← 辛普里丘

亚里士多德《范畴篇》注释

§261.17-263.2

性质第四个相即图形与形状的探讨

辛普利丘讨论了性质的第四个相(图形与形状、直与曲,Bekker 10a11),辨析了图形与形状的区别并考察了扬布利柯的解释,同时说明了稀薄与浓密因指示部分的位置而非性质而遭到排除的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6#1

" Τέταρτον δὲ γένος ποιότητος ἕως τοῦ ποιὰ οὖν λέγεται τὰ παρωνύμως ἀπὸ τῶν εἰρημένων ποιοτήτων λεγόμενα ἢ ὁπωςοῦν ἄλλως ἀπ’ αὐτῶν." Τετάρτην εἰκότως καὶ τελευταίαν ἀποδίδωσιν τούτῳ τῷ γένει ἤτοι εἴδει τῆς ποιότητος τάξιν, διότι ἐπιπολῆς καὶ οἷον ἔξωθεν ἐπ’ ἐσχάτῳ τοῦ σώματος συνίσταται. πολυμερὲς δέ ἐστιν καὶ πολυειδὲς τὸ γένος τοῦτο. καὶ ἔστιν ἐν αὐτῷ σχῆμα μὲν τὸ ὑπὸ τινὸς ἢ τινῶν ὅρων περιεχόμενον, ὃ καὶ ἐπιπέδου καὶ στερεοῦ πέρας ἐστίν· ληπτέον δὲ αὐτὸ οὐ κατὰ τὸ πλῆθος τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων (ποσὸν γὰρ οὕτως ἔσται), ἀλλὰ οὐδὲ κατὰ τὸ χρῶμα, ἀλλὰ κατὰ τὸν τῆς ἐπιφανείας ποιὸν σχηματισμὸν κατὰ τὸ γεγωνιῶσθαι ἢ ἀγώνιον εἶναι. ἡ δὲ περὶ ἕκαστον μορφὴ διχῶς λέγεται παρὰ τῷ Ἀριστοτέλει, κατά γε τὰ οὐσιώδη εἴδη καὶ κατὰ τὰ τῆς ἐπιφανείας ποιὰ τυπώματα. νῦν οὖν θεωρεῖται οὐ κατὰ τὸ οὐσιῶδες εἶδος (οὐδὲ γάρ ἐστι ποιότης τὸ τοιοῦτον), ἀλλὰ κατὰ τὸ ἐπιφαινόμενον τοῖς οὐσιώδεσιν περὶ τὴν ἐπιφάνειαν εἴδεσιν, καθ’ ὃ καλά τινα καὶ εὔμορφα λέγομεν ἢ δυσειδῆ καὶ ἄμορφα· αἱ γὰρ τοιαῦται μορφαὶ ποιότητές εἰσιν, ἄλλαι μὲν παρὰ τὸ χρῶμα καὶ τὸ σχῆμα, ἐπιστῆσαι δὲ ἄξιον, μήποτε καὶ ἐκείνων περιεκτικαί, κἂν μὴ προσίηται τοῦτο Ἰάμβλιχος.1 τινὲς δὲ τὴν μὲν μορφὴν ἐπὶ ζῴου μόνου λέγεσθαι νομίζουσιν, τὸ δὲ σχῆμα ἐπὶ τοῦ ἀψύχου εἴδους, οὔτε κατὰ τὴν τεχνικὴν συνήθειαν καλῶς οὔτε τὴν τῶν πολλῶν χρῆσιν· ἐπαλλάττει γὰρ ταῦτα τὰ ὀνόματα, ὁμοίως μὲν καὶ ἐπὶ τῶν ἐμψύχων τὸ σχῆμα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀψύχων τὴν μορφὴν λέγουσα. καὶ ὁ λόγος δὲ ἑκατέρου τῇ τοιαύτῃ χρήσει συμμαρτυρεῖ· εἰ γὰρ κατὰ τὸ πέρας τῆς ἐπιφανείας καὶ τὴν τύπωσιν αὐτῆς ἡ μορφὴ λέγεται, οὐδὲν ἐμφαίνει ζωῆς ἐχόμενον· δύναται γὰρ καὶ τοῖς ἀψύχοις ἐφαρμόζειν· ὅ τε ὅρος τοῦ σχήματος οὐδὲν κωλύεται καὶ τοῖς φυσικοῖς καὶ τοῖς τῶν ζῴων σώμασιν ἐφαρμόζειν. ἀλλ’ εἰ ἄρα, ῥητέον τὸ μὲν σχῆμα μόνης τῆς ἔξωθεν περιγραφῆς ἔχεσθαι, τὴν