← 辛普里丘

亚里士多德《范畴篇》注释

§285.15-286.34

相同定义与性质程度差异的根源

辛普里丘解释了为何唯有在容纳相同定义的事物之间才存在“更多与更少”的比较,并理清了图形和实体不容纳此性质的逻辑。此外,基于扬布利柯的提问,他论述了关于性质的增强与减弱之所以存在诸多分歧,源于性质本身的定义、分有者以及形式与质料的复合体这三者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8#2

ὅσα μὲν γὰρ ἐπιδέχεται τὸν τοῦ προκειμένου λόγον, καθ’ ὃ μᾶλλον ἢ ἧττον λέγεται,1 ταῦτα ῥηθήσεται μᾶλλον· ἐὰν δὲ μὴ ἐπιδέχηται, οὐ ῥηθήσεται τὸ ἕτερον τοῦ ἑτέρου μᾶλλον. οὐκ ἐπιδέχεται μὲν οὖν τὸ τρίγωνον τὸν τοῦ κύκλου λόγον, καὶ διὰ τοῦτο οὐκ ἂν εἴη τὸ τρίγωνον τοῦ τετραγώνου μᾶλλον κύκλος. τὸ μέντοι λευκὸν ἱμάτιον καὶ ἡ χιὼν καὶ πολλὰ λευκὰ ἐπιδέχεται τὸν τοῦ λευκοῦ λόγον, καὶ διὰ τοῦτο λευκὸν ἄλλο ἄλλου μᾶλλον εἶναι λέγεται. τί οὖν; ἆρα πάντα ὅσα ἐπιδέχεται τὸν αὐτὸν λόγον, ταῦτα καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται; ἢ οὐ πάντα· καὶ γὰρ πάντες μὲν οἱ κατὰ μέρος ἄνθρωποι ἐπιδέχονται τὸν τοῦ ἀνθρώπου λόγον, ἄνθρωπος δὲ ἀνθρώπου οὐκ ἔστι μᾶλλον ἄνθρωπος, ὥστε τῶν μὲν μὴ ἐπιδεχομένων τὸν αὐτὸν λόγον οὐδὲν ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τῶν δὲ ἐπιδεχομένων τὰ μὲν 〈ἐπι〉δέχεται, τὰ δὲ οὐκ ἐπιδέχεται. εἰ μὲν γὰρ οὐσίας ἐστὶν ὁ λόγος, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, διότι οὐδὲ ἡ οὐσία ἐπιδέχεται. ὁμοίως δὲ οὐδὲ ὁ ποσότητος ὡρισμένης ἢ τῶν πρός τι· τὸν γὰρ τοῦ διπλασίου λόγον ἐπιδέχεται καὶ τὰ τέσσαρα πρὸς δύο καὶ τὰ δύο πρὸς ἕν, καὶ οὐδέτερόν ἐστι μᾶλλον ἢ ἧττον οὐδετέρου διπλάσιον. εἰ μέντοι ποιότητός ἐστιν ὁ λόγος, οἷον λευκότητος ἢ γλυκύτητος, ἐπιδέχεται. εἰκότως δὲ ἐν τοῖς ὑπὸ τὸν αὐτὸν λόγον ἐστὶν τὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενα, διότι ἐν τούτοις ἡ σύγκρισις, ἀλλ’ οὐχὶ τοῖς ἐκβεβηκόσι τὸν αὐτὸν λόγον. εἰ οὖν μηδὲν τῶν σχημάτων ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐκ ἔστιν ἴδιον τοῦτο τῆς ποιότητος. ἀλλὰ ἴδιόν ἐστιν αὐτῆς τὸ ὅμοιον καὶ ἀνόμοιον· καὶ γὰρ καὶ κατὰ πάσης καὶ κατὰ μόνης τῆς ποιότητος κατηγορεῖται τὸ ὅμοιόν τε καὶ ἀνόμοιον. οὕτω μὲν οὖν ἡ λέξις τοῦ Ἀριστοτέλους αὐτάρκους ἔτυχεν διαρθρώσεως. Ζητεῖ δὲ ὁ Ἰάμβλιχος, διὰ τί τὸ μᾶλλον καὶ ἧττον ὡς κοινὸν τίθησι πλειόνων κατηγοριῶν, καί φησιν, ὅτι ἐν μετοχῇ ταῦτα