- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:291.19-293.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将状态与性向同时归入关系与性质所引发的疑难,辛普利丘阐述了两种解决方案:其一区分了属与个别事物,其二基于复合事物的不同方面;并反驳了亚历山大关于此种双重归属仅适用于关系者的观点。
" Οὐ δεῖ δὲ ταράττεσθαι ἕως τοῦ οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις τοῖς γένεσιν αὐτὸ καταριθμεῖσθαι." Φιλανθρώπου διδασκαλίας ἐστὶν τὸ λύειν τὰς ἀναφυομένας ἐκ τῶν εἰρημένων ἀπορίας. ἐμνημόνευσεν οὖν ὁ Ἀριστοτέλης, ὅτι τὰς ἕξεις καὶ διαθέσεις πρότερον μὲν ἐν τοῖς πρός τι κατηρίθμησεν, περὶ ποιότητος δὲ λέγων πρῶτον εἶδος αὐτὰς τῆς ποιότητος ἐλογίσατο, καὶ ὅτι ταραχθῆναι εἰκὸς ἦν ἐκ τούτου τοὺς ἀκούοντας. εἰ γὰρ δύο κατηγοριῶν ἐστιν ἡ ἕξις, συμβήσεται μίαν οὖσαν αὐτὴν ἑτέραις τῷ εἴδει χρήσασθαι διαφοραῖς· τῶν γὰρ ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων ἑτέρας αὐτὸς ἔφατο τῷ εἴδει τὰς διαφοράς.1 λύει οὖν ταύτην τὴν ἀπορίαν διχῶς, καθ’ ἕνα μὲν τρόπον δεικνὺς ἐπὶ πάντων τῶν τοιούτων τὰ μὲν γένη πρός τι λεγόμενα, οἷον τὴν ἐπιστήμην τοῦ ἐπιστητοῦ, τὰ δὲ εἴδη καὶ τὰ καθ’ ἕκαστον οὐκέτι τῶν πρός τι. ἡ γὰρ γραμματικὴ καὶ ἡ Ἀριστάρχου γραμματικὴ οὔτε πρὸς ἄλληλα οὔτε πρὸς ἕτερον λέγονται· εἰ γὰρ ἡ γραμματικὴ Ἀριστάρχου ὡς πρός τι, καὶ ὁ Ἀρίσταρχος ἔσται τῆς γραμματικῆς ὡς πρός τι· ὁμοίως δὲ καὶ ἡ μουσικὴ καὶ ἡ Ἀριστοξένου μουσική. κἂν γὰρ καὶ αὐταὶ δοκοῦσιν πρός τι λέγεσθαι, κατ’ αὐτὸ τὸ γένος ἔχουσιν τὸ πρός τι· ἡ γὰρ γραμματικὴ τινὸς ἐπιστήμη λέγεται, ἀλλ’ οὐ τινὸς γραμματική· κἂν ἐπιστήμων ὁ γραμματικὸς λέγηται κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, ἐπιστήμων γραμματικῆς, ἀλλ’ οὐχ ἁπλῶς ἐπιστήμων ῥηθήσεται.2 ἔτι δὲ ἡ γραμματικὴ τοῦ ἔχοντος λέγεται, οὐκ ἦν δὲ οὕτως τὰ πρός τι. εἰ οὖν τὸ μὲν πρός τι ἐν τοῖς γένεσιν, τὸ δὲ ποιὸν ἐν τοῖς καθ’ ἕκαστα, ἄλλως μὲν ἡ ἕξις ἔσται ἐν τοῖς πρός τι, ἄλλως δὲ ἐν τοῖς ποιοῖς, κατὰ τὸ καθ’ ἕκαστα. δείκνυσιν δὲ ὅτι κατὰ τὰ καθ’ ἕκαστα ποιὰ γίνεται