- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:266.8-267.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修探讨了图形与构形(形态)的区分,审视了安德罗尼柯和伊安布利柯的观点,并论证构形可将图形与颜色包摄于其中。他还阐明了性质第四种属的共同特征,驳斥了关于稀薄与致密的德谟克利特式解释,进而提出了伊安布利柯的双重区分。
ἡ γὰρ ἐν τούτοις ἀκριβολογία διίστησιν αὐτὰ σαφῶς ἀπ’ ἀλλήλων. τὸ μὲν γὰρ σχῆμα παρίστησιν ὡς κοινόν τι καὶ πλείοσιν ὑπάρχον κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος διαφέρουσιν, τὴν δὲ μορφὴν ἐνδείκνυται ὡς μετὰ τῶν καθ’ ἕκαστα σωμάτων φυσικῶν ἀποτελευτῶσαν, ὅταν οἱ μεριζόμενοι περὶ τοῖς αἰσθητοῖς τῶν γινομένων λόγοι ἔσχατον ἴχνος ἀφ’ ἑαυτῶν ἀποτυπώσωνται ἐν τοῖς σώμασιν οἰκεῖον καὶ πρόσφορον αὐτῷ τῷ καθ’ ἕκαστον λόγῳ. διὰ ταῦτα μὲν οὐκ ἄν τις ἀρέσκειν αὐτῷ φαίη τὸ μετὰ τοῦ σχήματος συνυφίστασθαι καὶ τὴν μορφήν· ὅτι δὲ οὔτε ἔχει ὀρθότητα ἡ τοιαύτη δόξα, ῥᾴδιον ἐντεῦθεν καταμαθεῖν. τὸ μὲν γὰρ σχῆμα κατὰ τὸ πέρας τοῦ ὄγκου νοεῖται, ἡ δὲ μορφὴ κατὰ τὴν ἀποτελεύτησιν τοῦ εἴδους, καὶ τοῦ μὲν σχήματος ἡ συμμετρία καὶ ἡ ἀσυμμετρία κατὰ τὰ μήκη καὶ πλάτη νοεῖται, τῆς δὲ μορφῆς κατὰ τὴν εὐμορφίαν ἢ ἀμορφίαν, οὐκ ἀπηλλαγμένης τῆς ἐπὶ τὸ εἶδος ἀναφορᾶς· δι’ ἃ δὴ οὐδὲ τὰ αὐτὰ νομιστέον ταῦτα ἀλλήλοις οὔτε ἐκ θατέρου τὸ ἕτερον ἐξηρτῆσθαι. ἐὰν οὖν λέγωμεν ὅτι κατὰ τὰ ἀποτυπώματα τοῦ εἴδους καὶ τὰ ἔξωθεν φαινόμενα εἴδωλα τὸ εὔπλαστον αὐτῶν καὶ διασῷζον τὸ τοῦ εἴδους ἴχνος καὶ δυνάμενον συντάττεσθαι πρὸς τὸν λόγον ἐστὶ σύμμετρον, τὸ δὲ ἐναντίον τούτου ἀσύμμετρον, καὶ κατὰ τὴν τοιαύτην συμμετρίαν τε καὶ ἀσυμμετρίαν ἡ μορφὴ θεωρεῖται, οἰκειότερον ἂν ἀποδοίημεν τὸν περὶ αὐτῆς λόγον. οὐ μέντοι τοῦτο, φησὶν ὁ Ἰάμβλιχος, συμπληροῦσθαι τὴν μορφὴν εἴποιμεν ἂν1 ἐκ ποιῶν σχημάτων τε καὶ συμμετριῶν καὶ ἐκ ποιᾶς χροιᾶς καὶ μανότητος καὶ πυκνότητος· ἡ γὰρ τοιαύτη διάταξις συνάγει πολλὰ εἰς ταὐτό, ἅπερ Ἀριστοτέλης διακεκριμένως διέταξεν, οὐκ ἐᾷ τε ἡμᾶς καθαρὰν τῆς μορφῆς τὴν ἰδιότητα ὑπολαβεῖν”. ταῦτα πάντα καὶ κατὰ λέξιν οὕτω περὶ τῆς μορφῆς τοῦ Ἰαμβλίχου διαταττομένου ἀξιῶ προσέχειν τὸν νοῦν, μήποτε ἀκόλουθόν ἐστιν καὶ τοῖς ὑπ’ αὐτοῦ λεγομένοις τὸ τὴν μορφὴν καὶ τοῦ σχήματος καὶ τοῦ χρώματος περιεκτικὴν λέγειν.2 εἰ γὰρ κατὰ τὴν ἀποτελεύτησιν καὶ τὴν ἐπιφάνειαν τοῦ εἴδους θεωρεῖται, τὸ δὲ εἶδος πάντων ἦν περιεκτικὸν καθ’ ἕνα λόγον, καὶ τὸ πέρας ἂν αὐτοῦ τὰ πάντων πέρατα περιέχοι. κἂν συμπληροῦσθαι οὖν ὑπὸ τῶν ἄλλων λέγοιτο ἡ μορφὴ ὡς ἐκ μερῶν ἢ στοιχείων, ἄλλη παρ’ αὐτὰ οὖσα, οὐδὲν ἄτοπον λέγεται, οἷον κοινὴ σύλληψις οὖσα πάντων· ὁρᾷς γὰρ καὶ τὴν εὐθύτητα καὶ καμπυλότητα〈ὅτι〉 κοινὴν σχημάτων καὶ μορφῶν αὐτὸς εἶπεν εἶναι, καὶ οὐδὲν ἄτοπον ἐδόκει μετὰ τὸ τὰ ἴδια παραδεδωκέναι καὶ τὸ κοινῶς ὑπάρχον ὑποδεῖξαι. λέγει δὲ καὶ τὴν σιμότητα καὶ γρυπότητα τῆς ῥινὸς μὴ δεῖν εἰς τὴν μορφὴν προηγουμένως ἀνάγειν, ἀλλὰ μᾶλλον εἰς τὴν καμπυλότητα, καλῶς προσθεὶς τὸ προηγουμένως· ὡς γὰρ μορφὴ ἁπλῶς οὐχ ὑπὸ σιμότητος ἢ γρυπότητος, ὥσπερ οὐδὲ ὑπὸ λευκότητος ἢ μελανίας, ἀλλ’ ὑπὸ καμπυλότητος καὶ ὅλως σχήματος, ὥσπερ καὶ ὑπὸ χρώματος συμπληροῦται. καλῶς δὲ καὶ τοῦτο προσκείμενον οὐ παραλειπτέον, ὅτι κοινότης ἐν πᾶσιν τοῖς κατὰ τὸ τέταρτον εἶδος τῆς ποιότητος εἰρημένοις θεωρεῖται ἡ ἐσχάτη περιγραφὴ καὶ ὁ τελευταῖος ὅρος τῶν κατὰ διάστασιν ἢ κατὰ ἄλλην τινὰ ἰδιότητα δυνάμεως ἀποληγόντων. φαίνεται δὲ εἰκότως οὖσα τοιαύτη, ἐπειδὴ περὶ τὴν τελευτὴν τῆς φύσεως ἀφορίζεται, καὶ διὰ τοῦτο καὶ πολύχουν τοῦτο τὸ γένος