← 辛普里丘

亚里士多德《范畴篇》注释

§288.15-289.33

依完全者的程度差与扬布利柯的调和

辛普里修考察了关于“更多与更少”的比较是依循与完全者的关联而作出的这一解决方案,探讨了扬布利柯关于质料性性质与非质料性理路的批评,并通过引入扬布利柯区分印刻形相与稳固的无物体本质的调和方案,对普罗提诺的见解进行了修正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8#4

ἀλλὰ τὴν μὲν ἀπορίαν λυτέον κατὰ τὴν πρὸς τὸ τέλειον ἀναφορὰν λέγεσθαι τὰς συγκρίσεις·1 οὕτω δὲ τούτων λεγομένων θαυμαστόν, εἰ ἐνδέχεται τὴν τελείαν ταύτην ποιότητα ἔνυλον εἶναι· τὸ γὰρ τέλειον καὶ ἑστηκὸς ὡσαύτως ἄλλης ἂν εἴη φύσεως καὶ οὐ τῆς ἐνύλου. “ἔτι δὲ τούτου, φησὶν ὁ Ἰάμβλιχος, ἀτοπώτερον, εἰ ἔνυλος μέν ἐστιν ἡ ποιότης, οὐ τὰ αὐτὰ δὲ πάσχει τοῖς ὑποδεχομένοις αὐτὴν ἐνύλοις ὑποκειμένοις· σχεδὸν γὰρ οὕτω χωριστὴ γίνεται, εἴ τινα ἴδια ἔχει ἔργα κεχωρισμένα τοῦ κοινοῦ. κἀκεῖνο δέ, φησίν, ἄτοπον, εἰ ἡ ποιότης μὲν ἀεὶ συνέζευκται μετὰ τοῦ ποιοῦ ὡς δίδυμον ἔχουσα πρὸς αὐτὸ τὴν φύσιν καὶ ἀπαράλλακτον, κεχώρισται δὲ τῷ παντὶ πάλιν, 〈εἰ〉 ἡ μὲν ποιότης οὐκ ἐπιτείνεται,2 τὰ δὲ ποιὰ ἐπιτείνεται. μήποτε οὖν, φησίν, ἐπὶ πάντων τούτων ἐπὶ τοὺς ἀύλους λόγους ἀπέφερον. καὶ γὰρ ἐπὶ τῶν ἀρετῶν οἱ τὰς μὲν προκοπὰς διδόντες, τὸ δὲ τέλειον ἐπὶ τῶν ἀνθρώπων ἀπογινώσκοντες ἐλάνθανον ἑαυτοὺς ἀύλους τοὺς τελείους ὑπολαμβάνοντες,3 καὶ διὰ τοῦτο τῶν ἐνύλων ταύτας ἀπεγίνωσκον· εἰ δὲ τοῦτο, ἐκπίπτει ἡ δόξα ἐπ’ ἄλλην φύσιν διαφέρουσαν παντάπασιν· τὸ γὰρ τῆς ποιότητος οὐκ ἦν τῶν ἀύλων”. ταῦτα μὲν αὐταῖς λέξεσιν ὁ Ἰάμβλιχος ἔγραψεν. μήποτε δὲ τούτῳ τῷ λόγῳ τὸ μᾶλλον καὶ ἧττον καὶ ἐπὶ τῆς οὐσίας ἀνάγκη τίθεσθαι· ἔνυλος γάρ ἐστιν καὶ αὐτή· τὸ δὲ τέλειον καὶ ἑστηκὸς ἄλλης ἂν εἴη φύσεως καὶ τὸ ποσὸν ὁμοίως καὶ αὐτὸ τὸ ὡρισμένον καὶ πᾶσαι αἱ ποιότητες. ἀλλ’ οὐ κατὰ τὸ ἔνυλον οἶμαι δεῖ τὸ μᾶλλον καὶ ἧττον λαμβάνειν, ἀλλὰ κατὰ τὸ ἐπείσακτον καὶ ἧττον οὐσιῶδες. καὶ γὰρ ἡ μὲν οὐσία κατ’ αὐτὸ τὸ εἶναι ὅπερ λέγεται θεωρουμένη οὐκ ἔχει τὸ μᾶλλον καὶ ἧττον, ἡ δὲ ποιότης κατὰ τὴν ἐν τῇ οὐσίᾳ μέθεξιν ὑφεστῶσα εἰκότως ἐπιδέχεται τοῦτο, καὶ μᾶλλον μὲν ἐν τοῖς ἧττον οὐσιώδεσιν, ἧττον δὲ ἐν τοῖς οὐσιωδεστέροις, ὥσπερ ἐν τοῖς σχήμασιν. καὶ τὸ ποσὸν δὲ πλησιαίτερον τῆς οὐσίας ὂν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον. ἀλλ’ οὐδὲ αἱ ποιότητες αἱ κατὰ τὴν ἄκραν ἑαυτῶν τελειότητα θεωρούμεναι, ὥσπερ ἡ τελεία ἀρετὴ καὶ ἡ τελεία γραμματική, ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· κατὰ γὰρ τὸ μάλιστα αὗται θεωροῦνται. καὶ οὔκ εἰσιν αἱ τελειότητες αὗται λόγοι ἄυλοι καὶ χωριστοί, ἀλλ’ ἔνυλοι μέν, κατὰ δὲ τὸ εἶδος αὐτὸ θεωρούμενοι, καθὸ καὶ ὁριζόμεθα ἕκαστον τῶν ἐνύλων οὐκ εἰς τὴν ὕλην, ἀλλ’ εἰς τὸ εἶδος ἀποβλέποντες. καὶ εἰ μὲν μηδὲν τῶν ἐνύλων τυγχάνει ποτὲ τῆς ἑαυτοῦ τελειότητος, καλῶς ἔχει λέγειν ἐν πᾶσιν τὸ μᾶλλον καὶ ἧττον ὑπάρχειν· εἰ δὲ τοῦτο ἄτοπον, ἔστι τι καὶ τὸ μάλιστα. καὶ οὕτως ἡμῖν καὶ ἡ Πλωτίνου δόξα διορθωθήσεται κατὰ τὸ ἔνυλον καὶ γενητὸν εἰλημμένη μόνον, ἀλλ’ οὐχὶ κατὰ τὸ τῆς ποιότητος ἰδίωμα, καθ’ ὃ τῆς οὐσίας καὶ τῆς ποσότητος διενήνοχεν. ὁ δὲ Ἰάμβλιχος ὑπαντῶν πρὸς τὴν Πλωτίνου δόξαν τὴν ὁμοίως μὲν τὰς ποιότητας, ὁμοίως δὲ τοὺς ποιοὺς μεταβάλλουσαν ἐν ταῖς ἐπιτάσεσιν καὶ ἀνέσεσιν “ἄτοπον, φησί, τὰς αὐτὰς τροπὰς ἀλλοιοῦσθαι τὸν λόγον ὥσπερ καὶ τὸ σύνθετον· τί γὰρ διοίσει τῶν μετεχόντων τὸ μετεχόμενον; καὶ ἅμα τὸ κοινὸν αὐτοῦ περὶ τῶν ἀσωμάτων ἀξίωμα, ὡς ἀπαθῆ τέ ἐστιν καὶ ἄτρεπτα, ἀνατραπήσεται οὕτως”. ταῦτα δὲ πρὸς τὸν Πλωτῖνον εἰπὼν τὴν ἀληθεστάτην ἐπάγει θεωρίαν τοῦ δόγματος. “οὖσα γάρ τις, φησί, τῶν λόγων ἀσώματος οὐσία δίδωσιν ἑαυτὴν τοῖς δεχομένοις καὶ ποιοῦσα τὸ ποιὸν περὶ τῷ σώματι οὐδὲν ἧττον μένει καθ’ ἑαυτὴν ἀσώματος ἐν τῷ σώματι, τὸ εἶναι καθ’ ἑαυτὴν ἔχουσα καὶ τῆς ὑποστάσεως αὐτῷ μεταδιδοῦσα μετὰ τοῦ μὴ ἀπολλύναι τὴν οἰκείαν φύσιν. ὅθεν δὴ ἔστι μὲν τὸ ἀπ’ αὐτῆς ἀποτυπούμενον μόρφωμα οἷον ἐπίτασιν ἐπιδέχεσθαι,4 ἔστιν δὲ καὶ ἡ ἀσώματος οὐσία τῆς ποιότητος οἵα ἑστάναι ἐν τῷ αὐτῷ εἴδει, καὶ οὐ γίνεται διὰ τοῦτο ἄυλος, ἀλλ’ ἔνυλος, οὐ μέντοι ὅλη τῆς ὕλης γίνεται, διότι καὶ ἑαυτῶν ἐστιν τὰ εἴδη καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸ κυρίως ὥρισται καὶ διὰ τοῦτο οὐδὲ ἐν τῷ τῆς ὕλης γίνεσθαι ἀφίσταται πάντῃ τῆς ὅλης ἑαυτῶν φύσεως, μένοντα δὲ ἐν αὑτοῖς τρόπον γέ τινα ἀναπίμπλαται τῆς ἐναντίας πρὸς αὐτὰ ἐκστάσεώς τε καὶ ἀοριστίας”.

