- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:274.9-275.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察并批判了普罗提诺对性质的划分(如划分为物体的与灵魂的,以及依据有益与有害的划分),随后指出亚里士多德在其他著作中提出的能动与受动、理性与非理性能力的划分,并非用于划分性质的最初诸类属。
ὅταν δέ τις ποιότητα μὴ ὡς ποιότητα διαιρῇ, τοῦτο δέ ἐστιν ὡς ὅλην πανταχοῦ παροῦσαν καθ’ ὅσον ἐστὶν ποιὰ καὶ ὡς τὴν αὐτὴν οὖσαν ἔν τε τοῖς μικροῖς καὶ μεγάλοις καὶ ἐν ὁποιοισοῦν μέρεσιν, ὡς τὴν γλυκύτητα τοῦ μέλιτος ἐν ὁποσοισοῦν τοῦ μέλιτος ὄγκοις, οὗτος οὐκ ὀρθῶς ποιεῖται τὴν διαίρεσιν· οὐ γὰρ ᾗ πέφυκεν, ταύτῃ τέμνειν αὐτὴν ἐπιχειρεῖ. μήποτε δὲ οὐδὲ τοῦτο μὲν ἀληθές,1 ὅτι πᾶσα ποιότης δι’ ὅλου κεχώρηκεν τοῦ ποιοῦ, εἴπερ τὸ τέταρτον εἶδος τῆς ποιότητος κατὰ τὸ ἐπιπολῆς ἐθεωρεῖτο καὶ εἰ τὸ τρίγωνον καὶ τῶν ἄλλων τῶν τοιούτων σχημάτων ἕκαστον, ἔχον μὲν γραμμάς, ἔχον δὲ καὶ γωνίας, οὐχ ὅλον πανταχοῦ πάρεστιν· οὐ γὰρ ἐν ταὐτῷ πᾶσαι αἱ γραμμαὶ οὐδὲ αἱ γωνίαι μετὰ τῶν γραμμῶν εἰσιν· ἔπειτα οὐχ ἡ αὐτὴ ποιότης, οἷον ἡ σωφροσύνη ἢ ἡ μελανία, ψυχῇ καὶ σώματι πάρεστιν. οὐδὲν οὖν ἄτοπον κατὰ τοῦτο ψυχικὰς καὶ σωματικὰς ποιότητας διαιρεῖν. ἀλλὰ τὸ ἀπὸ τῶν ἐνεργειῶν διαφόρων οὐσῶν τεκμαίρεσθαι τὰς διαφόρους ποιότητας, ὅταν γίνωνται κατ’ αὐτάς, τὰ περὶ τῶν δυνάμεων εἰς τὰς ποιότητας μετάγει· αἱ μὲν γὰρ δυνάμεις ἀφανεῖς οὖσαι ἐκ τῶν ἐνεργειῶν ἃς ἐπιφέρουσιν διαγινώσκονται, αἱ δὲ ποιότητες ἐμφανῆ ποιὰ ἐπιδεικνύουσαι διὰ τῶν ὁρωμένων ποιῶν ἑτέρων ὄντων καὶ αὐταὶ κατὰ τὰ κυριώτατα γένη διακριθήσονται. ἀλλὰ κἀνταῦθα προσεκτέον ὡς καὶ αἱ ποιότητες δυνάμεις ἔχουσιν, καὶ οὐδὲν ἄτοπον ἀπὸ μὲν τῶν ἐνεργειῶν τὰς δυνάμεις, ἀπὸ δὲ τῶν δυνάμεων τὰς ὑπάρξεις διαγινώσκεσθαι. ἀλλ’ ὅταν τῷ ὠφελίμῳ καὶ βλαβερῷ τὰς ψυχικὰς καὶ σωματικὰς διαιρῇ ποιότητας ὁ Πλωτῖνος καὶ αὖθις τὰς ὠφελείας καὶ τὰς βλάβας διαιρῇ, ὡς οἰκείας ταύτας διαφορὰς ποιότητος νομίζων, διότι ἀπὸ ποιότητος ὠφέλεια πᾶσα καὶ βλάβη παραγίνεται, οὐκ οἰκείως οὐδὲ ἐνταῦθα ποιεῖται τὴν διαίρεσιν, καὶ ὅτι μέτεισιν ἀπὸ τοῦ ποιοῦ ἐπὶ τὰ πρός τι·2 τὸ γὰρ μέλι τὸ αὐτὸ ὂν κατὰ τὴν ποιότητα πρὸς μὲν τόνδε ὠφέλιμόν ἐστιν, πρὸς δὲ τόνδε βλαβερόν, καὶ τὸ μύρον τοῖς μὲν ἄλλοις ἡδὺ καὶ ὠφέλιμον, τοῖς δὲ κανθάροις βλαβερὸν καὶ ὀλέθριον, ὥστε τὸ ὠφέλιμον καὶ βλαβερὸν οὐ ποιόν ἐστιν, ἀλλὰ πρός τι. ἔπειτα τί μᾶλλον ποιότητος διαφορὰς αἱ ὠφέλειαι καὶ βλάβαι παρέχονται ἢ οὐσίας ἢ τοῦ ποιεῖν; καὶ γὰρ ἐν τούτοις ὠφέλειαι καὶ βλάβαι θεωροῦνται. ὅτι δὲ καὶ τὸ ποσὸν εὐστόχως εἰς δύναμιν συναρμοσθὲν καὶ πάλιν αὖ μὴ συναρμοσθὲν ὠφελείας πολλῆς καὶ βλάβης αἴτιον γίνεται, δηλοῖ τῶν Ἀσκληπιαδῶν ἡ τέχνη καὶ τὰ ὑπ’ αὐτῶν περὶ τῆς τοῦ ποσοῦ συμμετρίας παραγγελλόμενα. πρὸς δὲ τούτοις, εἰ μὲν ἐνήργουν αἱ ποιότητες καὶ κατ’ ἐνέργειαν παρείχοντο τὰ ποιά, ἐνῆν λέγειν ὡς ὠφελοῦσιν αὗται ἢ βλάπτουσιν· εἰ δὲ τῷ ἔχεσθαι ποιοῦσιν,3 οὐδεμίαν βλάβην ἢ ὠφέλειαν ἀφ’ ἑαυτῶν ἐμποιοῦσιν, καθ’ ὅσον εἰσὶ ποιότητες. καθόλου δὲ πᾶσαι αἱ τοιαῦται διαιρέσεις ἀνοίκειοί εἰσιν ὡς κατὰ τὸ πρός τι μᾶλλον, ἀλλ’ οὐ καθὸ ποιότητες διαιρούμεναι. Μετὰ δὲ τὸν μέγαν Πλωτῖνον σκεπτέον καὶ ἣν Ἀριστοτέλης ἐν ἄλλοις ἐκτίθεται διαίρεσιν. δύο γὰρ δυνάμεις καὶ οἱονεὶ ἀρχὰς θείς, τὴν μὲν ποιητικήν, τὴν δὲ παθητικήν, τούτων τὰς μὲν ἐν ἀλόγοις ἀλόγους τίθησιν, τὰς δὲ ἐν λογικοῖς λογικάς, οἷον τὴν ἐν τῷ θερμῷ τοῦ θερμᾶναι ἄλογον, λογικὴν δὲ τὴν ἐν τῇ ἰατρικῇ. διὸ καὶ τὴν μὲν ἑνὸς εἶναι μόνου ποιητικήν, τὴν ἄλογον· οὐκέτι γὰρ καὶ τοῦ ψῦξαι ἔχει ἡ θερμότης τὴν δύναμιν· αἱ δὲ λογικαὶ τῶν ἐναντίων εἰσὶν παρεκτικαί τε καὶ γνωστικαί. αἴτιον δέ, ὅτι πᾶς λόγος δηλοῖ τό τε πρᾶγμα καὶ τὴν στέρησιν αὐτοῦ, πλὴν οὐχ ὁμοίως οὐδὲ ἀμφοτέρων ἐφιέμενος, ἀλλὰ τοῦ μὲν καθ’ ἑαυτό, τοῦ κρείττονος, τοῦ δὲ κατὰ συμβεβηκός, τοῦ χείρονος, ὥσπερ ὑγείας καὶ νόσου ἡ ἰατρική. ἡ διαίρεσις αὕτη συνομολογεῖται μὲν Ἀριστοτέλους εἶναι, οὐ μὴν ἐπὶ τῶν πρώτων γενῶν τῆς ποιότητος παρειλημμένη, ἴσως δὲ οὐδὲ ἐπὶ ποιότητος ὅλως, καὶ δεῖ τὰς παρὰ τοῖς παλαιοῖς διαιρέσεις μὴ μεταφέρειν ἀπ’ ἄλλου γένους εἰς ἄλλο, ἀλλ’ ἐπὶ τούτων ἐφ’ ὧν εἰσιν παραδεδομέναι φυλάττειν αὐτάς. ταῦτα μὲν οὖν περὶ τῆς διαιρέσεως εἰρήσθω. καὶ πᾶσιν δὲ τοῖς εἴδεσι τῆς ποιότητος καὶ κοινῶς τῷ περὶ αὐτῆς λόγῳ παράκεινταί τινες ἐπιστάσεις τοιαῦται.
