← 辛普里丘

亚里士多德《范畴篇》注释

§286.34-288.15

关于德性程度差异的斯多亚学派观点评析

辛普利丘考察了斯多亚学派关于德性等完全状况不容纳增强与减弱的观点,并论证道:虽然理论或知识本身是不可变的,但由于操练、本性的差异以及质料的混杂,在分有方式上仍会产生更多与更少的程度差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8#3

Μετὰ δὲ τὴν κοινὴν τῶν αἱρέσεων ἐπίβλεψιν καὶ ἑκάστην ἰδίᾳ πολυπραγμονῆσαι καλόν. πρὸς μὲν γὰρ τοὺς ἀπὸ τῆς Στοᾶς τὸ μὲν σπουδαῖον γένος βέβαιον λέγοντας, τὸ δὲ μέσον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι, ἀπορῆσαι ἄξιον, εἰ μὴ ὁ ἔχων τὴν ἀρετήν, ἐλλείπων δὲ κατὰ συνάσκησιν ἢ τὴν φύσιν ἧττον ἂν εἴη σπουδαῖος.1 ἴσως δὲ ἐροῦσι τὴν ἀρετὴν ἐπιστήμην οὖσαν ἐξ ἑαυτῆς ἔχειν τὸ πάγιον· τῶν γὰρ οἰκείων λόγων οὖσα θεωρητικὴ καὶ στοχαζομένη ἀεὶ τοῦ καθ’ ἑαυτὴν πάντα ποιεῖν ἐνεργεῖ βεβαίως ἑστῶσα ἐν τῷ ἀμεταπτώτῳ εἴδει τῆς ἐπιστήμης. ἀλλὰ πῶς τοῦτο δυνατὸν ἐπὶ τρεπτῆς καὶ παθητῆς οὐσίας τῆς ποιότητος, καὶ μάλιστα κατ’ αὐτοὺς χύσιν τε καὶ συστολὴν ἐχούσης ἐπ’ ἄπειρον ἐν ἑαυτῇ καὶ τῆς ἀρετῆς, διότι σώματα καὶ τὰς ποιότητας λέγουσιν; μήποτε οὖν τὰ περὶ ἑτέρων ἀρχῶν παρὰ τοῖς ἀρχαίοις λεγόμενα ἐπ’ ἄλλας ἀρχὰς οὗτοι μεταφέρουσιν, εἰ μὴ ἄρα2 τὴν σπουδαίαν ἕξιν κατὰ τὸ μάλιστα τιθέμενοι καὶ οὐκ ἐν κινήσει θεωροῦντες εἰκότως οὐδὲ ἐπίτασιν οὔτε ἄνεσιν ἠξίουν ἐπ’ αὐτῆς θεωρεῖν. ἀλλ’ εἰ τοῦτο, καὶ τῶν τεχνῶν ἑκάστης ἐστί τι μάλιστα, ὃ καὶ αὐτὸ ἕστηκεν· παντὸς γὰρ τοῦ μᾶλλον καὶ ἧττον ἐστί τι πάντως καὶ τὸ μάλιστα. καὶ ἴσως κατὰ ταύτην τὴν ἔννοιαν ἡ δόξα, ἧς Ἀριστοτέλης μνημονεύει, τὰς ἕξεις τὰς τελείας οὐκ ἐπ’ ἀρετῆς μόνης, ἀλλὰ καὶ ἐπὶ ὑγιείας καὶ γραμματικῆς καὶ τῶν ἄλλων διαθέσεων λαμβάνουσα, ἀνεπιτάτους αὐτὰς καὶ ἀνανέτους εἶναί φησιν, ἐν τοῖς μετέχουσι τῶν ἕξεων μᾶλλον ἢ ἧττον τὴν ἐπίτασιν θεωροῦσα καὶ τὴν ἄνεσιν. καίτοι καὶ ἐν αὐταῖς ἔστιν ἰδεῖν τοῦτο οὐ μόνον ταῖς τέχναις, ἀλλὰ καὶ ταῖς ἀρεταῖς· καὶ τῶν ἀρετῶν γὰρ αἱ μὲν τέλειαί εἰσιν, αἱ δὲ ἀτελεῖς, ἀτελεῖς μὲν αἱ φύσει μόνον ἢ ἔθει ἢ λόγῳ, τέλειαι δὲ αἱ τοῖς τρισὶ τούτοις συμπεπληρωμέναι, εἰ μὴ ἄρα αὐτὴ μὲν ἡ ἀρετὴ τελεία καὶ ὁλόκληρός ἐστιν, μετέχεται δὲ κατὰ μέρος, ὥσπερ καὶ ἡ γραμματικὴ καὶ τῶν ἄλλων τεχνῶν ἑκάστη, διὸ τὸ ἀτελὲς καὶ τὸ μᾶλλον καὶ ἧττον ἐν τῇ μεθέξει θεωρεῖται. ἀλλὰ ποίας διαθέσεις ὡς τελείας ὁρᾷ ὁ Ἀριστοτέλης ἄλλας παρὰ τὰς ἐχομένας;3 ἆρα τὰ χωριστὰ εἴδη καὶ τὴν αὐτοδικαιοσύνην; ἢ οὔτε σύνηθες αὐτῷ τοῦτο οὔτε τοῖς προκειμένοις οἰκεῖον, οὔτε διαθέσεις ἂν ἐκεῖναι κληθεῖεν· ἀλλὰ τὰς μετεχομένας τελείας θεασάμενος κατὰ τὴν πρὸς ἐκείνας ἀναφορὰν τὰς ἀπολειπομένας αὐτῶν τὸ μᾶλλον καὶ ἧττον ἔχειν βούλεται. καὶ ἀκριβέστερον οὗτος ὁ λόγος, ἐν πάσαις ταῖς διαθέσεσιν καὶ τὸ τέλειον κατὰ τὴν ἀκρότητα αὐτῶν θεωρῶν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον κατὰ τὴν ἐν πλάτει μέθεξιν. τῶν δὲ ἄλλων ὅ τε τῶν Στωικῶν ἀτελὴς δοκεῖ, μήτε τῶν ἀρετῶν τὸ ἀτελὲς μήτε τῶν ἄλλων τεχνῶν τὸ τέλειον θεασάμενος. καὶ γὰρ εἰ μὲν ἐν λόγῳ μόνῳ ἐθεωρεῖτο ἡ ἀρετή, ὁ τὸν λόγον ἔχων καὶ τὴν ἐπιστήμην οὐκ ἂν ἐπιτείνοιτο· εἷς γὰρ ὁ ἀληθὴς λόγος, ἀληθὴς δὲ ἀληθοῦς λόγος μᾶλλον οὐκ ἔστιν. εἰ δὲ τὴν ἐπιστήμην ἔχων ἐλλείποι κατὰ τὴν συνάσκησιν ἢ τὴν φύσιν, ἧττον ἂν εἴη δίκαιος, ὥστε εἰ ἡ τελεία ἕξις οὐκ ἐκ μόνων τῶν θεωρημάτων συνέστηκεν, ἀλλὰ καὶ ἐκ φύσεως καὶ ἔθους, εἴη ἂν ἄλλος ἄλλου δικαιότερος. καὶ ἐπὶ τῆς 〈γραμματικῆς〉 δὲ ὁ μὲν λόγος εἷς καὶ ὁ αὐτὸς ὁ συμπληρούμενος ὑπὸ τῶν θεωρημάτων, ἡ δὲ συνάσκησις, καθ’ ἣν ὁ ἀτελὴς γραμματικὸς θεωρεῖται, ποιεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τῷ διαφόρῳ τρόπῳ τῆς μετοχῆς τοῦ αὐτοῦ λόγου. ὡσαύτως δὲ καὶ εἷς μὲν ὁ λόγος τῆς λευκότητος, λευκοτέρα δὲ χιὼν λέγεται γάλακτος διὰ τὴν τοῦ μὴ λευκοῦ σύμμιξιν· ὅπου γὰρ ὕλης μίξις, ἀνάγκη μετέχειν τοῦ μὴ τοιούτου καὶ ἐπίτασιν γίνεσθαι καὶ ἄνεσιν. ἀλλὰ πῶς φησι λευκότερον γίνεσθαί τι μὴ πρότερον ὂν λευκὸν ἢ γραμματικώτερον, εἰ μηδέπω γραμματικός ἐστιν; ἀλλὰ μὴν οὐ λέγεται γραμματικὸς ὁ μὴ ἔχων, προκόπτων δὲ καὶ συνεγγίζων ἔτι πρὸς τὴν γραμματικήν, οὐδὲ λευκὸς ὡσαύτως. καὶ ὅταν δὲ τοῦτον τούτου μείζονα λέγωμεν, οὐδέτερός ἐστιν μέγας ἁπλῶς· ἓν γὰρ τὸ ἁπλῶς μέγα καὶ μέγιστόν ἐστιν καὶ μία ἡ ἁπλῶς γραμματικὴ καὶ μία ἡ ἄκρα ἀρετή.