ἐστὶν καὶ διαφοραῖς χρῆται πλείοσιν. Καὶ περὶ τοῦ μανοῦ δὲ καὶ πυκνοῦ ἔχοι ἄν τις πρὸς τὴν αἰτίαν τοῦ Ἀριστοτέλους ἀντιλέγειν. τὸ γὰρ διαστάσει τῶν μορίων ἀπ’ ἀλλήλων ἢ τῇ σύνεγγυς θέσει τὸ μανὸν ἢ καὶ τὸ πυκνὸν ἀφορίζεσθαι τὴν Δημοκρίτου αἵρεσιν βεβαιοῖ· καὶ γὰρ ἐκεῖνος συνιόντα εἰς ταὐτὸ τὰ ἄτομα σώματα συνιστᾶν τὸ πυκνόν φησιν, διιστάμενα δὲ ἀπ’ ἀλλήλων καὶ μεταξὺ πολλῷ κενῷ διαλαμβανόμενα τὸ ἀραιὸν ἀπεργάζεσθαι. ταῦτα δέ ἐστιν ἄτοπα· εἰ γὰρ ἥνωται ἡ ὕλη καὶ συμπαθής ἐστι πρὸς ἑαυτὴν καὶ δι’ ὅλου ποιά ἐστιν τὰ ποιά, δῆλον ὅτι καὶ τὰ ἀραιὰ καὶ πυκνὰ δι’ ὅλων ἡνωμένα συμπαθῆ ἐστιν πρὸς ἑαυτά· ὁ δὲ τοῖς διαστήμασιν τὴν αἰτίαν ἀποδιδοὺς ἐπιγέννημα ποιεῖ τὸ ποιὸν τῆς κατὰ σχέσιν θέσεως. “πρὸς δὴ ταῦτα, φησὶν Ἰάμβλιχος, διττὸν εἶναι τίθεμεν τὸ μανὸν καὶ πυκνόν, τὸ μὲν ἐν τοῖς εἴδεσιν, ὃ καὶ δι’ ὅλου πάρεστιν καὶ οὐσιῶδές ἐστιν καὶ ἕξεως μᾶλλον οἰκεῖον θεωρεῖται, ὁποῖον τὸ μανὸν τοῦ ἀέρος καὶ τοῦ πυρός, κατ’ οὐσίαν αὐτοῖς ὑπάρχον· ἄλλο δὲ ἐπίκτητον καὶ ἔξωθεν ὡς ἐν σχήματι θεωρεῖται, ὅπερ ἐν τοῖς σπόγγοις καὶ τῇ κισσήρει φαίνεται, οὐ κενοῦ τινος τοῦ μεταξὺ παρεμπίπτοντος, ἀλλὰ τῶν στερεῶν σωμάτων κατὰ σχῆμα περιγραφομένων3 καὶ ἐν ταύταις ταῖς περιγραφαῖς τὰ λεπτότερα σώματα περιεχόντων.
因为在这些事物上的精确措辞清楚地将它们[图形与构形]彼此区分开来。因为他将图形呈现为某种共通之物,属于在数目或种上相异的多数事物;而他指明构形是随着个别的自然物体一同走向终结的,即当生成之物中分布在可感觉事物周围的诸理路将自身最后的痕迹铭刻在物体中,且这痕迹对于个别理路自身而言是本有的且适宜的时候。正是由于这些原因,没有人会说构形与图形一同并立是合乎他心意的;而这样一种看法也并不具有正确性,从下述内容也很容易得知。因为图形是依照体积的界限被理解的,而构形则是依照相的终局被理解的;图形的对称与不对称是依照长度与宽度被理解的,而构形的对称与不对称则是依照美形或丑形被理解的,并未脱离对于相的指引;正是由于这些,绝不可认为它们彼此是相同的,也不可认为一者依赖于另一者。因此,如果我们说,依照相的铭刻以及从外部显现的影像,它们之中易于成形、保持相的痕迹且能够朝向理路而被统序者是对称的,而与此相反者是不对称的,并且构形是依照这样的对称与不对称被考察的,那么我们关于它便会给出一种更为切合的论述。