- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:271.2-272.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘依据扬布里柯,对比柏拉图、数学家与斯多亚派关于性质第四个种相(图形与形态)的观点以阐明亚里士多德的中道立场,并借助阿契塔的术语说明图形作为表面的限定,如何构成一个统摄多样种相的单一类属。
μήποτε δὲ σαφέστερον ὧδε περὶ τῶν αὐτῶν ῥητέον, ὅτι ἐν μὲν οὐσίαις ποιότης θεωρεῖται κατὰ τὰς οὐσιώδεις διαφοράς, ἐν δὲ τοῖς ἄλλοις γένεσιν οἰκείως ἐν ἑκάστῳ τὴν ἰδιότητα τοῦ γένους ἀφορίζουσα· τοῦτο γὰρ ποιότητος ἴδιον. Ἀλλ’ ἐπεὶ καὶ τὰς ἀπορίας καὶ τὰς λύσεις τῶν ἀποριῶν διεληλύθαμεν, καλῶς ἂν ἔχοι καὶ τὰς θεωρητικωτέρας ἐπιστάσεις τοῦ Ἰαμβλίχου περὶ τοῦ τετάρτου εἴδους τῆς ποιότητος πρὸς τὸ σαφέστερον ἀναγράψαι. καὶ γὰρ ἐφιστάνει ὅτι Πλάτων μὲν τὰ σχήματα προηγούμενα τῆς συστάσεως τῶν σωμάτων ὡς αἴτια τοῖς σώμασι τοῦ εἶναι καὶ τῶν ποιοτήτων τὰς διαφορὰς ἀπὸ τῆς τῶν σχημάτων διαφορᾶς ἀπολογίζεται, θερμὸν λέγων εἶναι τὸ ἀπὸ τῶν ὀξυγωνίων σχημάτων συγκείμενον, οἷαί εἰσιν αἱ πυραμίδες, καὶ ψυχρὸν τὸ ἀπὸ τῶν ἧττον τοιούτων, οἷον τὸ εἰκοσάεδρον, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, οὐ τὰ μαθηματικὰ σχήματα παραλαμβάνων· ἐκεῖνα γὰρ οὔτε ἔνυλά ἐστιν οὔτε φυσικὰ οὔτε ἐν κινήσει θεωρούμενα, ὥσπερ τὰ Πλάτωνος ἐπίπεδα· ταῦτα γὰρ καὶ ἔνυλα καὶ φυσικὰ τίθησιν ὁ Πλάτων· ὁ μέντοι Ἀριστοτέλης οὔτε ἀρχὰς τῶν στοιχείων ὑποτίθεται εἶναι τὰ σχήματα, ὥσπερ ὁ Πλάτων, οὔτε ἀκίνητα καὶ ἀσώματα καὶ ἄυλα, ὥσπερ οἱ μαθηματικοί, ἀλλ’ ἔνυλα μὲν ἐπισυνιστάμενα δὲ τοῖς σώμασιν καὶ τὴν ἐπιφάνειαν αὐτῶν ὁρίζοντα καὶ μορφοῦντα ὑποτίθεται.1 ἀλλ’ οὐδὲ ἡ τῶν Στωικῶν δόξα λεγόντων σώματα εἶναι καὶ τὰ σχήματα, ὥσπερ καὶ τὰ ἄλλα ποιά, συμφωνεῖ τῇ Ἀριστοτέλους δόξῃ περὶ σχημάτων, διότι τὸ μὲν σῶμα ἐν ποσότητι θεωρεῖται, ἡ δὲ ποιότης ἑτέρα τοῦ ποσοῦ ὑπάρχει. μέση τοίνυν ἐστὶν ἡ Ἀριστοτέλους δόξα τῶν τε ἀσώματα τὰ σχήματα λεγόντων πάντη καὶ τῶν σωματικά. Ἀρχύτας δὲ καλῶς τὴν τοιαύτην δόξαν διεσάφησεν, οὐκ ἐν σχήματι εἶναι τὴν τοιαύτην εἰπὼν ποιότητα, ἀλλ’ ἐν σχηματισμῷ, ἐνδεικνύμενος τὸ περὶ τοῖς σώμασιν ὑφεστηκὸς τοῦ γένους τῆς τοιαύτης ποιότητος καὶ ὅτι μετασχηματιζομένων ἤδη τῶν σωμάτων αἱ τοιαῦται ποιότητες ἐπισυνίστανται, ἄλλων μὲν ὄντων τῶν μετασχηματιζομένων, κατ’ ἄλλα δὲ ἱσταμένων τῶν ποιοτήτων, κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς