← 辛普里丘

亚里士多德《范畴篇》注释

§264.22-266.8

非同源命名与关于图形本性诸说的批判

辛普里丘在阐明“以同源词或以任何方式”这一措辞的语词与实在含义后,转向关于第四种性质(图形与构形)本性的探讨,批判了将张力视为原因的斯多亚学派观点、理念论模型以及将其归为关系的观点,论证了物体图形是由自然相所产生的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6#3

ὁ γὰρ δίκαιος κατὰ μὲν τὸ ὄνομα ἀπὸ τῆς δίκης παρωνόμασται, κατὰ δὲ τὰ πράγματα ἀπὸ τῆς δικαιοσύνης· ὁ δὲ δικαιόσυνος κατὰ μὲν τὴν λέξιν ἀπὸ τῆς δικαιοσύνης, ὥσπερ καὶ ὁ εὐφρόσυνος ἀπὸ τῆς εὐφροσύνης, κατὰ δὲ τὰ πράγματα οὐκ ἔχει παράθεσιν. διὰ ταῦτα οὖν πάντα προσέθηκεν τὸ ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν.1 ἀνήγαγεν δὲ ταῦτα ἢ εἰς τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα, ὡς ἐπὶ τῶν φυσικῶν δυνάμεων, ἢ εἰς τὴν συνήθειαν μὴ ἔχουσαν ἐν χρήσει τὸ ἕτερον, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ ἐναρέτου. καὶ δῆλον ὅτι ἐπ’ ὀλίγων μὲν ταῦτα συμπίπτει, τὰ δὲ πολλὰ παρωνόμασται ταῖς ποιότησιν, ἀφ’ ὧν ἔχει τὸ ποιὰ εἶναι. αὕτη μὲν ἡ τῆς λέξεως σαφήνεια. Τρεπτέον δὲ λοιπὸν ἐπὶ τὰς καθ’ ἕκαστα ζητήσεις τε καὶ διαλύσεις· πρὸ τούτου δὲ ἀκριβέστερον ἔτι τῶν εἰρημένων ποιητέον διάκρισιν. τὸ τοίνυν σχῆμα οἱ Στωικοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν,2 ὥσπερ καὶ τὴν μεταξὺ τῶν σημείων διάστασιν· διὸ καὶ εὐθεῖαν ὁρίζονται γραμμὴν τὴν εἰς ἄκρον τεταμένην. ἀλλ’ οὕτως ἀναιρεθήσεται ἡ μαθηματικὴ οὐσία, ἥτις ἀκίνητός τέ ἐστιν καὶ ἀλλοιώσεως πάσης καὶ διὰ τοῦτο καὶ τάσεως ἀπηλλαγμένη. εἰ δέ τις τὴν ἀσώματον οὐσίαν τῶν σχημάτων καὶ ἀμφισβητήσιμον εἶναι νομίζοι, εἴτε ἔστιν εἴτε μέχρι ὑποθέσεως ὑπάρχει, νῦν δὲ εἶναι τὸν λόγον οἴεται περὶ τῶν ἐν τοῖς σώμασιν σχημάτων, καὶ οὕτως ἐροῦμεν κατὰ Ἀριστοτέλη μὴ εἶναι τάσιν τὴν τοῦ σχήματος αἰτίαν. κίνησις γὰρ ἂν οὕτως καὶ μεταβολὴ γίνοιτο τῆς ποιότητος αἰτία, ὅπερ οὐκ ἀρέσκει τῷ Ἀριστοτέλει, ἀλλ’ οὐδὲ ἔχει λόγον· ἐν ὅρῳ μὲν γὰρ ἡ ποιότης θεωρεῖται, ἀόριστον δὲ πρᾶγμα ἡ κίνησίς ἐστιν καὶ μᾶλλον ἐφιέμενον τοῦ ὁρίζεσθαι. εἰ δέ τις διττὰ σχήματα ὑποτίθοιτο, τὰ μὲν ἀσώματα, ὡς τὰς ἰδέας κύκλου τε καὶ τῶν ἄλλων σχημάτων ὁ Πλάτων φησίν, τὰ δὲ ὡς περὶ τοῖς σώμασιν μεριζόμενα, καὶ τρίτα δὲ κατ’ ἄλλην τινὰ μεταξὺ φύσιν τῶν τε ἰδεῶν καὶ τῶν γινομένων, ἕπεται ζητεῖν,3 εἰ ἄλλως μέν