← 辛普里丘

亚里士多德《范畴篇》注释

§26.26-28.11

同名异义词共同性与指称意义的疑难与化解

辛普里丘探讨了关于同名异义者的疑难:如果名称有意义则因特有化而不再共通,若无意义则根本不是名称;他通过论证名称作为不定的共通物而被指定来化解该难题,并指出亚里士多德对同名异义者的整个描述本身正是由同名异义词构成的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#4

εἰ οὖν μηδὲν σημαίνει, οὐδὲ ὄνομα ἂν εἴη, ὥστε οὐδὲ ὁμώνυμον· τὰ γὰρ ὁμώνυμα κοινὸν ἔχειν ὄνομα ἐλέγετο. εἰ δὲ προσθήκης δεῖταί τινος πρὸς τὸ σημᾶναι τί τῶν πολλῶν ἐκείνων ἐστὶ τὸ ῥηθέν, οἷον ὅτι τὸν ἀστρῷον λέγει ἢ ἄλλον τινὰ τῶν κυνῶν, οὐκέτι κοινὸν μένει τὸ ὄνομα· τῇ γὰρ προσθήκῃ, καθ’ ἣν μάλιστα σημαίνει ὃ βούλεται, ἰδιωθήσεται· ὥστε εἰ μὲν μὴ σημαίνει τι, οὐκ ἔστιν ὄνομα τὸ ἐπὶ τῶν ὡς ὁμωνύμων ἀποδοθέντων λεγόμενον· εἰ δὲ τῇ προσθήκῃ τῇ ἴδιον ἑκάστου ποιούσῃ τὸ ὄνομα σημαίνει, οὐκέτι καθὸ κοινοῦ ὀνόματος μετέχει ὁμώνυμά ἐστιν, ὁπότε τὸ μετὰ τῆς προσθήκης οὐκέτι οὔτε ὄνομα μόνον ἐστίν, ἀλλὰ λόγος. ὥστε κἂν μὴ σημαίνῃ τι, οὐκ ἔστιν ὄνομα· τὸ γὰρ ὄνομα σημαντικὸν εἶναι βούλεται· κἂν σημαίνῃ μὲν μετὰ τῆς προσθήκης δέ, πάλιν οὐκ ἔστιν ὄνομα ἀλλὰ λόγος διὰ τὴν τῆς διαφορᾶς προσθήκην, ἀλλ’ οὐδὲ κοινὸν ἔτι διὰ τὴν διαφοράν. ὅλως δὲ κατ’ οὐδὲν τῶν τοῦ κοινοῦ σημαινομένων εἴη ἂν κοινὸν τὸ τῶν ὁμωνύμων λεγόμενον ὄνομα· οὔτε γὰρ κατὰ τὸ διαιρετὸν κοινόν· ἄλλο γὰρ ἄλλης συλλαβῆς τοῦ ὀνόματος μετέχον οὐκέτι ἂν εἴη ὁμώνυμον· οὔτε κατὰ τὸ ὅλον μὲν ἄλλοτε δὲ ἐν ἄλλου χρήσει γινόμενον· ἅμα γὰρ ἑκάστῳ τῶν ὁμωνύμων λεγομένων ὑπάρχει τὸ ὄνομα· οὔτε κατὰ τὸ ἓν προκαταλήψει καὶ ἰδιότητι ἅμα, καὶ διότι ἔμελλεν ἕκαστον ἄλλοτε ἄλλο μεταλαμβάνειν ὄνομα, ὡς ἐν τῷ θεάτρῳ τοὺς τόπους, καὶ οὐκέτι πάλιν ὁμώνυμα· ἀλλὰ μὴν οὐδὲ ὡς ἡ φωνή· ἡ μὲν γὰρ φωνὴ τὴν αὐτὴν πᾶσιν ἐμποιεῖ διάθεσιν τοῖς ἀκούουσιν, τὸ δὲ ὁμώνυμον ἄλλην ἄλλοις ἔννοιαν παρέχεται, εἴπερ ἄρα τι σημαίνει, εἰ δὲ μὴ ἄλλην ἄλλοις, ἀσήμαντον μένει καὶ οὐκέτι ἐστὶν ὄνομα. τινὲς δὲ λύοντες τὴν ἀπορίαν φασὶν ὅτι οὐ πᾶν ὄνομα σημαντικόν ἐστιν· τριχῶς γὰρ τοῦ ὀνόματος λεγομένου, τοῦ μὲν κατὰ τὸν χαρακτῆρα, κἂν μὴ κατατεταγμένον ᾖ ἐπί