- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:272.25-274.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修依据扬布里柯阐明了性质第四个类属(图形与形态)的生成根源与功能,随后检视了普罗提诺将性质划分为身体与灵魂、诸感觉及灵魂诸部分的做法,批评其背离了最高类属与种相的正当划分。
ἀλλὰ πόθεν γίνεται τὸ ἓν τοῦτο γένος τὸ ἐν ἑαυτῷ πολλὰ περιέχον εἴδη; ἢ ἀπὸ τῆς ἐν ἄλλῳ ἕδρας τοῦ εἴδους ἐπακολουθεῖ τι ἐν τοῖς σώμασιν πέρας1 ἀνάλογον τῷ τοῦ εἴδους πέρατι, καὶ τοῦτο τὰ σώματα ἀφορίζει κατ’ εἰκόνα τῶν ἐν τοῖς λόγοις πρεσβυτέρων καὶ κυριωτέρων ὅρων, ἀφ’ ἧς αἰτίας ἐγγίνεται τοῖς σώμασιν ἡ τοῦ τετάρτου γένους τῆς ποιότητος ὑπόστασις. παρέχεταί γε μὴν δευτέραν ὑπουργίαν καὶ ἡ τοῦ δεχομένου φύσις ἔνυλος οὖσα καὶ διαστατὴ καὶ σύνθετος καὶ δεομένη περιγραφῆς τῆς ἀφοριζούσης αὐτὴν κατὰ πάσας τὰς περὶ αὐτὴν θεωρουμένας ἰδιότητας, οὐκ ἔλαττον δὲ τούτων καὶ ἡ εἰς ἕκαστον τῶν εἰδῶν πρόοδος ἄχρι τῶν εἰδώλων τῶν περὶ τοῖς σώμασιν ἐμφανιζομένων καὶ ἡ τῶν ὄγκων καὶ τῆς ὕλης καὶ τῆς αἰσθητῆς διαστάσεως ἑτερότης·2 ἡ γὰρ ἐν πᾶσι τούτοις τελευτὴ ἀφορίζουσα τὸ πέρας πάντων τῶν τοιούτων ὑφίστησιν τὸ γένος τὸ νῦν ἐπιζητούμενον τῆς ποιότητος. χρείαν δὲ παρέχεται τὸ γένος τοῦτο διορίζον τὰς ἰδίας φύσεις ἑκάστων καὶ τρόπον τινὰ εἰδοποιοῦν τοῖς τε σώμασι παρέχον τὸ σώμασι φαίνεσθαι, τούς τε ὄγκους ὡς ὄγκους μεμετρημένους ἀπεργάζεται καὶ τὸ ἄπειρον τῶν σωμάτων διαλαμβάνει πέρασιν. Ἀλλ’ ἐπεὶ καὶ ταῦτα περὶ τοῦ τετάρτου καὶ τελευταίου γένους τῆς ποιότητος εἴρηται, καλῶς ἂν ἔχοι τοὺς ἐπιχειρήσαντας ἄλλως διελεῖν τὰ γένη τῆς ποιότητος ἱστορῆσαι καὶ κατὰ τί τοῦ ἀκριβοῦς παραλλάττουσιν ἐπιστῆσαι. Πλωτῖνος μὲν οὖν διαιρεῖ τὰς μὲν σώματος ποιότητας, τὰς δὲ ψυχῆς λέγων, οὐ ποιότητος κατὰ ἀλήθειαν ποιούμενος οὕτως διαίρεσιν, ἀλλὰ διάστασιν μόνην παραδεικνὺς τῶν ἐν οἷς ἐστιν ἡ ποιότης· τοῦτο δὲ οὐ δείκνυσιν ποιότητος διαφοράν. διὸ καὶ Ἀριστοτέλης ἐν ταῖς παθητικαῖς ποιότησιν τὰς μὲν ψυχῆς εἰπών, τὰς δὲ σώματος, οὐ παρεξῆλθεν εἰς ἄλλο γένος ποιότητος, ἀλλ’ ἐν τῷ αὐτῷ μεμένηκεν, καλῶς εἰδὼς ὡς ἡ ὑποδοχὴ τῶν εἰδῶν ἐναλλαττομένη τῆς μὲν ὑποκειμένης χώρας ποιεῖται ἑτερότητα, τοῦ δὲ ἐνυπάρχοντος εἴδους ἢ χαρακτῆρος οὐδεμίαν ποιεῖ διαφοράν. πάλιν δὲ τὰς τοῦ σώματος κατὰ τὰς αἰσθήσεις διαιρεῖ, τῷ τε αὐτῷ περιπίπτων