μετὰ τὴν πλάσιν ἢ ἐπ’ αὐταῖς ταῖς τροπαῖς τὸ πέρας αὐτῶν ἀφοριζουσῶν.2 ἔτι δὲ δηλοῖ καὶ τὸ μὴ δι’ ὅλου εἶναι τὰ σχήματα, ἀλλ’ ἐπιπολῆς μόνον· τὰ γὰρ σχηματιζόμενα καὶ μὴ ὄντα σχήματα ἔξωθεν ἔχει περικείμενον ἑαυτοῖς τὸ σχῆμα. ἔτι τοίνυν τὸ μὴ κατ’ ἐνέργειαν ἐξ ἑαυτῶν, ἀλλὰ κατὰ παραδοχὴν ἀπ’ ἄλλου συνίστασθαι τὰς τοιαύτας ποιότητας, ἱκανῶς ἐμφαίνει τὸ σχηματιζομένας λέγεσθαι, ἀλλὰ μὴ σχηματιζούσας. διαφαίνεται δὲ ἀπὸ τοῦ αὐτοῦ καὶ τὸ μὴ κατὰ τελειότητα πρώτην, ἀλλὰ κατὰ τελείωσιν πρὸς ἄλλο ἀναγομένην συνίστασθαι τὰς τοιαύτας ποιότητας. ἀλλ’ ὁ μὲν Ἀρχύτας ἑνὶ ἠρκέσθη ἐπὶ τοῦ γένους τούτῳ τῷ σχηματισμῷ, εἰωθὼς καὶ ἐν τοῖς ἄλλοις γένεσι τῆς ποιότητος ἓν ἐφ’ ἑνὶ ἀφορίζεσθαι, οὐ μέντοι πλείονα ἑνὸς παραστατικὰ λέγειν οὐδὲ εἰς πολλὰ διαιρεῖν τὸ ἕν, ὅπερ Ἀριστοτέλης ποιεῖ, οὐκ ἀφιστάμενος μὲν οὐδὲ αὐτὸς τοῦ ἑνός, περὶ δὲ τὸ ἓν τὸ πλῆθος συνθεωρῶν. Ἀλλὰ τί τὸ γένος τοῦτο τῆς ποιότητός ἐστιν καὶ πῶς ἓν ὂν περιέχει πολλὰς ἐν ἑαυτῷ διαφοράς; ἢ ὥσπερ καὶ πρότερον εἴρηται, περιγραφὴ περὶ τοῖς σώμασίν ἐστιν συμφυὴς τοῖς σώμασιν ἡ τῶν σχημάτων ἀποπεράτωσις, κατὰ τὴν οὐσιώδη διάστασιν καὶ φυσικὴν καὶ ἀντίτυπον ἀφοριζομένη, ἥτις καὶ ἐν κινήσει καὶ ἐν ὕλῃ νοεῖται. ὥσπερ δὲ τῆς διαστάσεως τὸ τέλος ἐστὶν τὸ σχῆμα, οὕτως ἡ τοῦ ὅλου εἴδους ἀποτελεύτησις ἄχρι τῆς ἐπιφανείας τὴν μορφὴν ἀπεγέννησεν οὖσαν αὐτὴν τὸ φαινόμενον ἴχνος τοῦ εἴδους καὶ τελευταίαν ἔκτασιν τῆς τοῦ λόγου ἐπὶ τὰ ἐκτὸς προόδου. ὁμοίως δὲ καὶ ἡ εὐθύτης τῆς ἰσότητος τῶν λόγων τὸ ἔσχατον εἶδος συνεμφαίνει καὶ ἡ καμπυλότης τῆς ἀνισότητος. εἰ μέντοι καμπυλότητά τις λαμβάνοι τὴν περιφερῆ γραμμήν, καὶ οὕτως τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς τοῦ λόγου ἔλλαμψιν ἐμφαίνει. καὶ πάντα ταῦτα κατὰ τὴν ἔξω προελθοῦσαν ἀποπεράτωσιν, καὶ ὅρα ὅπως σύνεγγύς ἐστι ταῦτα καὶ οὐ πόρρω ἀλλήλων, κατὰ τὸ ἔσχατον καὶ ἐπιπολῆς εἴδωλον καὶ τὸ περιωρισμένον τῆς περιγραφῆς θεωρούμενα, διὸ καὶ ὑφ’ ἓν τάττεται γένος· καθ’ ὅσον δὲ ἰδιοτρόπως τῆς τῶν ἐσχάτων ἰδιότητος διώρισται καθ’ ἓν ἕκαστον ἑτερότητι,3 κατὰ τοῦτο ἴδιον εἶδος ἐφ’ ἑκάστων τούτων χωρὶς ἀναπέφηνεν καὶ πλείονα θεωρεῖται. καὶ οὕτως ἀμφότερα σῴζεται, ἥ τε τῶν πλειόνων διαφορότης κατ’ εἴδη καὶ ἡ πρὸς ἓν γένος αὐτῶν ἀναγωγή.
