- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:259.5-260.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘将第三类性质(被动性质与情状)与第一、第二类性质进行比较,探讨了阿尔库塔斯确立情状优先性的理由、变化与相(理则)在构成性质中的作用,以及“情状”的三种不同含义。
Διαφέρουσιν δὲ αἱ τρίται ποιότητες αὗται τῶν μὲν πρώτων, ὡς καὶ Πορφύριος καὶ Ἰάμβλιχός φασιν, ὅτι ἐκεῖναι μὲν ἐκ διδασκαλίας τὸ τέλειον ἔχουσιν, αὗται δὲ φύσει ὑπάρχουσιν. μήποτε δὲ καὶ τὰ φύσει παρείληπται ἐν ἐκείναις, ὥσπερ θερμότης καὶ ψύξις καὶ τὰ τοιαῦτα, ἡ δὲ διαφορὰ τῶν ἐνταῦθα μὲν κατὰ πάθος εἶναι, ἐκεῖ δὲ κατὰ διάθεσιν καὶ ἕξιν.1 τῶν δὲ δευτέρων διαφέρει, καθ’ ὅσον ἐκεῖναι μὲν ἐν τῷ δυνάμει ἐθεωροῦντο καὶ ἐπιτηδειότητες ἦσαν, αὗται δὲ ἐντελέχειαι μᾶλλόν εἰσιν καὶ κατ’ εἶδός τι ἤδη ὑφεστήκασιν. Τάξιν δὲ εἴ τις ποθεῖ μαθεῖν αὐτῶν, ῥητέον ὡς ἡ ἐκ πάθους καὶ μεταβολῆς εἰδοποιία ἀπολείπεται τῶν πρώτων καὶ αὐτοφυῶν ποιοτήτων, ὅσαι τέ εἰσιν κατ’ ἐνέργειαν καὶ ὅσαι κατὰ φυσικὴν δύναμιν πρώτως συνίστανται καὶ κατὰ κίνησιν ἑτεροιώσεις. ὁ μέντοι Ἀρχύτας ἔοικεν προτάξαι τὸ κατὰ τὸ πάθος εἶδος τῆς ποιότητος τοῦ κατὰ τὸ δυνάμει, καὶ ἴσως τοῦτο μᾶλλον ἔχει λόγον, διότι τὸ ἐνεργείᾳ προηγεῖσθαι χρὴ τοῦ δυνάμει, ὁποῖόν ποτε ἂν ᾖ. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι τὸ ὅλον εἶδος τοῦτο τῆς ποιότητος ὁ Ἀρχύτας ἐν τῷ πάθει κυρίως εἰδοποιεῖ καὶ τοῦτο αὐτοῦ κοινὸν στοιχεῖον ἀπέδωκεν, ὁμοῦ μὲν ἐν κοινῷ περιλαβὼν ὅρῳ τάς τε παθητικὰς ποιότητας καὶ τὰ πάθη καὶ ταύτῃ τὰ πολλὰ τῶν ἀπόρων διαφυγών, ὁμοῦ δὲ καὶ τὴν φύσιν αὐτῶν ὡρισμένως περιλαβών· οὐ γάρ ἐστιν τὸ εἶδος τοῦτο τῆς ποιότητος καθαρὸν ὕλης καὶ σώματος οὐδὲ ἐν εἴδει παγίως ἱστάμενον, ἀλλ’ ἔοικεν μέση τις εἶναι φύσις τῶν τε σωμάτων καὶ τῶν εἰδῶν, κατὰ μὲν τὸ πάσχειν τοῖς σώμασι προσεοικυῖα, κατὰ δὲ τὸ γενέσθαι εἶδος ἀπὸ τοῦ πάθους ἢ μορφὴν προσλαμβάνειν ἐν ἑαυτῷ ἀπὸ τοῦ εἴδους, ταύτῃ δὲ τῷ λόγῳ συγγενὴς ὑπάρχουσα. Καὶ ὅτι μὲν τροπή τις καὶ ἀλλοίωσις θεωρεῖται κατὰ τὰς τοιαύτας ποιότητας, πρόδηλον· ὁρᾶται γὰρ τοῦτο· ἀλλ’ ἐκεῖνο ζητήσεως ἄξιον, μήποτε οὐκ ἔστιν ἡ τοιαύτη τροπὴ αἰτία τῶν τοιούτων ποιοτήτων, ἀλλ’ αὐτὴ μὲν τῶν ὧν οὐκ ἄνευ λόγον παρέχεται,2 ἡ δὲ ἐν αὐτῇ θεωρουμένη μορφὴ τὴν ποιότητα κυρίως συνίστησιν. ἡ γὰρ κίνησις ὡς ἐν ὕλης τάξει προϋπόκειται καὶ ὑπουργεῖ τῇ προηγουμένῃ αἰτίᾳ, ἥτις ἐστὶν ἡ ἀπὸ τοῦ λόγου κατιοῦσα μοῖρα καὶ μορφοῦσα τὴν ἀόριστον κίνησιν· καὶ αὐτὴ μὲν οὔτε πάσχει οὔτε ἀλλοιοῦται, ἤτοι δὲ ἐμποιεῖ πάθος ἢ ἐπὶ πάθει προηγουμένως συνίσταται. μήποτε δὲ ἀληθέστερον εἰπεῖν ὅτι κατ’ αὐτὴν γίνεται τὸ πάθος ἐν τῷ ὑποκειμένῳ. καὶ ἐπὶ τῶν χρωμάτων οὖν τροπαὶ μὲν γίνονται περὶ τὸ σύνθετον σῶμα, οἱ δὲ λόγοι εἰσὶν ἑκάστων χρωμάτων ἐν τῇ φύσει, ὧν δόσις γίνεται καὶ μετοχὴ ἐν τῷ χροιᾶς μεταλαμβάνειν τὰ σώματα. Ἀλλὰ τί ποτέ ἐστιν τὸ πάθος τοῦτο, ζητεῖν ἄξιον. λέγεται γὰρ πάθος ἢ τὸ ἀναιρετικὸν τῆς οὐσίας, ὡς ἡ σῆψις σώματος φθορὰν ἐπάγουσα τῷ σηπομένῳ, ἢ τὸ τούτῳ ἀντίθετον τὸ συνέχον διὰ τῆς μεταβολῆς ἐν τῷ κατὰ φύσιν τὸ ὑποκείμενον,3 ὡς τὰς αἰσθήσεις τὰ κατ’ αὐτὰς πάθη συνέχει ὡς αἰσθητικάς· ἄλλως δὲ πάθος λέγεται καὶ ἡ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν μεταβολή, ὡς ὅταν ὁ κηρὸς εἰς παντοῖα σχήματα μεταπλαττόμενος πάσχειν λέγηται.