ἀτόπῳ καὶ ἔτι μέντοι τὸ ἕν, φησὶν Ἰάμβλιχος, κατακερματίζων εἰς τὰ κατὰ ἀριθμὸν ἕτερα καὶ οὐχὶ εἰς τὰ εἴδει διαφέροντα· τὸ γὰρ αἰσθητὸν ᾗ αἰσθητὸν ἕν ἐστιν εἶδος, κἄν τις τὸ συνεζευγμένον ἑκάστῃ αἰσθήσει ὡς ἴδιον αἰσθητὸν λαμβάνῃ, κατ’ ἀριθμὸν αὐτὰ διακρίνει. δηλοῖ δὲ τοῦτο καὶ Ἀριστοτέλης· τὰς γὰρ παθητικὰς ποιότητας ὡς αἰσθητὰς συντάττων πρὸς τὴν αἴσθησιν κοινῶς αὐτὰς πρὸς ὅλας τὰς αἰσθήσεις ἀνήγαγεν, τὰς δὲ πρὸς ἑκάστην συνεζευγμένας οὐκέτι προσέθηκεν ὡς μὴ ποιούσας τὴν κατ’ εἶδος ἑτερότητα, ἀλλ’ ἀριθμῷ μόνον διαφερούσας. ἐπιστῆσαι δὲ ἄξιον, εἰ μὴ καὶ αἱ αἰσθήσεις κατ’ εἶδος ἀλλήλων διαφέρουσιν3 καὶ τὰ ἴδια τῶν αἰσθήσεων αἰσθητά, ὧν ὁ Πλωτῖνος τὴν κατ’ εἶδος διαφορὰν ἐκ τῶν αἰσθήσεων ἐπεχείρησεν ὑποδεῖξαι· οὐ γάρ ἐστιν κατ’ ἀριθμὸν ἡ τοιαύτη διαφορά, εἰς ἄτομα καὶ αὐτὴ διαιρουμένη τόδε τὸ ὁρατὸν καὶ τόδε. εἰ δὲ Ἀριστοτέλης μὴ μέχρι τοῦδε διεῖλεν, οὐδὲν θαυμαστόν, μέχρι τῆς πρώτης εἰς εἴδη τῶν ἀνωτάτω γενῶν διαιρέσεως προάγων τὸν λόγον, ὅπερ ἔδει καὶ τὸν Πλωτῖνον φυλάξαι τὴν τῶν ἀνωτάτω γενῶν ποιούμενον διαίρεσιν. τὰς δὲ τῆς ψυχῆς ποιότητας κατὰ τὰ μόρια τῆς ψυχῆς διίστησιν ὁ Πλωτῖνος, καίτοι δυνατὸν καὶ ἐν πλείοσιν μορίοις τὴν αὐτὴν εἶναι ποιότητα, ὡς τὸ εὐήνιον καὶ σκληρόν, καὶ ἐν ἑνὶ πολλάς, ὅταν ᾖ πολυδύναμον, ὡς ἐν τῷ λογιστικῷ πολλὰς ἐπιστήμας καὶ διαφόρους τοῖς εἴδεσιν. μετὰ δὲ τοῦτο τὰς τοῦ λογιστικοῦ πλείους οὔσας κατὰ τὰς ἐπιστήμας διαιρεῖ καὶ κατὰ τὰς τέχνας, εἰς τὰ ἔσχατα ἀποπίπτων καὶ οὐκ ἐμμένων τῇ τοῦ Ἀριστοτέλους τούτων περιλήψει καθ’ ἓν γένος γινομένῃ τὸ τῆς ἕξεως οὐδὲ ἐννοῶν ὅτι οὐ πρόκειται νῦν μέχρι παντὸς προάγειν τῶν γενῶν τὴν διαίρεσιν, ἀλλὰ τὰ πάντων γενικώτατα καὶ τὰ τούτοις προσεχῆ, ὧν ἐκεῖνα κατηγορεῖται, ταῦτα μόνα νῦν πρόκειται παραδιδόναι. ὥστε οὐδὲ ὅταν τὰς ἐν τῷ ἐπιθυμητικῷ προστίθησι δυνάμεις, ἀποδεκτέον τὴν μέχρι τοσοῦδε τῆς διαιρέσεως πρόοδον· διαρίθμησις γάρ ἐστιν αὕτη τῶν ἐσχάτων, οὐ διαίρεσις τῶν πρώτων γενῶν. ὅλως δὲ πᾶσα διαίρεσις κατὰ τὴν οἰκείαν ἑκάστου φύσιν ὤφελεν γίνεσθαι. ποσῷ μὲν γὰρ ἡ κατὰ τὰ μόρια διαίρεσις ἁρμόττει, μεριστὸν γὰρ τοῦτο· καὶ ἐπὶ τῶν συνθέτων * * ἢ τῶν ἀσωμάτων μέν, ἐχουσῶν δέ τινα ἐν ἑαυταῖς οὐσίας ὕφεσιν οὐκ ἀλλότριον τοῦτο.