θεωρεῖται, ἄλλου μὲν ὄντος τοῦ μεταλαμβάνοντος, ἑτέρου δὲ τοῦ μετεχομένου. καὶ εἰ μὲν μέθεξιν τὴν ἐν τῇ ὕλῃ λέγει, ἔδει καὶ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὰς ἄλλας κατηγορίας καθ’ ὅλας ἑαυτὰς δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· πᾶσαι γὰρ εἰς ὕλην προέρχονται. εἰ δὲ μετέχεσθαι τὰς ἐπεισιούσας λέγοι κατηγορίας, οἵα καὶ ἡ ποιότης ἐστὶν καὶ τὰ πρός τι, ἔδει καθ’ ὅλην ἑαυτὴν τὴν ποιότητα καὶ τὰ πρός τι δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. μήποτε οὖν τὸ μὲν ταῖς ἐπεισάκτοις ὑπάρχειν ἀληθές· καὶ ἐν τῇ ποιότητι δὲ τὰ οὐσιωδέστερα εἴδη, ὥσπερ τὰ σχήματα καὶ τὰ κατὰ τὸ μάλιστα θεωρούμενα,2 ὡς ἡ ἀρετή, ταῦτα τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται. Ἀλλὰ διὰ τί, φασίν, εἰς πολλὰς δόξας διαιρεῖται ἡ κατὰ τὰς ποιότητας τοῦ μᾶλλον καὶ ἧττον ἐπίτασίς τε καὶ ἄνεσις; ἢ καὶ ὁ λόγος αὐτὸς τῆς ποιότητος καὶ τὸ μετέχον καὶ τὸ σύνθετον τῆς τοιαύτης τῶν δοξῶν διαφορᾶς γέγονεν αἰτία, πολλὴν ἐν ἑαυτοῖς ἔχοντα τὴν διαφορὰν καὶ διαφόρους ἐννοίας ἀνακινοῦντα. καὶ γὰρ τὸν λόγον αὐτὸν τῆς ποιότητος οἱ μὲν ἑστάναι καθ’ ἕνα ὅρον νομίζουσιν, οἱ δὲ ἐπὶ μὲν τινῶν ἑστάναι, ἐπὶ δὲ τινῶν μή, οἱ δὲ μηδὲ ὅλως αὐτὸν ἑστάναι· ἔνυλον γὰρ αὐτὸν εἶναι καὶ μετὰ τῆς ὕλης, συναλλοιούμενον αὐτῆς τῇ ἀπεράντῳ φύσει· οἱ δὲ διαιροῦσιν αὐτόν, ἄλλον μὲν τὸν ἄυλον τιθέμενοι, ἄλλον δὲ τὸν ἔνυλον. καὶ πάντες οὗτοι περὶ τὰς διαφορὰς τῆς ποιότητος διακρίνονται· κατ’ ἄλλον δὲ τρόπον κατὰ τὰ μετέχοντα καὶ ὑποδεχόμενα τὸν λόγον γίνεται τῶν δοξῶν ἡ διαίρεσις, ὅταν λέγωμεν ‘πλατέως ἢ ἐν πλάτει μετέχει’, καὶ ὅτι μᾶλλον καὶ ἧττον μετέχει. τρίτη δὲ ἂν ἄλλη γένοιτο διαφορὰ κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν.3 δύο γάρ τινων συνιόντων ἡ τοῦ ἑτέρου ἐπικράτεια ἐπίτασιν ποιεῖ καὶ ἄνεσιν· ἐπικρατοῦντος μὲν γὰρ τοῦ εἴδους τὸ μᾶλλον συμβαίνει, ἐπικρατούσης δὲ τῆς ὕλης τὸ ἧττον. καὶ ὅταν μὲν τὸ εἶδος ἐπικρατῇ, ἕστηκεν καὶ ὁ λόγος ἐν ἑνὶ εἴδει ὡρισμένος καθ’ ἑαυτόν· ὅταν δὲ τὸ ὑποδεχόμενον, τότε ἀλλοίωσις γίνεται καὶ κίνησις ἐν αὐτῷ· ὅταν δὲ ἐξισάζῃ, τὰ μὲν οὕτως ἔχει τῶν μορίων, τὰ δὲ οὕτως, καὶ οὕτως αἱ διάφοροι γίνονται δόξαι.

