- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:275.26-277.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了将性质划分为种相的差异如何内在共存于同一类属之中而无需陷入无穷倒退,阐明差异自身即是自身差异,讨论了偶性性质能否成为实体性差异,并转向考察性质的本己属性。
Ἐπεὶ δὲ καὶ τὴν οὐσίαν ταῖς κατὰ ποιότητα διαφοραῖς διαιροῦμεν, οἷον τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον λέγοντες καὶ τὰς πράξεις τὰς μὲν καλάς, τὰς δὲ αἰσχρὰς τιθέμενοι, ζητεῖν χρή, πῶς ἄν τις τὸ ποιὸν διέλοι κατ’ εἴδη καὶ ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ ποίου γένους. τὸ γὰρ ποιότητι λέγειν ἑαυτῷ ἐστι λέγειν1 καὶ ὅμοιον ὡς εἴ τις διαφορὰς οὐσίας 〈οὐσίας〉 ἐποιεῖτο καὶ τὴν διαφορὰν λέγοι διαφορᾷ διαφέρειν, ἐπειδὴ πᾶν τὸ διαφέρον διαφορᾷ διαφέρει, καὶ οὕτως ἐπ’ ἄπειρον ἀνάγκη ἰέναι. τίνι οὖν διαιροῦμεν τοὺς χυμοὺς ἀπὸ τῶν χρωμάτων; εἰ γὰρ τοῖς διαφόροις αἰσθητηρίοις, οὐκ ἔσται ἐν τοῖς ὑποκειμένοις, ἀλλὰ περὶ ἡμᾶς ἡ διαφορά. κἂν συγχωρήσῃ δέ τις τῇ τοιαύτῃ διαφορᾷ, τὰ κατὰ τὴν αὐτὴν αἴσθησιν τίνι διοίσει, οἷον τὸ λευκὸν τοῦ μέλανος ἢ τὸ γλυκὺ καὶ τὸ στῦφον; εἰ δὲ ὅτι τὸ μὲν διακριτικόν, τὸ δὲ συγκριτικὸν τὸ μὲν ὀμμάτων, τὸ δὲ γλώττης, πρῶτον μὲν ἀμφισβητεῖται περὶ τῶν παθῶν, εἴτε διακρίσεις εἰσὶν εἴτε συγκρίσεις· ἔπειτα ὁ ταῦτα λέγων οὐκ ἐκεῖνα οἷς διαφέρει εἴρηκεν, ἀλλὰ τὰ ἀπ’ αὐτῶν πάθη. ῥητέον δὲ πρὸς ταῦτα, ὡς ἐν ἑκάστῳ τῶν ἐν ταῖς κατηγορίαις γενῶν καὶ τῶν ἐν αὐταῖς λόγων πολλὴ μέν ἐστιν οἰκεία ταὐτότης, καθ’ ἣν οἱ αὐτοὶ λόγοι ἐπὶ πλειόνων θεωροῦνται, πολλὴ δὲ ἔνεστιν καὶ σύμφυτος ἑτερότης, καθ’ ἣν τὰ εἴδη διακρίνεται χωρὶς ἀπὸ τοῦ γένους· αὕτη δὲ οὐκ ἔξωθεν ἐπεισέρχεται διαφορότης, ἀλλ’ ἐν ἑκάστῳ τῶν γενῶν σύμφυτός ἐστιν. οὐκ ἄρα δεῖ ζητεῖν, εἰ περὶ τὴν οὐσίαν ἔσται οὐσία καὶ περὶ τὴν ποιότητα ποιότης, καθ’ ἣν τὰ ἐν ἑκατέρῳ τούτων τῶν γενῶν εἴδη διέστηκεν ἀπ’ ἀλλήλων. οὐ γὰρ ἔξωθεν ἑκάστου γένους αἱ τῶν εἰδῶν ἐπεισέρχονται ποιητικαὶ διαφοραί, ἀλλ’ ἐν ἑκάστῳ γένει συνυπάρχουσιν. οὐ γὰρ ἔσται εἴδη τῶν ἐν ἑκάστοις γενῶν, εἰ μὴ ἀφ’ ἑαυτῶν ἔχοι τὰς οἰκείας διαφορὰς συμφύτους τὰ γένη ὡς περιεχομένας ὑπὸ τῶν γενῶν· εἰ δὲ ἔξωθεν αὐτὰς προσθήσομεν, οἷον ἀπ’ ἄλλου γένους, σύμμιξις ἔσται πλειόνων κατηγοριῶν τὰ ὑφ’ ἕκαστον γένος εἴδη, καὶ οὐκέτι ὑπὸ τὴν αὐτὴν