- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:267.34-269.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修引用伊安布利柯,阐明了稀薄与致密的双重性(依位置的后天派生特征与依相的实质性质),并审查和回应了欧多洛、尼科斯特拉托斯、普罗提诺以及斯多亚派的疑难与异议。
ὥστε οὐ πᾶσα μανότης καὶ πυκνότης ἀπήλλακται θέσεως, ἐπειδὴ ἡ οὐσιώδης μανότης καὶ πυκνότης οὐδαμῶς ἐστιν κατὰ θέσιν·1 ἐκείνη γὰρ ἡ κατὰ σχῆμα θεωρουμένη κυρίως κατὰ τὴν θέσιν τῶν ποιῶν σχημάτων ἀφώρισται, ὅθεν καὶ κωλύεται ποιότης εἶναι· οὐ γὰρ ἐξίσταται τῆς θέσεως, ἀλλὰ κατ’ αὐτὴν εἰδοποιεῖται. τῆς δὲ Δημοκρίτου δόξης διέστηκεν αὕτη, ἐπειδὴ οὐ περὶ τῆς ἐν τοῖς στοιχείοις μανότητος καὶ πυκνότητος διατέτακται ταῦτα, ἀλλὰ περὶ ταύτης, ἥτις ἐπὶ ταῖς μορφαῖς καὶ τοῖς σχήμασιν ἐπισυνίσταται· τὰ δὲ ἐν τοῖς στοιχείοις εἴδη τέ ἐστιν καὶ δι’ ὅλου μανὰ καὶ πυκνά, οὐδαμῶς μεταξὺ διειργόμενα ὑφ’ ἑτέρου οὐδὲ κενοῦ οὐδὲ σώματος· τὰ μέντοι κατὰ σχῆμα δευτέρως ἐπισυνιστάμενα καὶ τῷ πῶς κεῖσθαι πυκνὰ καὶ ἀραιὰ λεγόμενα οὐχὶ ποιότητα τὴν αἰτίαν ἔχει, ἀλλὰ θέσιν τῆς τε πυκνότητος καὶ τῆς ἀραιότητος”. ὡσαύτως δὲ περὶ τοῦ λείου καὶ τραχέος καὶ ἀπορεῖν δυνατὸν καὶ λύειν τὰ ἠπορημένα. Εὔδωρος δὲ ἀπορεῖ, τί δήποτε τὸ μὲν μανὸν καὶ πυκνὸν καὶ λεῖον καὶ τραχὺ θέσιν σημαίνει, οὐκέτι δὲ καὶ ἡ καμπυλότης καὶ ἡ εὐθύτης. πρὸς ὃ ῥητέον ὅτι περὶ ἄλλα μὲν θεωρεῖται ἡ θέσις τὰ ἐν τόπῳ ὄντα σώματα ἢ περὶ τὰς γραμμὰς τὰς ἐν τῇ ἐπιφανείᾳ οὔσας, ἡ μέντοι εὐθύτης καὶ ἡ καμπυλότης περὶ τὰ θέσιν ἔχοντα τὸ ποιὸν ἀφορίζει, οὔτε ἐν θέσει οὖσα οὔτε κατὰ τοῦτο εἰδοποιουμένη. Οἱ δὲ περὶ τὸν Νικόστρατον καὶ τὴν μανότητα καὶ πυκνότητα ποιότητας φιλονεικοῦσιν δεικνύναι, τὸ πῦρ μανὸν εἶναι παρατιθέμενοι καὶ τὸν ἀέρα, τὴν δὲ γῆν πυκνὴν οὐ κατὰ θέσιν, ἀλλὰ κατὰ ποιότητα. ῥητέον δὲ πρὸς αὐτούς, ὡς καὶ ἐν τούτοις κατὰ τὸν θεῖον Ἰάμβλιχον “ἑκάτερον τούτων δύο σημαίνει, καὶ θέσιν μορίων καὶ ποιότητα, θέσιν μὲν ὡς ἐπὶ τῶν ὑφασμάτων, ποιότητα δὲ ὡς ἐπὶ τοῦ ἀέρος, διακρίνειν δὲ ταῦτα ἐν εἰσαγωγῇ οὐκ ἦν ἀναγκαῖον. καὶ γὰρ ἄλλο μέν ἐστι μανόν, οὗ τὰ μόρια ἀφέστηκεν ἀπ’ ἀλλήλων, οὐχ ὅτι κενόν ἐστιν μεταξύ, ἀλλ’ ὅτι ἑτερογενὲς σῶμα λεπτότερον· ὁ μέντοι ἀὴρ οὐ τῷ ἀφεστάναι ἀπ’ ἀλλήλων τὰ μόρια αὐτοῦ μανός ἐστιν, ἀλλὰ τῷ κοῦφος εἶναι καὶ εὐδιαίρετος, διόπερ τῶν κατὰ ποιότητα ἂν εἴη τοιούτων, ἀλλ’ οὐ τῶν κατὰ θέσιν. τῷ δὲ τοιούτῳ μανῷ, φησὶν Ἰάμβλιχος, οὐ τὸ πυκνόν, ἀλλὰ τὸ στερεὸν ἀντιτάξομεν, ᾧ τὸ δυσδιαίρετον ὑπάρχει καὶ βαρύ, καὶ τὸ μὲν τοιοῦτον κατὰ ποιότητα ἔσται, τὸ δὲ κατὰ θέσιν ὑπὸ τὰ πρός τι ἀναχθήσεται”.2 ἐπιστῆσαι δὲ ἄξιον, ποῖον τοῦ στερεοῦ σημαινόμενον ἀντίκειται τῷ μανῷ. εἰ μὲν γὰρ τὸ τριχῇ διαστατόν, ἡ ἐπιφάνεια τούτῳ καὶ ἡ γραμμὴ ἀντίκειται· εἰ δὲ τὸ ἰσχυρόν, τὸ σαθρὸν ἂν εἴη τούτῳ ἀντικείμενον· εἰ δὲ τὸ δυσδιαίρετον, εἰ μὲν διὰ τὴν σκληρότητα ἔχοι τοῦτο, τὸ μαλακὸν αὐτῷ ἀντίκειται, εἰ δὲ διὰ τὴν πυκνότητα, τὸ ἀραιόν· καὶ εἴη ἂν τῷ μανῷ κυρίως οὐ τὸ στερεόν, ἀλλὰ τὸ πυκνὸν ἀντικείμενον. Πλωτῖνος μέντοι οὐκ ἀξιοῖ δύο σημαινόμενα τῆς μανότητος καὶ πυκνότητος ἀκούειν, τὸ μὲν ὑπὸ τὸ πρός τι, τὸ δὲ ὑπὸ τὸ ποιὸν ἀναγόμενον, ἀλλὰ μόνην ποιότητα ὁρᾷ· οὔτε γὰρ ἐν διαστάσεσιν εἶναι τὰ μανὰ καὶ πυκνά· κἂν τούτῳ δέ τις, φησί, συγχωρήσειεν, ποιότητα εἶναι καὶ τὴν διάστασιν. πρὸς ὃ ῥητέον ὅτι τὸ διττὸν τοῦτο τῆς φύσεως οὐκ ἔδει συγχεῖν· φιλοσόφου γὰρ ἀνδρός ἐστιν καὶ τὰς ἐν τοῖς κοινωνοῦσι διαφορὰς ἀπολογίζεσθαι. ἀλλ’ οὐ δεῖ, φασίν, τὴν διάστασιν αἰτιώμενον ὑπ’ ἄλλην ἀνάγειν κατηγορίαν· ἥνωται γὰρ ἡ οὐσία καὶ μία ἐστίν. ἀλλ’ εἴρηται καὶ πρότερον, ὅτι Ἀριστοτέλης οὐ τὰς πρώτας καὶ στοιχειώδεις τῶν μορίων θέσεις αἰτιᾶται, ἀλλὰ τὰς ἐν τοῖς συνθέτοις ἤδη περιγραφείσας, αἵτινες εἰργόμεναι ὑπὸ λεπτοτέρων σωμάτων διαφεύγουσι τὴν αἴσθησιν, πῶς ἔχουσιν τὸ ἐν τῇ διαστάσει συνηνωμένον.3 Οἱ δὲ Στωικοὶ δύναμιν ἢ μᾶλλον κίνησιν τὴν μανωτικὴν καὶ πυκνωτικὴν τίθενται, τὴν μὲν ἐπὶ τὰ ἔσω, τὴν δὲ ἐπὶ τὰ ἔξω, καὶ τὴν μὲν τοῦ εἶναι, τὴν δὲ τοῦ ποιὸν εἶναι νομίζουσιν αἰτίαν. ἀλλ’ οὐδὲν ταῦτα τοῖς νῦν λεγομένοις ἐνίσταται, ἕως ἂν μὴ περὶ τῶν ἐν τῇ φύσει εἰδῶν, ἀλλὰ περὶ τῆς ἐπισκευαστῆς μανότητος τῆς κατὰ διάστασιν θεωρουμένης ἐστὶν νῦν ὁ λόγος.