然而,应当通过说比较是依循与完全者的关联而被述说的,来解决这一疑难。但如果这些是如此被述说的,那么如果这一完全的性质能够是质料性的,则是令人惊异的;因为完全且同样稳固确立者应当属于另一种本性,而不属于质料性的本性。“此外,比这更为荒谬的是,”扬布利柯说,“如果性质是质料性的,却不承受与容纳它的质料性基底相同的事物;因为如果它具有脱离于共同之物的某些固有活动,它几乎就变成了分离的。而这也是荒谬的,”他说,“如果性质始终与具性质者结合在一起,如同对它具有双生且不可变异的本性,却又再度完全分离,如果性质不被增强而具性质者却被增强的话。那么,”他说,“在所有这些事情上,他们难道不是把讨论转移到了非质料性的理路之上吗?因为在德性上,那些承认进取却放弃人类身上的完全者的人,也不自觉地假定完全者是非质料性的,并因此在质料性的人身上放弃了这些完全的德性;但如果是这样,该见解就偏离到了全然不同的另一种本性之中;因为属于性质的事物并不属于非质料者。”这些话是扬布利柯以原原本本的原话写下的。 然而,依循这种论理,难道不同样必然将更多与更少设定在实体上吗?因为实体自身也是质料性的。而完全且稳固确立者应当属于另一种本性,数量以及受限定者本身和所有的性质也是同样。但我认为,不应当依照质料性来把握更多与更少,而应当依照外加的以及较少是本质性的事物来把握。因为实体依照其所被称为的那个存在本身来考察时,并不具有更多与更少,而性质依照在实体中的分有而成立,合乎情理地容纳这一点,并且在较少是本质性的事物中容纳更多,在较多是本质性的事物中容纳较少,正如在形状中那样。数量由于更接近实体,也不容纳更多与更少。然而依照自身极致的完全性来考察的那些性质,诸如完全的德性与完全的文法,也不容纳更多与更少;因为它们是依照顶峰被考察的。这些完全性并不是非质料且分离的理路,而是质料性的,但又是依照形式本身被考察的,正是在这种意义上,我们也是通过着眼于形式而非着眼于质料来定义每一个质料性事物的。如果质料性事物中没有任何一个曾达到自身的完全性,那么说更多与更少存在于一切事物中便是合理的;但如果这是荒谬的,那么也存在着某种顶峰。这样,对我们而言,普罗提诺的见解——仅仅依照质料性与生成性被把握,而未依照性质区别于实体与数量的固有特征被把握的见解——也将得到纠正。 扬布利柯在回应普罗提诺在增强与减弱中同样使性质和具性质者发生变化的见解时说:“理路与复合体遭受相同的转折而变质,是荒谬的;因为被分有者同分有者相比又会有何区别呢?同时,他自己关于无物体者的共通公理——即它们是无受动且不可变异的——也将因此被推翻。”在针对普罗提诺说了这些之后,他引出了关于该学说的最真实的观照。“因为,”他说,“诸理路的某种无物体的本质将自身赋予接受它的事物,在物体周围产生具性质者,却丝毫不妨碍它自身在物体中依然保持为无物体的,具有其自身的存在,并在不丧失其固有本性的情况下将自立存在分予物体。由此,从它印刻出的形相固然是能够容纳增强的,但性质的无物体本质也是能够稳固立于同一形式之中的;它并不因此变成非质料的,而是质料性的,然而它决非完全属于质料,因为诸形式也属于它们自身,并且依循一与同一而在严格意义上被界定,因此即使在归属于质料的过程中,它们也并未完全脱离其自身的整个本性,而是在留在自身之中的同时,以某种方式充斥着与其相对立的偏离和无限定。”