伊安布利柯说:“然而,我们决不能由此便说构形是由特定性质的图形与对称,以及由特定性质的肤色、稀薄与致密所构成的;因为这样的安排将亚里士多德分别排列的许多事物汇聚到了同一事物中,而且不容许我们把握构形的纯正特质”。 既然伊安布利柯关于构形如此逐字地加以阐述,我认为值得注意:将构形说成包摄图形与颜色两者,岂不甚至是他所言之论的逻辑推论吗?因为如果它依照相的终局与表面被考察,而相依照单一理路包摄了一切,那么它的界限也将包摄一切事物的界限。因此,即使构形被说成是由其他事物仿佛由部分或元素所构成,但由于它是不同于它们的、宛如一切事物的共同总括,所言便绝无荒谬之处。因为你看,他自己也说过笔直与弯曲对于图形与构形而言是共通的,而在传授了固有特质之后指出共通具有的属性,并不被认为是荒谬的。他还说不应将鼻子的塌平与鹰钩主要归结为构形,而宁可归结为弯曲,他加上“主要”是极恰当的;因为单纯作为构形,正如不是由白或黑构成的一样,也不是由塌平或鹰钩构成的,而是由弯曲和一般的图形所构成的,正如也是由颜色构成的那样。同样不可忽略的是,这也恰当地被附加上了:在依照性质的第四种属所论及的一切事物中,共通性被考察为极尽的轮廓,以及依照延展或依照能力的某种其他特质走向终点的诸事物的最后界限。而它之所以显现为如此乃是合乎情理的,因为它是在自然的终点周围被界定的,因此这一属是多样繁复的,并且采用了更多的差异。 关于稀薄与致密,人们也可以反对亚里士多德所给出的原因。因为将稀薄或致密界定为各部分彼此之间的间距或紧邻的位置,证实了德谟克利特的宗派;因为他也说,不可分的物体汇聚于同一处便构成了致密,而彼此分离且中间被大量虚空隔开则造成了稀薄。然而这些是荒谬的;因为如果质料是统一的且自身具有共感,并且具性质之物通体都是具性质的,显然稀薄与致密之物通体统一且自身具有共感;但将原因归结为间距的人,则是将性质变成了依照相对关系之位置的派生物。伊安布利柯说:“对此,我们设定稀薄与致密是双重的:一种存在于相中,它通体现存且是实质性的,被考察为更本属于状态,正如空气和火的稀薄依照实质属于它们一样;另一种是后天获得的,从外部作为在图形中被考察,这表现在海绵和浮石中,并非由于某种虚空介于其间,而是由于坚固的物体依照图形被勾勒出轮廓,并在这些轮廓中包含了更纤细的物体”。
- 5.6οὐ μέντοι τοῦτο, φησὶν ὁ Ἰάμβλιχος, συμπληροῦσθαι τὴν μορφὴν εἴποιμεν ἄν
指示代词 τοῦτο 既可以前导性地指向后面的不定式短语 συμπληροῦσθαι ...,亦可作原因/状语性宾格(“为此/由于这一点”)。它处于否定与潜能希求法(οὐ ... εἴποιμεν ἄν,“我们决不能说……”)的管辖之下。
- 5.6μήποτε ἀκόλουθόν ἐστιν καὶ τοῖς ὑπ’ αὐτοῦ λεγομένοις τὸ τὴν μορφὴν καὶ τοῦ σχήματος καὶ τοῦ χρώματος περιεκτικὴν λέγειν
μήποτε 在此引导谨慎的推测或委婉的断言(“岂非……”)。该小句的主语是后面的冠词不定式短语 τὸ ... λέγειν,ἀκόλουθον 充当谓语形容词。
- 5.6οὐ κενοῦ τινος τοῦ μεταξὺ παρεμπίπτοντος, ἀλλὰ τῶν στερεῶν σωμάτων κατὰ σχῆμα περιγραφομένων
由 οὐ ... ἀλλά 相对比的两个属格绝对结构。前半部分 οὐ κενοῦ τινος ... 表述被否定的原因(“并非由于某种虚空介于其间”),后半部分 ἀλλὰ τῶν στερεῶν ... 则陈述实际的情形(“而是由于坚固的物体被勾勒出轮廓……”)。