τινος σημαινομένου, ὡς τὸ βλίτυρι, τοῦ δὲ κατατεταγμένου μὲν μὴ μέντοι χαρακτῆρα ἔχοντος ὀνόματος, ὡς ὁ ἀλλὰ μήν σύνδεσμος ὄνομα τῷ οἰκέτῃ τεθεὶς ὑπὸ τοῦ Διοδώρου τοὺς τῆς γραμματικῆς διορισμοὺς διαπαίζοντος καὶ τοὺς φύσει λέγοντας εἶναι τὰ ὀνόματα, τοῦ δὲ καὶ χαρακτῆρα ἔχοντος ὀνοματικὸν καὶ κατατεταγμένου, ὡς τὸ Σωκράτης καὶ Πλάτων καὶ τὰ ἄλλα τὰ ὀνόματα λεγόμενα, τί κωλύει τὸ ὁμώνυμον ἀκατάτακτον εἶναι, χαρακτῆρα ἔχον ὀνόματος; δύναται γὰρ κοινὸν εἶναι χωρὶς τῆς κατατάξεως λαμβανόμενον. ἀλλ’ ἀδύνατον, φαῖεν ἄν, τοιοῦτον εἶναι τὸ ἐν τῷ ὅρῳ τῶν ὁμωνύμων παρειλημμένον ὄνομα· τὸ γὰρ ὧν ῥηθὲν1 ἀφορίζει τινὰς εἰς οὓς κατετάχθη, τὸ δὲ τῷ χαρακτῆρι μόνον ὄνομα οὐ κατατέτακται. εἰ οὖν ἀκατάτακτον, οὐκ ἂν ὑπάγοιτο τῷ ὁρισμῷ, ἢ εἰ κατατεταγμένον εἴη, οὐκ ἂν εἴη κοινόν· οὐδὲ γὰρ κοινὴ εἶναι ἡ κατάταξις δύναται. ἀλλὰ καὶ τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος ὡς κατατεταγμένου πάντως ἐστίν· τὸ γὰρ τὸν χαρακτῆρα μόνον ἔχον οὐδὲ λόγον ἔχει τινά· τίς γὰρ ἂν εἴη λόγος τοῦ βλίτυρι, μηδὲν σημαίνοντος; εἰ δὲ κατατέτακται, οὐκ ἔστιν κοινόν, ὡς οὐδὲ οἱ ὅροι κατὰ τὴν διάφορον κατάταξιν τὸ διάφορον ἔχοντες. μήποτε οὖν2 τὸ ὁμώνυμον ὄνομα, ἅτε ὄνομα ὂν καὶ οὐ πρᾶγμα, πλείοσιν καὶ διαφόροις ἐφαρμόζειν δύναται, καὶ διὰ τοῦτο ῥηθέντος ἄδηλον ἐφ’ ᾧ λέγεται, ἕως ἂν διορισθῇ· διορισθὲν δὲ οὐκέτι μόνον ἐστὶ τὸ κοινὸν ὄνομα, ἀλλὰ προσέλαβεν καὶ διαφοράν, ὥστε σημαίνειν ἕν. τὸ δὲ κοινὸν καὶ ἀόριστον σημαίνει τὸ ἐν πᾶσι τοῖς ὁμωνύμοις κοινῶς καὶ ἀδιαιρέτως κατατεταγμένον, ὅπερ μετὰ τοῦ διορισμοῦ ληφθὲν τὸ κοινὸν ἰδιωθὲν καὶ ἀπομερισθὲν παρίστησιν. οὐ καλῶς οὖν λέγουσιν ὅτι εἰ σημαίνει, οὐκ ἔστιν κοινόν· ἔστιν γὰρ καὶ τοῦ κοινοῦ σημασία καὶ κατάταξις ὡς κοινοῦ. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὴν ὅλην τῶν ὁμωνύμων ὑπογραφὴν δι’ ὁμωνύμων ἐποιήσατο· καὶ γὰρ τὸ ὄνομα καὶ τὸ μόνον καὶ τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων ἐστὶ καὶ μᾶλλον καθ’ ὁμωνυμίαν ὑπαρχόντων.