语法注4 条
  1. 5.8ἀλλὰ τὴν μὲν ἀπορίαν λυτέον κατὰ τὴν πρὸς τὸ τέλειον ἀναφορὰν λέγεσθαι τὰς συγκρίσεις

    动形容词 λυτέον(非人称中性单数用法)统摄后面的带宾格的不定词结构 κατὰ τὴν... λέγεσθαι τὰς συγκρίσεις,用于说明解决疑难的具体内容,即“应当通过说比较是依循与完全者的关联而被述说的,来解决这一疑难”。

  2. 5.8κεχώρισται δὲ τῷ παντὶ πάλιν, 〈εἰ〉 ἡ μὲν ποιότης οὐκ ἐπιτείνεται, τὰ δὲ ποιὰ ἐπιτείνεται

    短语 τῷ παντί 是表示程度差异的与格作副词用法,意为“完全地”或“全然”。校勘补入的 〈εἰ〉 引导条件从句,与前面的 κἀκεῖνο... ἄτοπον, εἰ... 相呼应,说明若性质不被增强而具性质者被增强,则性质将再次与具性质者全然分离。

  3. 5.8ἐλάνθανον ἑαυτοὺς ἀύλους τοὺς τελείους ὑπολαμβάνοντες

    动词 λανθάνω 与反身代词 ἑαυτούς 及补充构成分词 ὑπολαμβάνοντες 结合的惯用句式,意为“他们不知不觉地认为……”。形容词 ἀύλους 作宾语 τοὺς τελείους 的补足语(谓语性宾格)。

  4. 5.8οἷον ἐπίτασιν ἐπιδέχεσθαι

    结构 οἷος(此处为中性单数主格 οἷον)与不定词 ἐπιδέχεσθαι 连用,表示主语 τὸ ἀπ’ αὐτῆς ἀποτυπούμενον μόρφωμα 所具有的性质或资质(“适于/能够容纳增强的”)。紧随其后的 οἵα ἑστάναι 是阴性单数形式,与 ἡ ἀσώματος οὐσία 一致,属于同一句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:288.15-289.33