← 辛普里丘

亚里士多德《范畴篇》注释

§290.1-291.18

程度的原因与作为性质固有属性的相似性

辛普里修在驳斥了扬布利柯与波菲利关于智性性质与质料性性质之增强的见解后,引证阿尔库塔斯论证性质本身的理路即包含更多与更少的原因。随后,他从性质对实体的外加特征化这一角度,阐明了为何“相似与不相似”是性质的固有属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8#5

λοιπὴν δὲ τὴν τελευταίαν αἵρεσιν εὐθύνων ὁ Ἰάμβλιχος, ἥτις τὰς μὲν νοητὰς ποιότητας ἀνεπιτάτους ἡγεῖται, τὰς δὲ ἐνύλους ἐπιτάσεως μετέχειν καὶ ἀνέσεως, ἐκεῖνο τὸ τοῦ Πορφυρίου φησίν, ὅτι πάντα τὰ νοητὰ καὶ ὅπερ ὄντα οὐσίαι εἰσὶν1 καὶ διὰ τοῦτο οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. “ἀλλὰ δυνατόν, φησί, πρὸς τοῦτο λέγειν ὡς καὶ ἐν τοῖς νοητοῖς διασῴζεται ἡ τάξις τοῦ λόγου τῆς ποιότητος, εἰ καὶ κατ’ οὐσίαν ἐκεῖ πάντα ὑπάρχει· κατὰ γὰρ τοῦτον τὸν λόγον περὶ τὴν οὐσίαν ἡ στάσις καὶ ἡ κίνησις θεωρεῖται, διασῴζουσα ὡς ἐν νοητοῖς τὸν λόγον τῆς ἐνυπαρχούσης ἐν ἑτέρῳ καὶ περὶ ἕτερον ἐνεργείας”. ἀλλ’ ὅλως οὐ περὶ τῶν νοητῶν ἐστιν ὁ προκείμενος λόγος. ταῦτα μὲν οὖν ἀρκούντως εἴρηται. Θαυμαστῶς δὲ ὁ Ἀρχύτας βραχεῖ λόγῳ τὴν αἰτίαν τοῦ μᾶλλον καὶ ἧττον ἐνεδείξατο εἰπών· “καὶ τῇ ποιότητι δὲ κοινά τινα συνήρτηται, οἷον τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν, καὶ τὸ μᾶλλον δὲ καὶ ἧσσον, οἷον ἐν τοῖς πάθεσιν· διότι γὰρ ἀπειρίας τινὸς μετέχει τὰ πάθη, διὰ τοῦτο μετείληφέν τινος ἐπιτάσεως ἀορίστου κατὰ τὸ μᾶλλον καὶ ἧττον”. καὶ οὕτως κατὰ τὸν ἑαυτοῦ λόγον, ὃ ποιότης, τὸ μᾶλλον ἕξει καὶ τὸ ἧττον καὶ οὐκ ἀπὸ τῶν μετεχόντων. καὶ γὰρ ἐν τοῖς μετέχουσι θεωρουμένη ἐπίτασις καὶ ἄνεσις, νῦν μὲν λευκοῦ μόνου ὄντος, εἰ τύχοι, ὅταν δὲ ἐπικαυθῇ ὑπὸ ἡλίου ἧττον γενομένου λευκοῦ, κἂν κατ’ ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα γίνηται τοῦ μετέχοντος κατὰ σύμμιξιν τοῦ μὴ τοιούτου, ἔχει ὅμως καὶ αὐτὴ ἐν τοῖς μετεχομένοις λόγοις τὴν ὑπεροχήν·2 οὗτοι γὰρ διαφόρως ἐγγίνονται προηγησαμένων τῶν ἑτέρων παθημάτων. οὐ μὴν ἀλλ’ ἔχει γε ἀμφισβήτησιν, μήποτε ἐν τοῖς ὑποδεχομένοις ἐστὶ τὸ διάφορον· ἐπὶ δὲ τῶν συμφύτων χρωμάτων, οἷον τοῦ ἐν γάλακτι καὶ χιόνι λευκοῦ, φανερά ἐστιν ἡ κατ’ αὐτὸν τὸν φυσικὸν λόγον κατὰ τὸ μᾶλλον ὑπεροχή. Ἀλλὰ πῶς ἴδιον τῆς ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον εἶναί φησιν; ἢ ὅτι, ὡς εἴρηται πολλάκις, ἐπείσακτός ἐστιν ἡ ποιότης καὶ διὰ τοῦτο οἷον παράχρωσιν ποιεῖ ἡ κατ’ αὐτὴν κοινωνία. ἕκαστον γὰρ τῶν γενῶν ἰδίαν ἔχει τῆς κοινωνίας τὴν φύσιν, καὶ τὰ μὲν κατ’ οὐσίαν κοινωνοῦντα ταὐτότητι συνδέδεται, διότι τὸ αὐτὸ γίνεται· τὸ δὲ κατὰ ποσότητα ἴσον, τὸ δὲ κατὰ ποιότητα ὅμοιον. ὡς γὰρ ἐπεισοδιώδης ἡ ποιότης οὐκ ἔστιν ὅλον καὶ πᾶν ὅπερ ἐστὶ τὸ δεχόμενον, ἀλλὰ περί τι αὐτοῦ ἐγγίνεται χαρακτήρ τις περὶ τὴν οὐσίαν, ὅπερ τὴν ὁμοιότητα ποιεῖ· καὶ γὰρ ὁμοιότης ἐστὶν ἡ τοῦ αὐτοῦ εἴδους ἐπεισοδιώδης μέθεξις, ὡς δέδεικται ἐν τῷ Παρμενίδῃ, καὶ ἀνομοιότης ἡ τοῦ ἑτέρου. εἰ γὰρ τὴν ὁμοιότητα μὲν ὁ χαρακτὴρ μάλιστα ποιεῖ, ἐν δὲ τῷ χαρακτῆρι τὸ εἶναι ἔχει ἡ ποιότης, εἰκότως κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον ἔχει τὴν ἰδιότητα. δηλοῖ δὲ καὶ Ἀρχύτας γράφων οὕτως· “ποιότατος δὲ ἴδιον τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον· καὶ γὰρ χρόᾳ λέγομες ὁμοίους τοὺς ἔχοντας τὸ αὐτὸ χρῶμα καὶ χαρακτῆρι τοὺς ἔχοντας τὰν αὐτὰν ἰδέαν, καὶ ἀνομοίους δὲ κατὰ τὸ ἐναντίον· ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων”. καὶ ἐπὶ τούτου δὲ ἔστιν μὲν καὶ ἐν τῷ λέγειν ὅμοια ἢ ἀνόμοια τὰ μετέχοντα ἐπὶ τὸν λόγον ἀναφέρειν τὴν αἰτίαν· μετεχομένου μὲν γὰρ ὡσαύτως ὅμοια γίνεται τὰ κατ’ αὐτὸν εἰδοποιούμενα, ἑτέρως δὲ καὶ ἑτέρως ἄλλα καὶ ἄλλα γίνεται τὰ μεταλαμβάνοντα. οὐ μὴν ἀλλὰ καὶ αὐτὸν καθ’ αὑτὸν τὸν λόγον τῆς ποιότητος ὡς ἀρχηγικὸν τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ὑποληπτέον· ὑφιστάμενον γὰρ ἔχει μεθ’ ἑαυτοῦ τὸ ὅμοιον καὶ ἀνόμοιον ὡς συνακολουθοῦν3 μετὰ τῆς οἰκείας φύσεως καὶ συνηρτημένον αὐτῷ καθόλου. κατὰ γὰρ τὸν χαρακτῆρα τῆς ποιότητος καὶ κατὰ τοὺς κοινοὺς αὐτῆς λόγους τοὺς παρὰ πάντα τὰ εἴδη τῆς ποιότητος συνυφέστηκεν αὐτῇ τὸ ὅμοιον καὶ ἀνόμοιον· διὸ καὶ πάσῃ ποιότητι τὸ αὐτὸ ἴδιον ὑπάρχει.