因为凡是容纳当下论题——依照它而被说成更多或更少——的定义的事物,这些都将被说成更多;但如果不容纳,一者就不会被说成比另一者更多。因此三角形不容纳圆的定义,正因如此三角形不可能比四角形更是圆。然而白斗篷、雪以及许多白的事物都容纳白的定义,正因如此一个白事物被说成比另一个白事物更是白的。那么怎样呢?难道凡是容纳相同定义的事物,这些也都容纳更多与更少吗?抑或并非全都容纳?因为事实上所有个别的具体人都容纳人的定义,但人并不比人更是人;以至于在不容纳相同定义的事物中,没有一个容纳更多与更少,而在容纳相同定义的事物中,有些容纳,有些则不容纳。因为如果这定义属于实体,它就不容纳更多与更少,因为实体本身也不容纳。同样,确定数量的定义或关系的定义也不容纳;因为四对二与二对一都容纳两倍的定义,而哪一个都不比哪一个更多或更少是两倍。然而如果这定义属于性质,例如白或甜,它就容纳。容纳更多与更少的事物处于相同定义之下是合乎情理的,因为比较存在于这些事物之中,而不在脱离了相同定义的事物之中。因此,如果诸图形没有一个具有更多与更少,那么这就不是性质的特有属性。但相似与不相似乃是它的特有属性;因为相似与不相似既被述及所有性质,也被述及唯独性质。亚里士多德的文句就是这样得到了充分的阐发。 然而扬布利柯探讨了为何他将更多与更少作为多个范畴所共有的来设定,并说这是在分有中被考察的,分取者是一回事,被分有者是另一回事。如果他是指质料中的分有,那么实体、数量以及其他范畴就应当在其全体上容纳更多与更少;因为它们全都进入质料。但如果他是指后起的外来范畴被分有,例如性质和关系,那么性质在其全体上以及关系就应当容纳更多与更少。那么,或许归属于外来事物这一点是真实的;但在性质中,更具实体性的种,例如诸图形,以及在极点处被考察的种,例如德性,这些并不容纳更多与更少。 但他们说:为什么关于性质中更多与更少的增强与减弱会分化为如此多的见解?抑或正是性质本身的定义、分有者以及复合体成了造成这种见解差异的原因,它们自身包含着巨大的差异并引发了不同的观念?因为关于性质本身的定义,有些人认为它依据单一的界限而确立,有些人认为在某些情形下确立而在另一些情形下不确立,还有些人认为它根本不确立;因为他们认为它是具质料的且与质料共存,随着质料无定限的本性而一同变异;另有些人则对它进行区分,设定一种是非质料的,另一种是具质料的。所有这些人都是围绕性质的差异而被区分开的;但在另一种方式下,当我们说“广泛地或在幅度中分有”,以及分有得“更多与更少”时,见解的区分乃是依照分有并接受该定义的事物而发生的。而第三种不同的差异可以依据由两者构成的共有物而产生。因为当两个事物结合在一起时,一者的优势会产生增强与减弱;因为当形式占优势时便出现“更多”,当质料占优势时便出现“更少”。当形式占优势时,定义也自身被规定在单一形式中而确立;但当接受者占优势时,在其中就发生变异与运动;而当势均力敌时,部分中的一些如此,另一些则如彼,不同的见解便由此产生。

语法注3 条
  1. 5.8καθ’ ὃ μᾶλλον ἢ ἧττον λέγεται

    关系代词 ὃ 以 τοῦ προκειμένου(当下论题)为先行词,与介词 κατά 连用引导关系从句,表示依据或准则:“依照它[某物]被说成更多或更少”。

  2. 5.8τὰ κατὰ τὸ μάλιστα θεωρούμενα

    τὸ μάλιστα 作状语性宾格,意为“在最高程度上”或“在极点处”,整个带冠词分词短语指“在极点处被考察的那些事物”,如紧接着的 ὡς ἡ ἀρετή 所表明的,指处于完满顶点的状态(例如德性)。

  3. 5.8κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν

    对比前文所述的两个因素——即 λόγος αὐτός(形式定义)和 μετέχον(质料接受者),该介词短语指第三个因素,即两者的结合物(τὸ σύνθετον),意为“依照由两者构成的共有物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:285.15-286.34