τὰ μετέχοντα ἀπὸ τοῦ ἔχειν ἡμᾶς τὰ καθ’ ἕκαστα, ἀλλ’ οὐ τὰ καθόλου, καὶ ἀπὸ τοῦ λέγεσθαι ποιὰ τὰ ἔχοντα τὰ ἐν μέρει. ἕκαστος γὰρ ἀπὸ τῆς καθ’ ἕκαστα ποιότητος τῆς οἰκείας λέγεται ποιὸς καὶ οὐκ ἀπὸ τῆς καθόλου, οἷον γραμματικὸς μὲν ἀπὸ γραμματικῆς, Ἀρίσταρχος δὲ γραμματικὸς ἀπὸ τῆς Ἀριστάρχου γραμματικῆς καὶ οὐ τῆς Ζηνοδότου. ἐπεὶ οὖν ἀπὸ τῶν καθ’ ἕκαστα ποιοὶ λέγονται, οὐκ ἂν εἶεν αἱ καθ’ ἕκαστα τῶν πρός τι· οὐ γὰρ λέγεται ἡ γραμματικὴ Ἀριστάρχου ὡς πρός τι, ἐπεὶ καὶ ἀντιστρέψει καὶ ῥηθήσεται “Ἀρίσταρχος γραμματικῆς Ἀρίσταρχος’, ὅπερ ἄτοπον. δευτέραν δὲ λύσιν ἐπάγει ὅτι οὐδὲν κωλύει τὸ αὐτὸ ἐν δυσὶν εἶναι κατηγορίαις, ὅταν μὴ κατὰ ταὐτό, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο σημαινόμενον γίνηται ἡ ἀναφορά. ὁ γοῦν Σωκράτης ὑπὸ πολλὰς ἀναχθήσεται κατηγορίας, ὡς μὲν ἄνθρωπος ὑπὸ τὴν οὐσίαν, ὡς δὲ τρίπηχυς εἰ τύχοι ὑπὸ τὸ ποσόν, ὡς δὲ πατὴρ καὶ ὡς υἱὸς ὑπὸ τὰ πρός τι, ὡς δὲ φιλόσοφος ὑπὸ τὸ ποιόν· οὕτως δὲ κατ’ ἄλλα τῶν αὐτῷ ὑπαρχόντων καὶ εἰς τὰς ἄλλας ἀναχθήσεται κατηγορίας. τί οὖν ἄτοπον, εἰ καὶ ἡ ἕξις καὶ ἡ διάθεσις κατ’ ἄλλο τι καὶ ἄλλο ὑπ’ ἄλλην καὶ ἄλλην ἀνάγονται κατηγορίαν; ὡς γὰρ ὁ τόπος κατὰ μὲν τὸ διάστημα ποσόν ἐστιν, κατὰ δὲ τὸ πέρας εἶναι τοῦ περιέχοντος πρός τι, οὕτως καὶ ἡ διάθεσις κατὰ μὲν τὸ ἔχειν πως ποιότης ἔσται, κατὰ δὲ τὸ τοῦ διακειμένου λέγεσθαι πρός τι ῥηθήσεται. ὁ μέντοι Ἀφροδισιεὺς Ἀλέξανδρος ἐπὶ μόνων τῶν πρός τι συμβαίνειν οἴεται τοῦτο τὸ τινὰ τῶν πρός τι καὶ ὑπ’ ἄλλην κατηγορίαν ἀνάγεσθαι,3 διότι τὴν ἀρχὴν τὸ πρός τι οὐδὲ εἶχεν οἰκεῖον ὑποκείμενον, ἀλλ’ ἐπ’ ἄλλης καὶ ἄλλης κατηγορίας τὸ εἶναι εἶχεν. οὐ μήν ἐστί γε ἀληθὲς τοῦτο· καὶ γὰρ ἐπὶ πασῶν τῶν κατηγοριῶν τοῦτο θεωρεῖται. ἐπεὶ γὰρ οὐχ ἕν τί ἐστιν οὐδὲ ἁπλοῦν ἕκαστον τῶν λαμβανομένων, ἀλλ’ ἐν συνθέτῃ φύσει συντέτακται, οὐδὲν θαυμαστόν, εἰ ἕκαστον κατ’ ἄλλο μέν τι τῶν ἐν ἑαυτοῖς ὑφ’ ἕτερόν τι γένος ὑποτάττεται, κατ’ ἄλλο δὲ ὑφ’ ἕτερον.