或者,关于同样的事情,用以下方式说明或许更为明晰:在实体中,性质是依照实质差异被考察的;而在其他各类属中,性质则是以固有的方式限定着该类属的特异性;因为这乃是性质所固有的。但是,既然我们已经考察了疑难以及对疑难的解答,为了更加明晰起见,将扬布里柯关于性质的第四个种相的那些更具理论性的观察记录下来,也是适宜的。因为他指出:一方面,柏拉图将图形置于物体构成之先,作为物体存在的诸原因,并从图形的差异来解释性质的差异,说由锐角图形构成的——例如四面体——是热的,而由较不锐角的图形构成的——例如二十面体——是冷的,在其他情况下也依此类推,但他采用的并不是数学图形;因为那些数学图形既不是有质料的,也不是物理性的,也不是在运动中被考察的,而柏拉图的平面则是如此;因为柏拉图将这些平面设定为既是有质料的又是物理性的。然而,亚里士多德既不设想图形是元素的诸本原(如柏拉图那样),也不设想它们是不动的、非物体的和无质料的(如数学家们那样),而是设想它们是有质料的,附随于物体之上,并界定且构形着物体的表面。但是,那些说图形也是物体(正如其他具特定性质之物一样)的斯多亚派的观点,也与亚里士多德关于图形的观点不合,因为物体是在数量中被考察的,而性质则是不同于数量的。因此,亚里士多德的观点介于那些主张图形全然是非物体的人与主张图形是物体的人之间。 阿契塔也极好地阐明了这一观点,他说此类性质并不在于图形(schēma),而在于构形(schēmatismos),以此表明此类性质的类属是实存于物体周遭的,并且表明当物体已经在改变形状时,此类性质才附随其上,那些被改变形状的事物是一回事,而性质则依照另一回事得以确立,在塑造之后或在转变本身之际依照图形和形态界定它们的界限。此外,他还表明图形并不是贯穿整体的,而仅仅在表面之上;因为那些被构形而非图形本身的事物,是从外部将图形披附于自身的。再者,此类性质的成立不是从自身出于现实活动,而是依照从他者那里的接纳,这一点由它们被称为“被构形的”而非“构形的”得到了充分的显示。由同样的道理也可以看出,此类性质的成立不是依照最初的完满,而是依照关联于他者的完备化。然而,阿契塔对于这个类属满足于这唯一的“构形”,正如他在性质的其他诸类属中也习惯于一物界定一词,既不说出多于一个词来表象一者,也不将一者划分为多;而亚里士多德所做的,则是自身亦不离开一,却围绕着一共同考察众多。 然而,性质的这个类属究竟是什么,它如何作为一而自身包含着许多差异呢?或者正如前面所说,诸图形的终极界定是围绕物体且与物体同构的轮廓,依照实质的、物理的、具阻抗性的延展而被界定,这种延展在运动中与在质料中皆可被理解?正如延展的终点是图形一样,整个种相直达表面的终结产生出了形态,形态本身正是种相显现的痕迹,是理性原则向外推进的最终展开。同样,笔直也共同表明了诸理性原则均等性的终极种相,而弯曲则表明了不均等性的终极种相。不过,如果有人将弯曲理解为圆周线,那么即便如此,它也表现了理性原则回归自身的照耀。这一切都是依照向外推进的界限而言的;你看这些事物是多么邻近而非彼此遥远,它们依照终极的、表面的意象以及轮廓的限定性被考察,因此也被归入同一个类属之下;然而,只要它在每一特定差异中以特有的方式从终极事物的特异性中被区分开来,在各个事物上独特的种相就各自显现出来,并被考察为多。这样,两者都得到了保全:多者在种相上的相异性,以及它们向着一个类属的归并。
- 5.6ἐφιστάνει ὅτι Πλάτων μὲν ... ὁ μέντοι Ἀριστοτέλης ... ἀλλ’ ἔνυλα μὲν ... ὑποτίθεται
在由主动词 ἐφιστάνει(以扬布里柯为主语)引导的 ὅτι 从句中,Πλάτων μὲν ... 与 ὁ μέντοι Ἀριστοτέλης ... 形成对比。在柏拉图一方,Πλάτων 为主语,τὰ σχήματα(以 προηγούμενα 与 ὡς αἴτια 为述谓补足语)及 τὰς διαφορὰς 为宾语,ἀπολογίζεται 为定式谓语动词;在亚里士多德一方,位于句末的 ὑποτίθεται 统摄全句,并带有分词补足语(ἔνυλα ... ἐπισυνιστάμενα ... ὁρίζοντα καὶ μορφοῦντα)作为对图形的述谓描述。
- 5.6ἀφοριζουσῶν
阴性属格复数分词 ἀφοριζουσῶν 与前面属格独立结构的主语 τῶν ποιοτήτων(阴性复数)保持一致,而非修饰紧邻的名词。中间插入的介词短语(κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς μετὰ τὴν πλάσιν ἢ ἐπ’ αὐταῖς ταῖς τροπαῖς)从副词性角度修饰界定的标准与时机。
- 5.6καθ’ ὅσον δὲ ἰδιοτρόπως τῆς τῶν ἐσχάτων ἰδιότητος διώρισται καθ’ ἓν ἕκαστον ἑτερότητι
在由 καθ’ ὅσον 引导的从句中,完成时被动形式 διώρισται 作无人称用法或回指上文的总体对象(作为类属的图形/形态),与表示分离的属格 τῆς τῶν ἐσχάτων ἰδιότητος(“从终极事物的特异性中”)以及表示方式/手段的与格 καθ’ ἓν ἕκαστον ἑτερότητι(“凭借在每一个别事物中的相异性”)相配合。