当有人不是把性质作为性质来划分时——这就是说,没有把它作为就其为有性质之物而言在各处全体现存之物,并且在小事物和大事物中以及在无论何种部分中都是同一之物来划分,就像蜂蜜的甜味在无论多大的蜂蜜容积中都是同一的那样——这个人所做的划分便是不正确的;因为他企图切分它并非依照它本来的本性。 然而,或许即便这也不是真实的,即每一性质都贯穿了有性质之物的全体,既然性质的第四个种相被考察为在表面上,并且既然三角形以及每一其他此类图形,虽具有线又具有角,却并非在各处全体现存;因为并不是所有的线都在同一个地方,角也并非与线同处;再者,同一种性质,例如节制或黑色,并不是同时现存于灵魂与身体之中。因此,依照这一点将灵魂的性质和身体的性质区分开来,并无不当之处。 但是,当各种活动依照性质产生时,由于诸活动是不同的而推断出不同的性质,这便把关于潜能的事项转移到了性质之上;因为诸潜能是不可见的,是从它们所引起的活动中被辨识出来的,而诸性质展示出明显的有性质之物,通过所见到的不同有性质之物,它们自身也将依照最主导的类属被区分开来。但是在此处也必须注意,性质同样拥有潜能,而从诸活动辨识出诸潜能、从诸潜能辨识出诸实在存在,并无不当之处。 然而,当普罗提诺用有益与有害来划分灵魂的和身体的性质,并且又进一步划分益处与害处,认为这些是性质特有的差异,因为一切益处与害处皆源自性质时,他在此处所作的划分同样是不恰当的,也因为他从有性质之物越界到了相对者;因为同一性质的蜂蜜对于某人是有益的,对于另一人却是有害的,香膏对于其他人是愉悦且有益的,对于金龟子却是有害且致命的,因此有益与有害并不是性质,而是相对者。再者,益处与害处凭什么更多地提供性质的差异,而非提供实体的或作用的差异?因为在这些之中益处与害处同样被考察到。而数量若得当地与潜能相协调,或者反之不相协调,就会成为巨大益处与害处的原因,阿斯克勒庇俄斯后裔的技术以及他们关于数量均称所提出的训诫清楚地表明了这一点。此外,如果诸性质是在活动并且依现实活动提供有性质之物,本可以说它们是有益或有害的;但如果它们是通过被具有而起作用,那么只要它们是性质,它们自身就不产生任何害处或益处。总的来说,所有此类划分都是不恰当的,因为它们更多是依照相对者被划分,而不是就其作为性质而言被划分。 在伟大的普罗提诺之后,还必须考察亚里士多德在其他著作中所陈述的划分。因为他设定了两种潜能、可谓本原,一种是能动的,另一种是受动的,并把它们之中在非理性事物中的设定为非理性的,在理性事物中的设定为理性的,例如在热之物中加热的能力是非理性的,而在医术中的能力则是理性的。因此非理性的能力仅仅能产生单一事物;因为热不再具有致冷的能力;而理性的诸能力则既能产生也能认识相反的事物。其原因在于,每一理性原则都既阐明事物本身,也阐明其匮乏,只是并非同样地阐明两者,亦非希求两者,而是就其自身追求较好的那一个,附带地涉及较差的那一个,正如医术之于健康和疾病。这种划分固然公认属于亚里士多德,然而它并不是针对性质的最初诸类属而被采用的,甚至或许根本不是针对性质的;人们不应当把古人那里的划分从一个类属转移到另一个类属,而应当在它们被传授的那些事物上保留它们。关于划分,就谈到这里。对于性质的一切种相以及关于性质的共同论述,还附带着某些此类疑难。
- 5.6μήποτε δὲ οὐδὲ τοῦτο μὲν ἀληθές
此处 μήποτε 并非引导直接疑问,而是表达审慎的怀疑或假定性陈述(“或许即便这也不是真实的”),系词(ἐστί)被省略。此外,连接质词 μέν 在后文中没有严格对应的 δέ,用以引出论者的初步质疑。
- 5.6καὶ ὅτι μέτεισιν ἀπὸ τοῦ ποιοῦ ἐπὶ τὰ πρός τι
此处 ὅτι 从句不同于前文从属于 νομίζων 的 διότι 原因从句,直接说明普罗提诺的划分不妥当(οὐκ οἰκείως... ποιεῖται τὴν διαίρεσιν)的理由(“也因为……”)。καί 起副词性的递进作用(与下文的 ἔπειτα 相呼应),在句法上引出否定该分类的依据。
- 5.6εἰ δὲ τῷ ἔχεσθαι ποιοῦσιν
τῷ ἔχεσθαι 是定冠词与被动态不定词构成的与格,表示手段或方式(“通过被具有”),与前文的 κατ’ ἐνέργειαν(“依现实活动”)形成对照。动词 ποιοῦσιν 在此处承前省略了宾语(赋予有性质之物),起不及物或使役性的作用(“发挥效用”)。