因此,如果它什么都不意味着,它甚至不会是一个名称,从而亦不会是同名异义者;因为同名异义者曾被说成具有共通的名称。但若为了表明在那多数事物中被说出的是哪一个,它需要某种附加——例如表明他指的是天体之狗还是狗之中的某种其他者——,该名称便不再保持为共通的;因为由于这一最能表明他所欲指之物的附加,它将被据为特有。从而,如果它不意味着什么,被用来述说作为同名异义者被提出的事物的那一词项便不是名称;而若是通过使名称成为各自特有的附加来表明意义,它们便不再是由于分有共通的名称而是同名异义者,因为伴有附加的词项不再仅仅是名称,而是一句言说。因此,若它不意味着什么,它既不是名称,因为名称本意是要有意义的;而若虽具有意义却伴随着附加,它又由于差别的附加而不再是名称而是一句言说,并且由于这一差别亦不再是共通的。总之,被称为同名异义者的名称在‘共通的’的任何意义上都不可能是共通的:因为它既不是作为可分割之物的共通——因为分有名称的不同音节的事物不再会是同名异义的;亦不是作为整体而在不同时间供不同之人使用的共通——因为名称同时属于被称为同名异义者的每一个事物;亦不是作为通过先占与特有性而同时为单一之物的共通,且因为各事物本该像剧场中的座位那样在不同时间分有不同的名称,从而它们又不再是同名异义者;并且它绝非像声音那样的共通——因为声音在所有听者心中造成相同的状态,而同名异义词若果真意味着什么,则在不同人心中引起不同的概念,若不在不同人心中引起不同的概念,则保持为无意义,从而不再是名称。 然而,某些人化解这一疑难说,并非所有名称都是有意义的;因为‘名称’是以三种方式被述说的:一种是依其形式特征,即便未被指定于任何被意味之物,如‘布利提里’;另一种是被指定了但没有名称的形式特征,如连词‘再者’被狄奥多洛命为仆人的名字,以戏弄文法学的界定和那些主张名称出于自然的人;第三种是既具有名词的形式特征又被指定了的,如‘苏格拉底’、‘柏拉图’及其他被称为名称的词项——那么,何妨认为同名异义词是未被指定的、仅具有名称的形式特征之物呢?因为在脱离指定而被把握时,它是能够成为共通的。但他们会反驳说,被引入同名异义者定义中的名称不可能是此类事物;因为说出的‘其’(ὧν)字限定了它所被指定归属的某些事物,而仅仅依形式特征为名称者是未被指定的。因此,若它是未被指定的,便不会归入该定义;或者,若它是被指定的,它便不会是共通的,因为指定本身亦不可能是共通的。此外,‘依名称而言的说明方式是不同的’这一规定亦完全属于被指定者;因为仅具有形式特征者根本没有任何说明方式——因为对于毫无意义的‘布利提里’,能有什么说明方式呢?而若它已被指定,它就不是共通的,正如依照不同的指定而具有差异的各定义亦不是共通的一样。 或许,同名异义的名称由于是名称而非事物,能够适用于多数且不同的事物,正因如此,当它被说出时,在被界定之前尚不清楚它是对何物而言的;而一旦被界定,它便不再仅仅是共通的名称,而是亦接纳了差别,从而意味着单一之物。而共通且不定的名称则意味着在所有同名异义者中被共通且不可分地指定之物,而它与界定一同被把握时,便将共通者呈现为特有化和被分划之物。因此,他们说‘若具有意义便不是共通的’是不妥当的;因为对于共通者而言,作为共通者亦存在着意义和指定。 值得注意的是,他用同名异义的词语构建了同名异义者的整个描述;因为‘名称’、‘仅仅’和‘共通的’都属于以多种方式被述说的事物,并且更多是依同名异义性而存在的。

语法注2 条
  1. 1.1τὸ γὰρ ὧν ῥηθὲν

    中性单数冠词 τὸ 实词化了被引用的关系代词 ὧν,并由被动态分词 ῥηθέν 作后置修饰(“被说出的‘其’字”)。该结构作为主语,直接指向亚里士多德定义开头的词句(ὧν ὄνομα μόνον κοινόν)。

  2. 1.1μήποτε οὖν

    μήποτε 接直陈式(此处为 δύναται)用于表达委婉的断定或建设性提议(“或许……”、“莫非……”)的惯用句法。在否定了前人不足的解决方案后,引出注释家本人的正面解答。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:26.26-28.11