- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:269.19-271.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出了阿开库斯将稀薄与致密归入第四种性质的疑难,考察了沉重与轻盈、瘦细与粗厚应归入何种范畴,并评析了性质贯穿所有范畴的主张,严格区分了范畴的本质构成性差异与外在附随性质。
οἱ δὲ περὶ τὸν Ἀχαϊκὸν παραιτοῦνται καὶ εἰς τὸ πρός τι ἀνάγειν τὴν μανότητα 〈καὶ πυκνότητα〉 καὶ εἰς ἕτερόν τι πέμπτον εἶδος ποιότητος,1 ἀλλ’ οὐδὲ εἰς τὰς παθητικὰς αὐτὰς τιθέασιν, ὡς Ἀνδρόνικος, ἀλλ’ εἰς τὰς ἐν τῷ τετάρτῳ γένει, λεπτότητα μὲν καὶ κουφότητα ἕπεσθαι μανότητι λέγοντες, παχύτητα δὲ καὶ βαρύτητα πυκνότητι. ἀλλὰ πῶς μανότητα καὶ πυκνότητα εἰς τὸ τέταρτον εἶδος ἀνάξουσιν κατὰ τὰς Ἀριστοτελικὰς ἐννοίας, ἄδηλον, τοῦ Ἀριστοτέλους σαφῶς αὐτὰς τῆς ποιότητος ἐξοικίσαντος. εἰ δὲ καὶ ποιότητές εἰσιν, πῶς ὑπὸ τὸ τέταρτον γένος ἀναχθήσονται, αὗται μὲν ὅλαι δι’ ὅλου χωροῦσαι τοῦ ὑποκειμένου, τοῦ δὲ τετάρτου γένους κατὰ τὸ ἐπιπολῆς θεωρουμένου; Ἐπεὶ δέ τινες ἐνταῦθα καὶ τὸν περὶ βαρύτητος καὶ κουφότητος λόγον ἐπεισήγαγον, ἀνάγκη καὶ περὶ τούτων ὀλίγα διελθεῖν καὶ φάναι ὅτι τὸ μὲν κατὰ τὸν σταθμὸν βαρὺ καὶ κοῦφον τῇ ῥοπῇ πλείονι καὶ ἐλάττονι χρώμενον ποσὸν ἂν εἴη, εἴπερ καὶ Ἀρχύτας ἓν εἶδος τοῦ ποσοῦ κατὰ τὴν ῥοπὴν καὶ τὸν σταθμὸν ἀφωρίσατο· αἱ δὲ περὶ τοῖς σώμασιν ἰδιότητες, καθ’ ἃς κοῦφος ὁ ἀὴρ λέγεται καὶ κουφότερον τὸ πῦρ τοῦ ἀέρος, βαρεῖα δὲ ἡ γῆ καὶ βαρυτέρα τοῦ ὕδατος, αὗται ποιότητα ἐμφαίνουσι. ὡσαύτως δὲ καὶ τὸ ἰσχνὸν καὶ παχὺ τὰ μὲν ἐν τῷ ὄγκῳ καὶ μετρούμενα κατ’ αὐτὸν ἐν τῷ ποσῷ θεωροῦνται, τὰ δὲ ἐν τῇ ἰδιότητι τοῦ χαρακτῆρος κατὰ τὸ ποιόν. ὅσα οὖν τούτων μὴ τῷ ποσῷ συντάττεται, ἀλλὰ τῷ χαρακτῆρι καὶ τῷ ποιῷ, πότερον ἐν ἄλλῳ εἴδει τάττεται παρὰ τὰ εἰρημένα τέτταρα τῆς ποιότητος, ὥσπερ Ἀνδρόνικός τε καὶ Πλωτῖνος ὑπολαμβάνουσιν, ἢ ἔνεστιν ὑφ’ ἓν αὐτὰ τῶν τεττάρων προσβιβάζειν; τοῦτο δὲ ἔσται σαφές, ἐὰν περὶ αὐτῆς τῆς βαρύτητος καὶ κουφότητος γνωσθῇ τίνες εἰσίν. καὶ γὰρ εἰ μὲν ἡ θερμότης ἀναπλοῦσα τὰ σώματα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ κοῦφον καὶ ἡ ψυχρότης συνάγουσα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ βαρύ, εἰς τὰς παθητικὰς καὶ ταῦτα ποιότητας ἀναχθήσεται. εἰ δὲ τῷ μὲν θερμῷ παρακολουθεῖ ἡ κουφότης, τῷ δὲ ψυχρῷ ἡ βαρύτης, καί εἰσιν ποιητικαὶ ἥ τε θερμότης καὶ ἡ ψυχρότης, τὸ δὲ βαρὺ καὶ κοῦφον οὔτε ποιεῖν τι οὔτε πάσχειν πέφυκεν, δόξουσιν ἐκεῖναι μὲν εἰς τὰς παθητικὰς ποιότητας ἀνάγεσθαι, αὗται δὲ εἰς ἄλλο τι γένος ἴδιον. καὶ εἰ μὲν κατ’ οὐσίαν τοῖς στοιχείοις ὑπάρχουσιν, δόξουσιν μηδὲ εἶναι ποιότητες· εἰ δὲ καὶ τὸ δεδεγμένον αὐτὰς ποιόν ἐστιν καὶ λέγεται ποιὸν καὶ ἀπὸ τῆς οὐσιώδους διαφορᾶς ἐγγίνεταί τις ἐν τοῖς μετέχουσιν σώμασιν μορφωτικὸς χαρακτήρ, εἴη ἂν καὶ ταῦτα ποιά. Δοκεῖ δέ τισιν οὕτως πολύχουν εἶναι τὸ τῆς ποιότητος γένος, ὡς πάσαις ταῖς κατηγορίαις συνυπάρχειν. εἶναι γὰρ τὰς μὲν οὐσιώδεις, ὡς ἀνθρωπότητα καὶ Σωκρατότητα, τὰς δὲ ἐπὶ τοῦ ποσοῦ οἷον γραμμῆς τὴν εὐθύτητα καὶ καμπυλότητα καὶ ἐπ’ ἀριθμῶν τοὺς τριγώνους καὶ τετραγώνους ἀριθμούς· καὶ ἐν ποιότητι δὲ ποιότης θεωρεῖται, ὡς ἐν χρώματι τὸ διακριτικὸν καὶ συγκριτικόν, καὶ ἐν τοῖς πρός τι ἡ σχέσις τοῦ διπλασίονός τε καὶ ἡμίσεος, καὶ ἐν τῷ ποῦ, ὅταν εὐάερον τόπον λέγωμεν καὶ δυσάερον, καὶ ἐν τῷ ποτὲ ὁ καιρὸς καὶ ἡ εὐκαιρία, καὶ ἐν τῷ ποιεῖν δὲ καὶ πάσχειν αἱ ποιητικαὶ καὶ παθητικαὶ ποιότητες, καὶ ἐν τῷ κεῖσθαι δὲ τὸ εὔθετον καὶ μή, καὶ ἐν τῷ ἔχειν τὸ εὐπερίβλητον καὶ μὴ τοιοῦτον. φθάνειν δέ φασιν καὶ ἐπὶ τὰ ἀνύπαρκτα ὡς τὴν ἱπποκενταυρότητα καὶ ἐπὶ τὰ μὴ ὑπαρκτὰ ὄντα ὡς τὴν τεττιγότητα χειμῶνος· μὴ ὑπαρκτὰ δὲ λέγουσιν τὰ πεφυκότα μὲν εἶναι, οὐ μέντοι κατὰ τόνδε τὸν καιρὸν ἢ τόνδε τὸν τόπον. τούτων δὲ τὰ μὲν τῷ σχήματι μόνῳ τῆς λέξεως ἐμφαίνει τὴν ποιότητα, ὡς ἡ ἀνθρωπότης καὶ ἡ Σωκρατότης, οὐκ ὄντα ποιά, τὰ δὲ ὅλως οὐδὲ ὑφέστηκεν οὔτε ἔχει τινὰ διάνοιαν, ὡς ἡ ἱπποκενταυρότης καὶ ἐν χειμῶνι ἡ τεττιγότης· τίς γὰρ ἂν γένοιτο τῶν μὴ ὄντων ποιότης τοιάδε ταῦτα παρεχομένη; περὶ δὲ τῶν ἄλλων ῥητέον τὰς μὲν ἐν ποιότητι διαφορὰς ποιότητος εἶναι μόνης οἰκείας, τὰς δὲ ἐπὶ τῶν ἄλλων κατηγοριῶν θεωρουμένας, ἧς ἂν ἑκάστης κατηγορίας ὑπάρχωσιν συμπληρωτικαὶ τοῦ οἰκείου ἑκάστης λόγου, μηδαμῶς ἐκβαίνειν2 ἀπὸ τῆς ἐν ἑκάστῃ ἰδιότητος ἐπὶ τὸ τῆς ποιότητος γένος· ἐπειδὰν δὲ συμβαίνωσιν ἄλλως, ὡς ἔξωθεν αὐτῶν ἀφορίζουσαι τὸν χαρακτῆρα, ποιότητας τὰς τοιαύτας νοεῖσθαι διασῳζούσας καὶ ἐν τούτῳ τὴν ἐκ περιουσίας τοῦ εἶναι προσθήκην.