扬布利柯在审查最后剩下的那个学派——该学派认为智性性质不受增强,而质料性性质分有增强与减弱——时,提到了波菲利的那个说法:一切智性事物因其真正所是而皆为实体,并因此不容纳更多与更少。“然而,”他说,“对此可以说:即使在那里一切都依循实体而存在,性质之理路的秩序在智性事物中也依然得以保存;因为正是依循这一理路,静止与运动才在实体周围被考察,以智性事物特有的方式保存了内在于他者并在他者周围起作用的现实活动之理路。”但当前的论述根本不是关于智性事物的。那么,这些事情便已被充分论及了。 阿尔库塔斯则以简短之言令人赞叹地指明了更多与更少的原因,他说:“性质也连带着某些共通的特征,例如容纳某种对立性与缺失,以及如在受动情状中所见的那种更多与更少;因为受动情状分有某种无限,所以它们依循更多与更少而分有了某种无限定的增强。” 这样,性质便依照其自身的理路(就其为性质而言)具有更多与更少,而非源自分有者。实际上,在分有者中所考察到的增强与减弱——例如碰巧现在仅是白的,但当被太阳灼晒后便变得较少是白的——即使是由于混杂了非同类者而依循分有者的适宜性或不适宜性产生的,它自身在被分有的诸理路中依然具有其优势;因为在其他受动情状在先之后,这些理路以不同的方式产生于其中。当然,这确实存在争议,是否差异是在容纳的基底之中;但在天生的颜色上,诸如奶与雪中的白色,依循自然理路本身的、按照更多的优势则是显而易见的。 但他怎么说相似与不相似是性质所固有的呢?还是因为,正如常被说到的那样,性质是外加的,因此依照性质的共通导致了一种外在染色吗?因为各个属都具有共通的固有本性,依循实体共通者因同一性而结合在一起,因为它们变成了同一的;依循数量者则变成相等的,依循性质者则变成相似的。因为作为外加的,性质并非容纳它的事物之整体和其所是的一切,而是关于其实体的某种特征产生于其某一部分周围,正是这产生了相似;因为正如在《巴曼尼得斯篇》中所表明的,相似乃是对同一形式的外加分有,而不相似是对另一形式的外加分有。因为如果特征尤其产生相似,而性质的存在就在于特征之中,那么合乎情理地,它依照相似与不相似而具有其固有特征。阿尔库塔斯也是如此写道以表明这点的:“性质所固有的乃是相似与不相似;因为我们在颜色上称具有相同颜色者为相似,在特征上称具有相同形相者为相似,依循对立者则为不相似;同样的理路也适用于其他事物。” 在这件事上,在称分有者为相似或不相似时,同样可以将原因归结于理路;因为当它以相同方式被分有时,依循它而被赋予形式者便成为相似的,而当以不同方式被分有时,分有者便成为各不相同的。不仅如此,还必须将性质的理路本身就其自身而言假定为相似与不相似的首要根源;因为它拥有与自身一同自立存在的相似与不相似,作为随附于其固有本性并普遍与其连结者。因为依循性质的特征,并依循贯穿性质一切形式的共通理路,相似与不相似同它共同立足;因此,同一固有属性属于一切性质。

