接的两个名词短语(ὁ τρόπος τῆς ἀναφορᾶς... 与 ὁ τύπος τῆς εἰδοποιίας...),述语动词 ἀπεργάζεται 采用单数形式,其直接宾语为 τὸ κοινόν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:293.2-294.15