κατηγορίαν ταχθήσεται τό τε ἀνωτάτω γένος ἑκάστης καὶ τὰ περιεχόμενα ὑπὸ τῶν γενῶν εἴδη. μία μὲν οὖν ἔστω λύσις αὕτη τῶν ἠπορημένων· ἑτέρα δέ, ὡς τῶν μὲν ἄλλων δεῖ διαφορὰς ζητεῖν, οἷς χωριοῦμεν ἕκαστα ἀλλήλων, τῶν δὲ διαφορῶν διαφορὰς ἀδύνατον εἶναι κατὰ λόγον· αὐταὶ γὰρ ἑαυτὰς διαφέρουσιν ἀφ’ ἑαυτῶν ἀρχόμεναι τῆς οἰκείας δυνάμεως,2 μᾶλλον δὲ οὐδὲ δέονται τοῦ διαφορεῖσθαι αὐτοδιαφοραὶ οὖσαι, ὥσπερ οὐδὲ ἡ ἑτεροιότης τοῦ ἑτεροιοῦσθαι· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἰδιοτήτων αὐτὸ ἕκαστον οὐκ ἂν λέγοιτο μετέχειν ἑαυτοῦ, οἷον τὸ ἴσον οὐκ ἄν τις ἰσῶσθαι λέγοι ἢ τὸ καλὸν κεκαλλύνθαι. ὥστε τὸ μὲν διαφέρον διαφορᾷ πάντως διαφέρει, ἀλλὰ τὰ μὲν ἄλλα πάντα ἑτέρᾳ οὔσῃ παρ’ ἑαυτὰ τῇ διαφορᾷ διαφέρει, ἡ δὲ διαφορὰ ἑαυτῇ διαφέρει, μᾶλλον δὲ αὐτοδιαφορά ἐστιν. καὶ οἱ Στωικοὶ δὲ ποιότητας ποιοτήτων ποιοῦσιν ἑαυτῶν ποιοῦντες ἑκτ〈ικ〉ὰς ἕξεις. οὐ δέονται γὰρ οὐκέτι τῶν τὰς διαφορὰς παρεχουσῶν· αὐταὶ γὰρ ἑαυταῖς αἱ ποιότητες ἀλλήλων διαφέρουσιν. οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας διαφορῶν διαφορὰς ζητοῦντες ἐπ’ ἄπειρον ἐξέπεσον. Ἐπιστῆσαι δὲ καὶ τοῦτο χρή, εἰ πᾶσα ποιότης δύναται γενέσθαι οὐσιώδης διαφορά. ἢ ἐπὶ μὲν τῶν σωμάτων ἀνάγκη συγχωρεῖν· ἡ γὰρ λευκότης συμβεβηκὸς οὖσα οὐσιώδης διαφορὰ γίνεται ἐπὶ ψιμυθίου· ἐπὶ δὲ τῶν ἐπιστημῶν πῶς ἔχει; ἢ καὶ ἡ γραμματική, ἥτις εἴη ψυχῆς ἢ φύσει τοιαύτη, γένοιτο ἂν εἰδοποιὸς διαφορά. καὶ τοῦτο δὲ προσθετέον, ὅτι ταῖς ποιότησι συντακτέον τοὺς κατ’ αὐτὰς ποιούς, καθ’ ὅσον περὶ αὐτούς εἰσιν αἱ ποιότητες, μὴ προσποιουμένους τὸ ὑποκείμενον μηδὲ κατὰ σύλληψιν τοῦ ὑποκειμένου ποιοῦντας τὸ ποιόν,3 ἵνα μὴ κατηγορίαι δύο νοῶνται, ἀλλ’ εἰς τοῦτο ἀνιόντας ἀπ’ αὐτῶν, ἀφ’ οὗ λέγονται. οὐδὲν δὲ χεῖρον ὑπομνῆσαι πάλιν, ὅτι αἱ νοηταὶ ποιότητες καὶ αἱ αἰσθηταὶ οὐδαμῶς ὑπὸ τὸ αὐτὸ γένος ταχθήσονται· οὐδὲ γὰρ αἱ κατηγορίαι περὶ τῶν νοητῶν εἰσιν, ἀλλὰ περὶ τῶν λεγομένων, οὐδὲ δυνατὸν τῶν ὄντως ὄντων καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ φερομένων ὡς ἰσοστοίχων ἓν εἶναι γένος ποιότητος. ἀλλ’ ἐπεὶ περὶ πάντων τῶν τῆς ποιότητος εἰδῶν εἴρηται τὰ αὐτάρκη, καιρὸς ἂν εἴη λοιπὸν καὶ τὰ ἴδια τῆς ποιότητος ἐπισκέψασθαι ἤτοι τὰ ὑπάρχοντα αὐτῇ.