ἐστιν τὰ ἀσώματα σχήματα, ἄλλως δὲ τὰ σωματοειδῆ, καὶ εἰ κατὰ κοινὸν λόγον ἀμφοτέρων τούτων νυνὶ τὰ σχήματα λέγεται ἢ κατὰ μόνον τὸν ἐπὶ τῶν σωμάτων θεωρούμενον, καὶ πότερον τὸ διακρατοῦν ἐν ποιῷ σχήματι ἀπὸ ποιότητος γίνεται τοῦ σχήματος ὡς ἑτέρας οὔσης παρὰ τὸ διακρατούμενον ἢ οὐδὲ διακρατοῦν τι ἔστιν, ἀλλ’ ἐν ἀποτελέσματος τάξει τὸ σχῆμα θεωρεῖται ἄλλως ἐπισυνιστάμενον τῇ φύσει τῶν σωμάτων κατ’ αὐτὸ μόνον τὸ πεπεράνθαι. ἀλλὰ κοινὸν μὲν σωμάτων καὶ ἀσωμάτων οὐδὲν ἂν εἴη πρότερον εἶδος ὡς ἕτερον ἀμφοῖν, εἰ μὴ ἄρα τις λέγοι τὰ ἀσώματα σχήματα ὡς αἰτίαν παρέχοντα τοῖς ἐπὶ τῶν † σχημάτων σώμασιν καὶ σχήμασιν κοινὴν αὐτοῖς παρέχειν ἀρχηγὸν δύναμιν, ἥτις συντάττει πρὸς ἑαυτὴν τὰ ὁρώμενα σχήματα καὶ συνάγει καὶ ὁμοῦ πάρεστι πᾶσιν, καὶ κατὰ τοῦτο ἂν ἔχοι τὸ κοινόν. ἀλλ’ οὐδὲν τοῦτο ταῖς Ἀριστοτέλους ὑποθέσεσιν προσήκει. ὅθεν οὔτε τὸ διακρατοῦν ἐν τῷ σχήματι τῆς ποιότητος εὐλόγως ἄν τις θείη· οὐδὲ γὰρ οὕτως ἐνεργοῦσιν αἱ ποιότητες κατ’ αὐτόν, ἀλλ’ ἔχονται μόνον. περὶ δὲ τοῦ ἐν ἀποτελέσματος τάξει εἶναι τὰ σχήματα, εἰ μέν τις οὕτως λέγοι αὐτὰ ὡς συμβεβηκότα συμπτώματα κατ’ ἐπακολούθησιν ἢ ὡς ἔτυχεν, οὐκ ἀποδεξόμεθα τὸν λόγον· οὐδὲν γὰρ τῶν κατὰ φύσιν γινομένων τοιαύτην ἔχει τὴν ὑπόστασιν· εἰ δὲ ὡς κατὰ μετουσίαν εἰδῶν τινων καὶ λόγων φυσικῶν τὰ περὶ τοῖς σώμασιν τοῖς φυσικοῖς σχήματα λέγοι ἀπογεννᾶσθαι, παραδεξόμεθα, καὶ συγχωρήσομεν τὸ σχῆμα εἶναί τε καθ’ ἑαυτὸ καὶ ἀπὸ τῆς τοιαύτης αἰτίας παράγεσθαι. ἐπειδὴ δέ τινες καὶ τὸ σχῆμα, ὥσπερ καὶ τὸ χρῶμα καὶ τὸ γλυκὺ καὶ τὸ σκληρὸν ἐν τοῖς πρός τι τίθενται ὡς πρὸς αἴσθησιν λεγόμενα, δῆλον ὅτι οὗτοι πάντα συμφύρουσιν· οὕτω γὰρ καὶ ἡ οὐσία καὶ τὰ ἄλλα γένη ὡς αἰσθητὰ πρός τι ἔσται. ἀλλὰ χρὴ αὐτὰ ἕκαστα καθ’ ἑαυτὰ διαιροῦντας ἐν οἰκείοις γένεσι τιθέναι, καὶ τότε ὡς αἰσθητὰ πρὸς αἴσθησιν τῶν πρός τι λέγειν. “Περὶ δὲ τῆς μορφῆς ἐπισκεπτέον, εἰ κατὰ τὸ ποιὸν σχῆμα ἡ μορφὴ ὑφίσταται, ὡς τινες οἴονται, καὶ διὰ τοῦτο συνέταξεν αὐτὴν τῷ σχήματι. οὔτε γὰρ τῷ † Ἀνδρονίκῳ δοκεῖ τοῦτο οὔτε ἀληθές ἐστιν. οὐ δοκεῖ μὲν γάρ, διότι τὸ σχῆμα ἁπλῶς εἰπὼν τὴν μορφὴν οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ τὴν περὶ ἕκαστον ὑπάρχουσαν μορφήν.