然而,这一个自身包含许多种相的类属究竟从何而来?或者说,正是由于种相着座于他者之中,在物体中便随之产生出一种与种相的界限相当的界限,而这一界限依照诸理性原则中更古老、更具支配性的界限的意象界定着物体,正是出于这一原因,性质的第四个类属的实存才在物体中得以产生?固然,接受者的本性也提供了第二种助益,因为它是有质料的、具延展性的、复合的,并且需要依照围绕它所被考察的一切特异性来界定它的轮廓;同样不亚于这些的,还有向着各个种相直达围绕物体显现的意象的推进,以及容积、质料与感性延展的相异性。因为在所有这些之中的终结,界定着所有此类事物的界限,从而确立起现在所探求的性质类属。这个类属提供了用处:它区分着各自特有的本性,并以某种方式赋予种相,使物体得以显现为物体,将容积塑造成有尺度的容积,并以诸界限统摄物体的无限性。 但是,既然关于性质的第四个也是最后一个类属也谈了这些,那么将那些企图以其他方式划分性质的各类属的人记录下来,并注意他们在何种程度上偏离了精确性,也是适宜的。普罗提诺便进行了划分,说有些是身体的性质,有些是灵魂的性质,但他这样划分并非真正意义上的性质划分,而仅仅指明了性质所寓居之物的悬殊;这并没有展示性质的差异。因此亚里士多德在受动性性质中,虽然说有些属于灵魂,有些属于身体,却没有滑向性质的另一类属,而是留存在同一类属之中,因为他深知诸种相的交替接受虽然造成了底层居所的相异性,却没有造成内在种相或特征的任何差异。普罗提诺又依照诸感觉来划分身体的性质,这不仅陷入了同样的荒谬,而且正如扬布里柯所说,更是将一者碎化为数量上相异之物,而非种相上不同之物;因为可感觉之物就其为可感觉之物而言是一个种相,哪怕有人把与每一感觉相连之物视为特有的可感觉之物,也只是在数量上区分它们。亚里士多德也表明了这一点:因为当他将受动性性质作为可感觉之物与感觉相联系时,他是将它们共同归纳到全部感觉之中,而不再加上与每一感觉相连之物,因为它们并不产生种相上的相异性,而仅仅在数量上有所差异。然而值得注意的是,诸感觉本身是否也彼此在种相上有所差异,感觉特有的可感觉之物亦是如此,普罗提诺正是试图从诸感觉出发来指出它们在种相上的差异;因为这种差异并不是数量上的差异,它自身还可以进一步划分为个体——这一个可见之物和那一个可见之物。但是,即使亚里士多德没有划分到这一步,也并不足为奇,因为他是将论述推进到最高诸类属向种相的最初划分,而进行最高诸类属划分的普罗提诺本也应当遵守这一点。此外,普罗提诺依照灵魂的各部分来划分灵魂的性质,尽管同一种性质完全可能存在于多个部分之中,如驯服与顽固,而当一个部分具有多种潜能时,同一个部分中也可能有许多性质,例如在理性部分中有许多且在种相上互异的知识。在此之后,由于理性部分的性质较多,他又依照知识和技术来进行划分,跌落至最末端的事物之中,既没有坚持亚里士多德在“状态”这一个类属下对它们的统摄,也没有意识到现在的任务并不是将各属的划分一直推进到底,而是现在的任务仅仅在于传授一切之中最具类属性的东西以及以前者为谓项的、与它们邻近的东西。因此,即便当他在欲望部分中添加诸能力时,划分推进到如此程度也是不可接受的;因为这是对最末端事物的列举,而不是对最初诸类的划分。总的来说,一切划分都应当依照各自特有的本性来进行。依照部分的划分适用于数量,因为数量是可分的;对于复合的事物……或者虽是非物体的,却自身包含着某种实体的降落的事物而言,这并非不合适。
- 5.6ἢ ἀπὸ τῆς ἐν ἄλλῳ ἕδρας τοῦ εἴδους ἐπακολουθεῖ τι ἐν τοῖς σώμασιν πέρας
语气词 ἤ 引出对开篇疑问 πόθεν γίνεται... 的解答,以主动词 ἐπακολουθεῖ 和主语 πέρας 为核心构成主干,表示推测性质的反问或设解:“或者是因为……便随之产生……?”
- 5.6οὐκ ἔλαττον δὲ τούτων καὶ ἡ εἰς ἕκαστον τῶν εἰδῶν πρόοδος ... καὶ ἡ τῶν ὄγκων καὶ τῆς ὕλης καὶ τῆς αἰσθητῆς διαστάσεως ἑτερότης
接续前文的 παρέχεταί γε μὴν δευτέραν ὑπουργίαν καὶ ἡ τοῦ δεχομένου φύσις...(接受者的本性亦提供了第二种助益),主语 ἡ... πρόοδος 和 ἡ... ἑτερότης 在意义上并列,需补充理解为 οὐκ ἔλαττον δὲ τούτων [παρέχεται ὑπουργίαν](“同样不亚于这些[亦提供助益]……”)。
- 5.6ἐπιστῆσαι δὲ ἄξιον, εἰ μὴ καὶ αἱ αἰσθήσεις κατ’ εἶδος ἀλλήλων διαφέρουσιν
非人称结构 ἐπιστῆσαι ἄξιον(“值得注意/考虑”)引导带有 εἰ μή 的从句。此处的 εἰ μή 表达一种委婉的反问或设想(“是否并非……/是否应当考虑……”),标志着辛普里修在扬布里柯对普罗提诺的批评之外,提出了对普罗提诺立场的某种再审视与辩护。