“因此并非所有的稀薄与致密都摆脱了位置,因为实质的稀薄与致密决不是依照位置的;因为那种依照图形被考察的,严格而言是依照特定性质之图形的位置被界定的,由此它也被阻止成为性质;因为它没有脱离位置,反而是依照位置被赋予种相的。而这与德谟克利特的看法相异,因为这些并不是关于元素中的稀薄与致密被阐发的,而是关于这种随附于构形与图形之上者被阐发的;而元素中的事物既是相,也是通体稀薄与致密的,中间决不被其他任何事物隔开,无论是虚空还是物体;然而那些依照图形第二性地随附成立、且因处于某种位置而被说成致密与稀疏的事物,其致密与稀疏两者的原因并不是性质,而是位置”。同样地,关于光滑与粗糙,既可能提出疑难,也可能解决所提出的疑难。 欧多洛提出疑难:究竟为何稀薄、致密、光滑与粗糙表示位置,而弯曲与笔直却不再表示位置?对此应当指出的是,位置是关于其他事物——即在处所中的物体或在表面上的线——被考察的,然而笔直与弯曲则是关于具有位置的事物界定了其性质,既不是在位置之中,也不是依照位置被赋予种相的。 尼科斯特拉托斯一派则竭力证明稀薄与致密是性质,援引了火与空气是稀薄的,而土是致密的,并非依照位置,而是依照性质。但应当对他们指出,在这些事物中依照神圣的伊安布利柯,“这两者中的每一者都表示两件事,即部分的相对位置与性质——如在织物上的位置,以及如在空气中的性质——然而在入门书中区分这些并非必要。因为一种稀薄之物是其各部分彼此分离,并非因为其间存在虚空,而是因为存在一种更纤细的异类物体;然而空气并不是因其各部分彼此分离而是稀薄的,而是因其轻且易分而是稀薄的,因此它属于依照性质的此类事物,而不属于依照位置的事物。对于这样的稀薄之物,”伊安布利柯说,“我们将对立的不是致密之物,而是坚实之物,具有难分与沉重属于它,而此类事物将依照性质,但依照位置的事物将被归入相对者之下”。 然而值得注意的是,“坚实”的哪一种意义是与稀薄相对立的。因为如果是指三维延展的,面和线便与此相对立;如果是指坚固的,脆弱的便与此相对立;如果是指难以分割的,那么如果它是由于硬度而具有此点,柔软的便与它相对立,但如果是由于致密,稀疏的便与它相对立;而严格与稀薄相对立的将不是坚实,而是致密。 然而普罗提诺并不赞成将稀薄与致密领会为两种含义,一种归入相对者之下,另一种归入性质之下,而是只看到性质;因为稀薄和致密之物并不存在于间距之中;他说,即使有人承认这一点,间距本身也是一种性质。对此应当指出,人们不应当混淆自然的这种双重性;因为解释具有共通性之事物中的差异,乃是哲学学者的本分。他们说:“但不应当因将原因归结为间距就将其归入另一范畴之下;因为实质是统一的且是单一的”。然而此前也已经说过,亚里士多德并不是归因于部分的原始的和元素的位置,而是归因于在复合物中已经被勾勒出轮廓的位置,这些位置被更纤细的物体所阻隔,使人无法感知到它们在间距中是如何具有那结合在一起之物的。 斯多亚派则将致稀与致密设定为一种能力,或宁可说是一种运动,一种向内,一种向外,并认为前者是存在的原因,后者是具性质之存在的原因。但是,只要现在的论述不是关于自然中的相,而是关于依照间距被考察的后天形成的稀薄,这些看法就丝毫不妨碍现在所说的内容。
- 5.6ὥστε οὐ πᾶσα μανότης καὶ πυκνότης ἀπήλλακται θέσεως, ἐπειδὴ ἡ οὐσιώδης μανότης καὶ πυκνότης οὐδαμῶς ἐστιν κατὰ θέσιν
由 ὥστε 引导的推论从句后接 ἐπειδή 原因从句。主句中的 οὐ πᾶσα 构成部分否定(“并非所有的……都……”),并与后文的原因从句呼应,指出稀薄与致密既有依赖于位置的,也有不依赖于位置的实质性形态。
- 5.6τὸ δὲ κατὰ θέσιν ὑπὸ τὰ πρός τι ἀναχθήσεται
述语短语指出“依照位置的”将被归入“相对者(τὰ πρός τι)”之下。这是因为各部分之间相隔或紧邻的相对位置是一种关系(部分相对于彼此如何处于特定位置),因此在范畴上应归入相对者而非性质。
- 5.6διαφεύγουσι τὴν αἴσθησιν, πῶς ἔχουσιν τὸ ἐν τῇ διαστάσει συνηνωμένον
间接疑问从句 πῶς ἔχουσιν... 作为动词短语 διαφεύγουσι τὴν αἴσθησιν(逃避了感知)的同位解释性补足语。从句的主语是 αἵτινες,指代复合物中被勾勒出的各部分的位置,意为“它们在间距中如何具有结合为一的事物,是逃避了感觉的”。