阿开库斯一派则拒绝将稀薄〈与致密〉归入相对者,也拒绝将其归入性质的另一种第五个种相,但他们也不像安德罗尼柯那样将其置于感受性性质之中,而是置于第四个类属之中,说纤细与轻盈伴随着稀薄,而粗厚与沉重伴随着致密。然而,按照亚里士多德的概念,他们究竟如何将稀薄与致密归入第四个种相,并不清楚,因为亚里士多德已经明确地将它们驱逐出性质之外。即使它们是性质,又如何能被归入第四个类属之下呢?因为前者是通体贯穿底层的,而第四个类属则是依照表面被考察的。 既然有人在这里也引入了关于沉重与轻盈的论述,就有必要对这些也略加探讨,并指出:依照称重而定、使用更大或更小倾斜度的沉重与轻盈,将是数量,如果阿契塔确实也依照倾斜度与称重界定了数量的一个种相;然而在物体方面的特异性——依照这些特异性,空气被称为轻的,火被称为比空气更轻的,而土被称为重的,且比水更重——这些特异性表现了性质。同样,瘦细与粗厚,那些在体积之中并依照体积被度量的,是在数量中被考察的;而那些在特征的特异性之中的,则是依照性质被考察的。因此,在这些事物中,凡不与数量排在一起,而是与特征及特定状态排在一起的,是如安德罗尼柯和普罗提诺所设想的那样,被归入上述性质的四个种相之外的另一个种相中,还是有可能将它们归并于四者之一呢?这一点在关于沉重与轻盈本身知道了它们是什么时就会明了。因为如果热展开物体,使轻盈之物与自身相同,而冷收缩物体,使沉重之物与自身相同,那么这些也将被归入感受性性质之中。但如果轻盈伴随热,沉重伴随冷,且热与冷是施动性的,而沉重与轻盈本性上既不能施动也不能受动,那么前者似乎将被归入感受性性质,而后者将被归入某种另外的特有类属。并且,如果它们是依照实质属于元素,它们将似乎甚至不是性质;但如果接纳它们的事物也是具特定性质的,并被称为具特定性质的,且由实质差异在分有的物体中产生某种构形性特征,那么这些事物也将是具特定性质的。 然而在某些人看来,性质这个类属是如此丰富多样,以至于它与所有的范畴共存。因为他们说,有些性质是实质性的,如人性与苏格拉底性;有些是在数量上的,如线的笔直与弯曲,以及在数上的三角数与平方数;在性质中也有性质被考察,如在颜色中的分疏性与凝合性;在相对者中,双倍与一半的关系;在何处中,当我们说空气适宜之地与空气恶劣之地时;在何时中,适宜的时机与适时性;在施动与受动中,施动性与受动性的性质;在处于中,易于安放与否;在具有中,易于穿戴与否。他们还说,它甚至延伸到不存在的事物,如半人马性,以及尚未存在的事物,如冬日蝉性;他们所说的“尚未存在的事物”,是指本性上可以存在、然而不是在此刻或在此地的事物。但在这些事物中,有些仅仅凭借字词的形式显现性质,如人性与苏格拉底性,它们并不是具特定性质之物;而有些根本不具有实在性,没有任何思想内涵,如半人马性与冬日蝉性;因为对于非存在之物,怎能产生某种性质使它们成为这样呢?关于其他事物,应当指出:在性质之中的诸差异仅仅是性质所特有的,而在其他范畴上被考察的诸差异,只要它们补充着每个范畴特有的定义公式,就决不会从各个范畴特有的特异性中跨出到性质这一类属;但当它们以其他方式附随,仿佛从外部界定其特征时,此类事物就被理解为性质,在这一点上也保全了从存在的余量而来的添加。
- 5.6παραιτοῦνται καὶ εἰς τὸ πρός τι ἀνάγειν τὴν μανότητα 〈καὶ πυκνότητα〉 καὶ εἰς ἕτερόν τι πέμπτον εἶδος ποιότητος
动词 παραιτοῦνται(拒绝、辞退)支配由 καὶ... καί... 连接的两个不定式补足语 εἰς τὸ πρός τι ἀνάγειν 与[ἀνάγειν]εἰς ἕτερόν τι πέμπτον εἶδος。随后的 ἀλλ’ οὐδὲ... ἀλλ’ εἰς τὰς ἐν τῷ τετάρτῳ γένει[τιθέασιν]构成了从拒绝前两者、否定感受性性质,到最终置于第四个类属之中的对比结构。
- 5.6ἧς ἂν ἑκάστης κατηγορίας ὑπάρχωσιν συμπληρωτικαὶ τοῦ οἰκείου ἑκάστης λόγου, μηδαμῶς ἐκβαίνειν
在隶属于 ῥητέον 的不定式结构(τὰς δὲ ἐπὶ τῶν ἄλλων κατηγοριῶν θεωρουμένας[διαφοράς]... μηδαμῶς ἐκβαίνειν)内部,插入了关系从句 ἧς ἂν ἑκάστης κατηγορίας ὑπάρχωσιν συμπληρωτικαὶ τοῦ οἰκείου ἑκάστης λόγου。ἧς... κατηγορίας 是先行词并入关系从句中的属格,受 συμπληρωτικαί(补充……)支配,意为“只要它们补充着各范畴特有的定义公式”。