正如波菲利和扬布里柯所说,这第三类性质与第一类性质的区别在于:前者通过教导而获得完满,而后者则是出于自然本性而存在的。但或许出于自然本性的东西也被包含在第一类之中,例如热与冷以及诸如此类的事物,而差异在于此处的性质是依照情状而存在的,彼处则是依照状态与习性而存在的。而它们与第二类性质的区别则在于,后者是在潜能中被考察的且是适应性,而前者更多是现实,并且已经依照某种相而持存。如果有人渴望探究它们的次序,应当说,产生自情状和变化的赋形,逊色于那些原初的且自生的性质——无论是那些依照现实而存在的性质,还是那些依照自然潜能原初地构成且依照运动发生变质的性质。不过阿尔库塔斯似乎把依照情状的性质之相置于依照潜能的性质之相之前,而这或许更具有道理,因为无论它是何种性质,处于现实之物都必须先行于处于潜能之物。还应当知道这一点:阿尔库塔斯主要在情状中界定这一整个性质之相,并把这作为它的共同元素赋予它,他把被动性质与情状一并包含在一个共同的定义之中,从而避开了许多疑难,同时也确定地把握了它们的自然本性。因为这一性质之相既非纯粹脱离质料和身体,也非牢固地停留于相之中,而是似乎作为身体与诸相之间的一种中间本性,就承受而言类似于身体,而在由情状生成相或从相中在自身中接受形状这一点上,却在这方面与理则同族。而依照这类性质可以考察到某种转变和变质,这是显而易见的;因为这是肉眼可见的。但值得探究的是那一点:或许这类转变并不是这类性质的原因,转变自身只是充当了不可或缺的条件,而在其中被考察到的形态才是主要构成性质的东西。因为运动作为处于质料位阶之物而预先作为底层物存在,并服务于主导性的原因,主导性原因是从理则下降并塑造不确定运动的分额;而它自身既不受动也不变质,或者产生情状,或者主导性地在情状之上构成。或者说,认为情状是依照它而在底层物中生成的,这或许更为真实。因此在颜色上也是如此,转变发生在复合的身体周围,但各个颜色的理则存在于自然本性之中,当身体分有颜色时,便发生这些理则的赋予与分有。但是,这种情状究竟是什么,是值得探究的。因为情状被说成要么是毁灭实体的,正如身体的腐烂给腐烂之物带来毁灭那样;要么是与此相反的,即通过变化使底层物保持在符合自然本性的状态中的东西,正如符合感觉的情状使感觉作为具有感觉能力之物而保持存续一样;而在另一种意义上,从潜能到现实的变化也被称为情状,正如蜡被重塑为各种各样的形状时被称为受动那样。
- 5.5ἡ δὲ διαφορὰ τῶν ἐνταῦθα μὲν κατὰ πάθος εἶναι, ἐκεῖ δὲ κατὰ διάθεσιν καὶ ἕξιν
τῶν ἐνταῦθα 是从属于 ἡ δὲ διαφορὰ 的名词化属格短语(“此处之物的〔差异〕”,ἐκεῖ δὲ 前亦省略 τῶν),而不定式 εἶναι(省略系动词 ἐστί)作表语,用以说明差异的具体内容。
- 5.5τῶν ὧν οὐκ ἄνευ λόγον παρέχεται
此句结合了惯用表达 ὧν οὐκ ἄνευ(“不可或缺之物”,即必要条件)与支配属格的 λόγον παρέχεσθαι(“充当……的角色/发挥……的作用”),意为提供必要条件的作用。
- 5.5τὸ συνέχον διὰ τῆς μεταβολῆς ἐν τῷ κατὰ φύσιν τὸ ὑποκείμενον
分词 τὸ συνέχον 的直接宾语是被远置的 τὸ ὑποκείμενον,而介词短语 ἐν τῷ κατὰ φύσιν 则表达其通过变化而保持所在的“符合本性的状态”。