既然我们也是通过依性质的差异来划分实体,例如说动物一部分是理性的,另一部分是非理性的,并且设定诸行为一部分是崇高的,另一部分是丑恶的,那么就必须探究,人们当如何把有性质之物划分为种相,使用何种差异,并从何种类属中提出。因为说“通过性质”就是说“通过它自身”,这就好比有人把实体的诸差异说成是实体,并且说差异是通过差异而相异的——既然凡相异者都是通过差异而相异——如此一来便必然陷入无穷倒退。那么,我们凭什么将滋味与色彩区分开来?因为如果是通过不同的感觉器官,差异就不会存在于底层基质之中,而是关乎于我们了。即便有人承认这种差异,那么属于同一种感觉的事物又凭什么相异,例如白与黑,或者甜与涩?如果说是因为一种是离散性的而另一种是凝聚性的,一种关乎眼睛而另一种关乎舌头,那么首先,关于这些感受本身究竟是离散还是凝聚,是存在争议的;其次,这样说的人所陈述的并不是它们凭以相异的事物,而是由它们产生的感受。 针对这些疑难应当说,在各范畴的各个类属之中以及在它们各自的理性原则之中,存在着大量的本己同一性,依照它,同一些原则在诸多事物上被考察;但也内存着大量同生的相异性,依照它,诸种相从类属中被单独区分开来;而这种差异性并不是从外部侵入的,而是在各个类属之中同生的。因此不应当探究,围绕实体是否会存在实体,围绕性质是否会存在性质,以致这两个类属各自之中的诸种相凭以彼此分离。因为种相的生成性差异并非从各类属外部侵入,而是在各类属中共存。因为各事物之中的诸类属的种相不会存在,除非诸类属从自身就拥有本己的差异作为同生的,作为被诸类属所包含的;如果我们从外部,例如从另一类属添加它们,那么各类属之下的诸种相就将成为多个范畴的混合物,每一范畴的最高类属与被诸类属所包含的种相也就不会再被编排在同一范畴之下了。 那么,且让这作为所疑难问题的一个解答;另一个解答是:对于其他事物固然必须探求差异,我们凭之使各个事物彼此分离,但对于差异本身,依照理性原则是不可能再有差异的;因为它们从自身出发开启其本己潜能而使自己相异,或者说它们甚至不需要被区分相异,因为它们本身就是“自身差异”,正如“相异性”并不需要被变异一样;因为在其他特性上,每一事物自身也不会被说成分有自身,例如没有人会说相等者被使之相等,或者美者被美化。因此,相异者固然全凭差异而相异,但其他一切事物都是凭着在其自身之外的另一差异而相异,而差异本身则是凭自身而相异,或者说它本身就是自身差异。斯多亚学派的人也把性质设定为性质的性质,把诸状态设定为保持其自身的。因为不再需要提供差异的事物;性质本身凭着自身就彼此相异。而学园派的人由于探求差异的差异,便坠入了无穷之中。 还必须注意这一点:是否每一种性质都能成为实体性的差异。在身体的事例上,必须承认这一点;因为白虽然是偶性,但在铅白中却成了实体性的差异;但在诸科学的事例上情况又是如何?或许那属于灵魂或者本性上如此的文法学,也能成为造成种相的差异。此外还必须补充这一点:应当将依性质而来的有性质之物与诸性质一同编排,只要诸性质是围绕着它们存在的;不要额外拉入底层基质,也不要通过包含底层基质来构成有性质之物——以免构想出两个范畴——而是从它们上升到它们所由以得名之物。再次提醒这一点亦非多余:理知性质与感觉性质绝不能被编排在同一类属之下;因为各范畴并不是关于理知事物的,而是关于所说之物的,真实存在之物与在生灭中流转之物也不可能作为同列之物而构成性质的一个单一类属。但是,既然关于性质的一切种相已经谈得足够充分,接下来就该是考察性质的固有属性、亦即属于它的诸特性的时机了。
- 5.6τὸ γὰρ ποιότητι λέγειν ἑαυτῷ ἐστι λέγειν
短语 ἑαυτῷ ἐστι λέγειν 中的与格 ἑαυτῷ 是回指前文 τὸ ποιόν 的工具与格(与 ποιότητι 平行,省略了 διαιρεῖν),意为说“通过性质〔来划分有性质之物〕”就是说“通过它自身〔来划分〕”,并没有给出真正的区分标准。随后的比较从句 ὡς εἴ τις... 进一步阐明了这种循环的无意义性。
- 5.6αὐταὶ γὰρ ἑαυτὰς διαφέρουσιν ἀφ’ ἑαυτῶν ἀρχόμεναι τῆς οἰκείας δυνάμεως
动词 διαφέρουσιν 在此处带反身代名词宾格 ἑαυτάς 作宾语,具有及物/使役含义,意为“使自身相异(区分自身)”。分词短语 ἀφ’ ἑαυτῶν ἀρχόμεναι 强调这种差异的源头就在差异自身之内,而非源自外部。
- 5.6μὴ προσποιουμένους τὸ ὑποκείμενον μηδὲ κατὰ σύλληψιν τοῦ ὑποκειμένου ποιοῦντας τὸ ποιόν
带有否定词 μή 的两个宾格分词 προσποιουμένους 和 ποιοῦντας 与非人称动形容词 συντακτέον(“应当编排”)的隐含逻辑主语(即分析者/论理者)一致。此句警告不得附带引入底层基质,从而避免将实体和性质这两个范畴混为一谈。