“不必感到困惑……直至:将其归入这两个属中并无任何不妥。” 解决由前文所引发的疑难,乃是仁善教学的应有之义。因此亚里士多德记起,他此前曾将状态和性向列入关系者之中,而在谈论性质时,他又将它们算作性质的第一种,并且听众很自然会因此感到困惑。因为如果一种状态属于两个范畴,结果将是它本身虽为单一的,却要采用在种上相异的种差;因为他自己曾说过,对于相异且不相互从属的属而言,其种差在种上也是相异的。因此他以两种方式解决这一疑难:其一是在所有此类事物上表明,其属是作为关系者而被述说的——例如知识是可认知事物的知识——而其种和个别事物则不再属于关系者。因为语法以及阿里斯塔库斯的语法既非相互对照而言,也非相对于他物而言;因为如果阿里斯塔库斯的语法是作为关系者而被述说,那么阿里斯塔库斯也应是相对于语法而言的关系者;同样地,音乐以及阿里斯托克塞诺斯的音乐也是如此。因为即便它们自身看似作为关系者而被述说,它们也是依循属本身而具有关系性的;因为语法被称为某物的知识,却不被称为某物的语法;即使文法家依照对属的指称被称为“有知识的”,他也将被称作“关于语法的有知识者”,而非简单被称为“有知识者”。此外,语法被称为属于拥有它的人,但关系者并非如此。因此,如果关系者在于诸属之中,而具有性质者在于诸个别事物之中,那么状态以一种方式处于关系者中,以另一种方式依循个别事物处于具有性质者中。他表明,分有者依循个别事物而获得性质,这是由于我们拥有的是个别事物而非普遍者,并且由于拥有局部事物者被称为具有性质者。因为每个人都是从其自身的个别性质、而非从普遍性质被称为具有性质者的,例如从语法被称为文法家,阿里斯塔库斯从阿里斯塔库斯的语法而非芝诺多托斯的语法被称为文法家。既然他们是从个别事物被称为具有性质者,个别事物便不会属于关系者;因为阿里斯塔库斯的语法并非作为关系者而被述说,否则它也会换位而被表述为“阿里斯塔库斯是语法的阿里斯塔库斯”,这显然是荒谬的。他又提出了第二种解决方案:当归属并非依循同一方面、而是依循不同的含义发生时,没有任何事物阻碍同一事物处于两个范畴之中。无论如何,苏格拉底将被归入许多范畴之下:作为人被归入实体,如果碰巧作为三肘长则归入数量,作为父亲与作为儿子归入关系者,作为哲学家归入性质;依此类推,根据属于他的其他特征,他还将被归入其他范畴。那么,如果状态与性向依循不同的方面被归入不同的范畴之下,又有何荒谬呢?因为正如处所依循间隔而言是数量,而依循作为包容者的界限而言则是关系者,性向也是如此:依循处于某种状况而言将是性质,而依循被述为处于该性向之人的性向而言则将被称作关系者。然而,阿芙洛狄西亚的亚历山大认为,某些关系者也被归入另一范畴之下这一现象仅发生在关系者身上,因为关系者起初甚至没有固有的基底,而是在不同的其他范畴中具有其存在。然而这并非事实;因为在一切范畴中都可观察到这一点。因为被考察的每一事物都不是单一的或单纯的,而是结合在复合的本性之中的,所以如果每一事物依循其自身之中的某一特征隶属于一个属,而依循另一特征隶属于另一个属,便毫无可奇怪的。
- 5.9τῶν γὰρ ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων ἑτέρας αὐτὸς ἔφατο τῷ εἴδει τὰς διαφοράς
属格短语 τῶν ἑτέρων γενῶν... 在句法上是修饰 ἑτέρας... τὰς διαφοράς 的领属性属格(“对于相异且不相互从属的属而言,其种差在种上也是相异的”)。动词 ἔφατο(未完成过去时中动态第三人称单数)的隐含主语是亚里士多德本人,引述的是《范畴篇》第3章(1b16)中确立的规则。
- 5.9κἂν ἐπιστήμων ὁ γραμματικὸς λέγηται κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, ἐπιστήμων γραμματικῆς, ἀλλ’ οὐχ ἁπλῶς ἐπιστήμων ῥηθήσεται
此句为包含让步条件从句(κἂν... λέγηται,κἂν 即 καὶ ἄν + 虚拟语气)及主句谓语(ῥηθήσεται)的复合句。其逻辑在于指出:即便文法家可以通过带属格补足语而被称作“关于语法的有知识者”(ἐπιστήμων γραμματικῆς),他也不能在绝对或单独立论的意义上直接被称为“有知识者”(ἁπλῶς ἐπιστήμων)。
- 5.9τὸ τινὰ τῶν πρός τι καὶ ὑπ’ ἄλλην κατηγορίαν ἀνάγεσθαι
中性冠词 τό 将接下来的对格不定词结构(τινὰ τῶν πρός τι καὶ ὑπ’ ἄλλην κατηγορίαν ἀνάγεσθαι)整体名词化,充当不定词 συμβαίνειν 的对格主语。同时,该不定词短语与前面的指示代词 τοῦτο 构成同位语关系,明确指出了亚历山大所持论点的具体内容。