因为就名称而言,公正之人是由审判[正义]以同源词得名的,但就事实而言是由正义得名的;另一方面,正直之人就措辞而言是由正义以同源词得名的(正如喜乐之人由喜乐得名一样),但就事实而言并无对应的实在。正是由于所有这些原因,他补充了“或以其他任何方式从它们[被称呼的事物]”。他将这些情况归结为:要么是没有为性质确立名称,如在自然能力上那样;要么是语言习惯并未在用法中拥有另一者,如在德性与具德者上那样。显然,这些情况仅在少数事物上碰巧出现,而绝大多数事物都是从性质以同源词命名的,事物正是从这些性质中获得其“具有性质”这一属性的。以上便是字面文句的清晰含义。 接下来必须转向具体的探究与解答;但在此之前,还必须对上述内容作出更精确的区分。于是,斯多亚学派的人说,正如张力提供点与点之间的间距一样,张力也提供图形;因此他们将直线定义为“伸展到极致的线”。然而,这样一来数学实体便会被废弃,而数学实体是不动的、免于一切变异的,从而也是免于张力的。但如果有人认为图形的非物体性实体甚至是有争议的(无论它是真正存在还是仅仅作为假设而存在),并认为当前的论述是关于物体中的图形的,即便如此,我们按照亚里士多德的观点也会说,张力并非图形的原因。因为这样一来,运动与变化就会成为性质的原因,这不仅不合亚里士多德之意,而且也是不合理的;因为性质是在界限内被考察的,而运动则是不定的事物,且宁可说是渴求着被界定的。但是,如果有人假设双重图形——一方面是非物体的图形,正如柏拉图谈及圆和其他图形的理念那样,另一方面是分布在物体周围的图形——以及第三种介于理念与生成之物之间的具有另一种中间本性的图形,那么接下来的探究便是:非物体的图形与物体般的图形是否具有不同的存在方式,以及如今被称为图形的是依照这两者的共同定义,还是仅仅依照在物体上所考察的定义;并且,在具有特定性质的图形中维持者是否来源于图形的性质(作为不同于被维持者之物),或者根本没有任何维持者,而是图形作为结果的位阶被考察,仅仅依据其被界定这一事实而在其他方面附加成立在物体的自然本性之上。但是,物体与非物体之间不可能有某种在先的属作为不同于两者的共同之物,除非有人说非物体图形作为向物体中的图形提供原因者,向它们提供了一种共同的始基力量,这种力量将可见的图形朝向自身加以统序并加以汇聚,且同时现存于一切事物中,并且依照这一点它具有共通性。但这与亚里士多德的诸项假设毫不相符。因此,人们也不能合乎情理地将图形中的维持者确立为属于性质;因为在亚里士多德看来,性质并不是这样产生效能的,而只是被持有的。关于图形处于结果的位阶,如果有人将它们说成是伴随而来的偶然产物或偶然碰巧之物,我们不会接受这种论述;因为依照自然生成之物没有一个是具有这种存立方式的;但如果他说自然物体周围的图形是通过分有某些相和自然理路而生成的,我们将予以接受,并且赞同图形既依其自身而存在,又是从这样的原因中产生的。此外,既然某些人也将图形像颜色、甘甜与坚硬一样归入关系之中,理由是它们被说成是相对于感觉的,那么显而易见这些人将一切混淆了;因为这样一来,实体和其他诸属作为可感觉之物也将成为关系了。相反,必须将每一者依据其自身加以区分并置于其固有的属中,然后才能将它们作为可感觉之物说成是相对于感觉的关系。“关于构形,必须考察构形是否依据特定性质的图形而存立(正如某些人所认为的那样),并为此他将其与图形并列。因为这在安德罗尼柯看来既非如此,也不是真实的。之所以看起来并非如此,是因为他在端言图形的同时,对构形并未端言,而是说存立于各物周围的构形”。

语法注3 条
  1. 5.6τὸ ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν

    中性单数宾格定冠词 τὸ 将紧随其后的亚里士多德原文引文(10a13)名词化,作为动词 προσέθηκεν 的直接宾语。

  2. 5.6τὸ τοίνυν σχῆμα οἱ Στωικοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν

    在带不定式的宾格结构中,παρέχεσθαι(中间态:产生、提供)在意义上的主语是 τὴν τάσιν,而 τὸ σχῆμα 则是其宾语。其句法含义是“张力产生/提供图形”,正如它提供点之间的间距一样,而非“图形提供张力”。

  3. 5.6εἰ δέ τις διττὰ σχήματα ὑποτίθοιτο ... ἕπεται ζητεῖν

    整个句子的基本骨架是由带有祈愿语气的条件从句 εἰ δέ τις ... ὑποτίθοιτο 引导,主句为无人称动词 ἕπεται 加上不定式 ζητεῖν(“接下来的探究便是”),其后统摄三个并列的间接疑问从句(εἰ ἄλλως μέν ..., καὶ εἰ κατὰ κοινὸν λόγον ..., καὶ πότερον τὸ διακρατοῦν ... ἢ οὐδὲ διακρατοῦν τι ἔστιν),构成了探求的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:264.22-266.8