在对各学派进行了总体审视之后,单独探究每一个学派也是相宜的。事实上,针对来自斯多亚学派的那些主张卓越之类是稳固的而中间之类容纳增强与减弱的人,值得提出疑问:那个具有德性但在持续操练或本性上有所欠缺的人,难道不会更少是卓越的吗?也许他们会说,德性作为知识,自身就具有牢固性;因为它是关于固有理路的观照者,并始终致力于依循自身做一切事,在知识的不可动摇的形式中稳固地确立自身并发挥现实活动。但是,在性质这种可变且受动的本质上,尤其是在依照他们的观点、由于他们声称性质也是物体从而德性自身内部也具有无限的扩张与收缩的情况下,这如何可能呢?那么,难道不是他们把古人论述其他原理的话转移到了不同的原理之上吗,除非他们确实是将卓越的状况设定在顶峰处,而不是在运动中予以考察,从而合乎情理地认为在它身上不应当考察增强与减弱。但如果是这样,那么在每一种技艺中也都有某种顶峰,其本身也是确立的;因为对于一切具有更多与更少的事物来说,无论如何都有某种顶峰。也许正是依照这一观念,亚里士多德所提及的那种见解——它不仅在德性上,而且在健康、文法及其他素质上也接受完全的状况——声称这些状况是不可增强与不可减弱的,而在更多或更少地分有这些状况的事物中考察增强与减弱。然而,不仅在技艺本身中,而且在德性本身中也能看到这一点;因为在德性中,有些是完全的,有些是不完全的——仅凭本性、仅凭习惯或仅凭理性的是不完全的,而由这三者共同完备起来的则是完全的——除非德性本身确实是完全而完满的,但只是被部分地分有,正如文法和其他每种技艺一样,因此不完全以及更多与更少是在分有中被考察的。但是,除了那些现存持有的素质之外,亚里士多德把什么样的素质看作完全的呢?难道是分离的形式和正义本身吗?抑或这对他是既不合惯例,也不适合于当下论题,而且那些也不能被称为素质?毋宁说,在审视了被分有的完全状况之后,依照与那些状况的关联,他意在表明不及它们的事物具有更多与更少。这一说法更为精确,它在所有的素质中既依照它们的极致考察完全者,又依照幅度中的分有考察更多与更少。而在其他见解中,斯多亚派的见解似乎是不完全的,它既没有看到德性中的不完全者,也没有看到其他技艺中的完全者。因为如果德性仅在理性中被考察,那么具有理性和知识的人就不会被增强;因为真实的理路是唯一的,而一个真实的理路并不比另一个真实的理路更是真实的。但如果某人具有知识,却在持续操练或本性上有所欠缺,他就会更少是正义的,以至于完全的状况如果不仅由诸定理构成,而且也由本性和习惯构成,那么一个人就会比另一个人更是正义的。在文法上也是如此,由诸定理所完备的理路本身是同一的,但不完全的文法家借以被考察的持续操练,却在对同一理路分有的不同方式中产生了更多与更少。同样,白的定义是唯一的,但雪由于混入了非白之物而被说成比牛奶更白;因为凡有质料混杂之处,就必然分有非此类的事物,并发生增强与减弱。但有人说,原本不是白的事物怎么会被说成变得更白,或者尚未成为文法家的人怎么会被说成更具文法才能呢?然而,不具有它的人并不被称为文法家,而是被称为正在进取并仍在接近文法的人,白也是同样。当我们说这一个比那一个更大时,两者都不是单纯地大;因为单纯地大且极大者是唯一的,单纯的文法是唯一的,极端的德性也是唯一的。

语法注3 条
  1. 5.8ἀπορῆσαι ἄξιον, εἰ μὴ ὁ ἔχων τὴν ἀρετήν, ἐλλείπων δὲ κατὰ συνάσκησιν ἢ τὴν φύσιν ἧττον ἂν εἴη σπουδαῖος

    εἰ 引导间接疑问句(“是否不……”),与 μή 连用表达反诘性或探讨性的疑问,构成主句谓语 ἀπορῆσαι ἄξιον 的补足语从句。

  2. 5.8εἰ μὴ ἄρα

    习惯搭配 εἰ μὴ ἄρα(“除非确实是……”,“抑或其实是……”)用来引入一个不大可能的例外或带有推测、讽刺意味的假定。

  3. 5.8παρὰ τὰς ἐχομένας

    παρά 带宾格意为“除了……之外”或“脱离……”,支配被动分词 τὰς ἐχομένας(在主体中“被持有的”/“现存的”状态),与分离的形式(理念)相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:286.34-288.15