语法注3 条
  1. 5.8καὶ ὅπερ ὄντα οὐσίαι εἰσὶν

    分词短语 ὅπερ ὄντα 表示智性事物并非处于不完全的存在状态,而是“真正是其所是的存在(本质性的实在)”,构成了后文谓语 οὐσίαι εἰσὶν(“是实体”)的根据或内涵。

  2. 5.8κἂν κατ’ ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα γίνηται τοῦ μετέχοντος κατὰ σύμμιξιν τοῦ μὴ τοιούτου, ἔχει ὅμως καὶ αὐτὴ ἐν τοῖς μετεχομένοις λόγοις τὴν ὑπεροχήν

    由 κἂν 引导的让步从句的主语是前文提及的“增强与减弱”(ἐπίτασις καὶ ἄνεσις),主句中的 αὐτή 亦指代此。该句结构表明,即便增强减弱表面上由分有者的适宜性决定,这种优势本身依然扎根于被分有的理路之中。

  3. 5.8ὑφιστάμενον γὰρ ἔχει μεθ’ ἑαυτοῦ τὸ ὅμοιον καὶ ἀνόμοιον ὡς συνακολουθοῦν

    主语为前文的“性质的理路”(λόγος τῆς ποιότητος)。ἔχει 以中性短语 τὸ ὅμοιον καὶ ἀνόμοιον 为宾语,中性分词 ὑφιστάμενον(连同 μεθ’ ἑαυτοῦ,“与自身一同自立存在”)与 ὡς συνακολουθοῦν 均作其宾语补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:290.1-291.18