- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:260.15-261.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了情状如何与运动的各种相以及《形而上学》中的定义相关联,考察了受动性质中持久性的含义,解释了灵魂的情状如何关涉身体与复合动物,并过渡到性质的第四个相。
δυνατὸν δὲ τὰ πάθη καὶ κατὰ τὰ εἴδη τῶν κινήσεων διαιρεῖν· ἢ γὰρ κατ’ οὐσίαν γίνεται τὰ πάθη ἢ κατὰ τὸ ποσόν, ἀλλ’ οὔτε τὸ κατ’ οὐσίαν οὔτε τὸ κατὰ ποσὸν προσήκει τῷ νῦν ζητουμένῳ πάθει, ἀλλ’ οὐδὲ πᾶν τὸ κατὰ ποιόν, εἴπερ ἓν εἶδος ποιότητος ἀφώρισται τοῦτο· ἀλλ’, εἴπερ ἄρα, ἐν τῷ γίνεσθαι τὰ τοιαῦτά ἐστιν πάθη καὶ ἐν τῷ μεταβάλλειν εἰς τὰς κατ’ ἐνέργειαν παθητικὰς ποιότητας· ἀφορμαὶ γάρ εἰσιν καὶ οἷον ὑποκατασκευαὶ τῶν παθητικῶν ποιοτήτων. διὸ καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὸ πάθος διαιρούμενος “πάθος, φησίν, λέγεται ἕνα μὲν τρόπον ἡ ποιότης, καθ’ ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ βαρύτης καὶ κουφότης καὶ ὅσα ἄλλα τοιαῦτα· ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις· ἔτι δὲ τούτων μᾶλλον αἱ βλαβεραὶ ἀλλοιώσεις καὶ κινήσεις, καὶ μάλιστα αἱ λυπηραὶ βλάβαι· ἔτι τὰ μεγέθη τῶν συμφορῶν καὶ λυπηρῶν πάθη λέγεται”. ἐν γὰρ τούτοις ὀρθῶς τὴν ἀλλοίωσιν καὶ τὴν κατ’ ἐνέργειαν ἀλλοίωσιν βλάβην τε καὶ κίνησιν καὶ τὰ τοιαῦτα ὡς κινήσεις ὑπήγαγεν ὑπὸ τὸ πάθος. καὶ ἐντεῦθεν δὲ καταφαίνεται ὡς εἰκότως οὐκ ἀπέκρινεν τὰ πάθη τῶν ποιοτήτων· περὶ γὰρ τὴν ἀλλοίωσιν καὶ κίνησιν τῶν παθῶν ὑφίστανται αἱ παθητικαὶ ποιότητες καὶ συμπληροῦνται καὶ εἰδοποιοῦνται ὑπ’ αὐτῶν, τὸ δὲ ἀτελὲς καὶ ὡς ἐν ὕλης τάξει προκαταβεβλημένον καὶ συγγενὲς πρὸς ποιότητας ἀπὸ τῶν παθῶν θεωρεῖται. Ἐπεὶ δὲ τὸ μόνιμον καὶ δυσκίνητον χαρακτηριστικὸν εἶναι δοκεῖ τῆς παθητικῆς ποιότητος καὶ διακριτικὸν αὐτῆς ἀπὸ τοῦ πάθους, οὐχ οὕτως ἀκουστέον τοῦ μονίμου ὡς ἐπὶ τῆς ἕξεως, ἀλλ’ ὡς πρὸς τὸ πάθος δεῖ τὸ μόνιμον ἐννοεῖν. δεῖ γὰρ ὁπωσοῦν μένειν ἐκεῖνο τὸ νομιζόμενον ποιόν, ἵνα ᾖ τε καὶ λέγηται ὁπωσοῦν ποιόν, οὐ τῷ μονίμῳ εἰδοποιούμενον ὥσπερ ἡ ἕξις, ἀλλὰ τῇ ἐν τῷ πάθει διαμενούσῃ ποιότητι. Ἐπειδὴ δὲ τὰς παθητικὰς ποιότητας εἴς τε ψυχὴν καὶ σῶμα διεῖλεν, δεῖ ζητεῖν, εἰ αἱ ἐκστάσεις καὶ ὀργαὶ καὶ τὰ τοιαῦτα τῆς ψυχῆς ἐστιν ἴδια ἢ κοινὰ καὶ τοῦ ἔχοντος. εἰ τοίνυν ἀρέσκει αὐτῷ ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ἀπὸ τοῦ σώματος ὡρμῆσθαι τὰ τοιαῦτα, ὥστε πολλάκις μὲν εὐκινήτους ἡμᾶς γίνεσθαι πρὸς ὀργὴν καίτοι μικρῶν ὄντων τῶν παροξυνόντων, πολλάκις δὲ καίτοι μεγάλων ὄντων μὴ κινεῖσθαι, ὅταν μὴ ὀργᾷ τὸ σῶμα μηδὲ ᾖ ἀφ’ ἑαυτοῦ πρὸς τὸ πάθος ἠρεθισμένον — εἰ τοίνυν τοῦτο οὕτως ἔχει,1 τῆς ψυχῆς εἶπεν τὰ πάθη κατὰ τὸ ἐπικρατοῦν αὐτῆς καὶ πλεονάζον ἐν τῷ συνθέτῳ ζῴῳ· αἱ γὰρ πρὸς τὸ σῶμα συγγενεῖς τῇ ψυχῇ καταστάσεις καὶ αἱ ῥέπουσαι εἰς γένεσιν καὶ μὴ κρατοῦσαι ἑαυτῶν καὶ αἱ παραγόμεναι ὑπὸ τοῦ σώματος καὶ ὑλικώτεραι, αὗται τῶν ψυχικῶν τούτων παθῶν εἰσιν αἰτίαι. ταῦτα μὲν οὖν καὶ περὶ τούτων εἰρήσθω. μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὸ τέταρτον τῆς ποιότητος εἶδος τῷ Ἀριστοτέλει παρακολουθοῦντα.2
也可以依照运动的相来划分诸情状;因为情状要么依照实体发生,要么依照数量发生,但无论是依照实体的还是依照数量的情状,都不属于当下所探究的情状,而且如果这被限定为性质的一个单一之相,甚至并非所有依照性质的情状都属于它。然而,如果真有的话,这类情状就存在于生成之中,存在于向现实中的受动性质的变化之中;因为它们是受动性质的发端,并且可以说是预备性的基础。因此在《形而上学》中划分情状时,他也说道:“情状在一种意义上被说成是据以可能发生变质的性质,例如白与黑、甜与苦、重与轻,以及所有其他这类事物;在另一种意义上是指这些性质的现实与变质;此外比这些更进一步的,是指有害的变质与运动,尤其是带来痛苦的损害;再者,巨大的不幸和痛苦的事物也被称为情状。”因为在这些论述中,他正当地把变质、处于现实中的变质、损害与运动以及诸如此类的事物作为运动归于情状之下。由此也很显然,他合乎情理地没有把情状与性质截然分开;因为受动性质正是围绕着情状的变质与运动而持存的,并由它们得到充实和赋形,而不完满之物、如同处于质料位阶而被预先置于底层的且与性质同族之物,则是从情状中被考察的。然而,既然持久且难以变动似乎是受动性质的特征并是将它与情状区分开的标志,那么就不应当像在习性上那样去理解持久,而必须相对于情状去理解持久。因为那个被认为是具有性质的事物必须以某种方式保持着,以便它以某种方式既存在又被称为具有性质的事物,但它并不是像习性那样由持久性来赋形,而是由在情状中保持着的性质来赋形的。再者,既然他把受动性质划分为属于灵魂和属于身体的,就必须探究狂乱、愤怒以及诸如此类的事物是灵魂所特有的,还是灵魂与具有它者所共有的。因此,如果在《论灵魂》第一卷中他赞同这类事物是从身体出发的,以至于尽管激怒我们的因素很小,我们却常常很容易被激怒,而当身体没有处于亢奋状态、没有自发地向着情状被激发时,即使因素很大我们也常常不受触动——因此,如果情况确实如此,那么他是依照复合动物中灵魂占主导地位且居于优势的方面,将它们称为灵魂的情状;因为灵魂中与身体同族的状态、倾向于生成且不能自制的状态、由身体产生且更具质料性的状态,正是这些灵魂情状的原因。关于这些事物也就谈到这里;现在是追随着亚里士多德过渡到性质的第四个相的时候了。
- 5.5εἰ τοίνυν ἀρέσκει αὐτῷ ... εἰ τοίνυν τοῦτο οὕτως ἔχει
长句中的条件从句复述(重叙结构,epanalepsis)。在最初的 εἰ τοίνυν... 条件从句之后,插入了由 ὥστε 引导的长篇结果与情况说明从句,因此作者通过重复 εἰ τοίνυν τοῦτο οὕτως ἔχει(“因此,如果情况确实如此”)来重新接续主句(τῆς ψυχῆς εἶπεν τὰ πάθη...)。
- 5.5μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὸ τέταρτον τῆς ποιότητος εἶδος τῷ Ἀριστοτέλει παρακολουθοῦντα
分词 παρακολουθοῦντα 为阳性单数宾格。在非人称句式(καιρός [ἐστιν] μεταβαίνειν)中,它与不定式 μεταβαίνειν 的逻辑主语(隐含的不定主语或作者自身)在格上保持一致,作宾格。