δὲ μορφὴν καὶ τῆς ἐν ταῖς ἀποπερατώσεσι συμμετρίας ἢ ἀμετρίας· τὴν γὰρ ἐπὶ τῇ ἐπιφανείᾳ τελευτὴν τοῦ εἴδους μιμεῖται ἡ μορφή. τινὲς δὲ τὴν μορφὴν ἐπὶ τῶν φυσικῶν ἀκούουσι μόνον, καὶ δοκεῖ ταύτην τὴν δόξαν ἐν τοῖς ἑξῆς προσίεσθαι ὁ Ἰάμβλιχος, ὡς οὐ λεγομένης τῆς μορφῆς ἐπὶ τῶν μαθηματικῶν καὶ ὅλως τῶν σχημάτων, καὶ διὰ τοῦτό φησιν τὴν περὶ ἕκαστον μορφὴν εἰρῆσθαι, διότι ὡς ἔνυλος εἰς τὸ ἄτομον κατετάγη. εὐθύτητα δὲ καὶ καμπυλότητά φησιν Ἰάμβλιχος τὴν κοινὴν ἐπὶ τῶν γεωμετρικῶν σχημάτων καὶ ἐπὶ τῆς μορφῆς εἰρῆσθαι ποιότητα, καὶ διὰ τὸ κοινὸν καὶ διατεῖνον ἐπ’ ἄμφω καὶ ἐπὶ μορφῶν καὶ σχημάτων κοινῶς ὁρώμενον καὶ περιττεῦον ἑκατέρου ἰδίᾳ καταλέγεσθαι.2 “αὐτὴ μὲν γάρ, φησίν, ἡ γραμμή, καθ’ ὅσον ἐστὶν γραμμή, ποσόν ἐστιν, ἡ δὲ εὐθεῖα, καθ’ ὅσον ἐστὶν εὐθεῖα ἢ καμπύλη, ποιὰ ἄν νοηθείη· καὶ ἡ ἐπιφάνεια, καθ’ ὅσον μέν ἐστὶν ἐπιφάνεια, ποσόν, καθ’ ὅσον δὲ ἐπίπεδος ἐπιφάνεια, ποιόν· καὶ ἐπὶ τῆς μορφῆς δέ, φησίν, ταῦτα ὡσαύτως θεωρεῖται”. μήποτε οὖν ἡ εὐθύτης καὶ ἡ καμπυλότης γραμμῶν ἂν εἴη καθ’ αὑτὰς καὶ ἐπιφανειῶν, μορφῆς δὲ οὐ καθ’ αὑτό, ἀλλ’ εἰ ἄρα, κατὰ συμβεβηκός, καθ’ ὅσον οἶμαι καὶ τὸ σχῆμα περιέχει ἡ μορφή. εἴ τι δὲ ἄλλο τούτοις ὅμοιον τοῖς εὐθέσι καὶ καμπύλοις προσέθηκεν τὰ ἑλικοειδῆ καὶ κωνοειδῆ καὶ φακοειδῆ λέγων τῶν σχημάτων καὶ τὰ τοιαῦτα, ἅπερ μικτὴν ἔχει τὴν φύσιν ἐξ εὐθέος καὶ περιφεροῦς, ὡς καὶ οἱ γεωμέτραι φασίν. ὅτι δὲ ποιότητες αὗται, ἀπὸ τοῦ λόγου τῆς ποιότητος κατασκευάζει· εἰ γὰρ ἀφ’ ἑκάστου τούτων ποιόν τι λέγεται, ἀφ’ οὗ δὲ ποιόν τι λέγεται, τοῦτο ποιότης ἐστίν, ποιότης ἂν εἴη ἑκάστη τούτων. Τὸ δὲ μανὸν καὶ πυκνὸν οὐχ ὡς ἀπὸ μανότητος καὶ πυκνότητος παρωνομάσθαι φησὶν οὐδὲ πῶς ἔχοντα παρέχεσθαι τὸ μανὸν καὶ πυκνόν, ἀλλὰ τῷ τὰ μόρια διεστηκέναι ἀπ’ ἀλλήλων, ὡς παρεμπίπτειν τι ἑτερογενὲς σῶμα, τούτῳ λέγεται μανόν,3 ὡς σπογγιαὶ καὶ κισσήρεις, πυκνὸν δὲ τὸ τὰ μόρια σύνεγγυς ἔχον, ὡς μηδὲν ἑτερογενὲς μεταξὺ παρεμπίπτειν, ὡς ἐπὶ χρυσοῦ καὶ σιδήρου θεωρεῖται. εἰ οὖν θέσιν μᾶλλον τῶν μορίων δηλοῖ ταῦτα, ἀλλ’ οὐχὶ τὸν χαρακτῆρα, οὐκ ἂν εἴη ποιά.

“性质的第四个属……”至“因此,所谓具有性质的事物,就是那些从上述性质以同源词被称呼的,或者以任何其他方式从它们[被称呼]的事物。” 他合乎情理地将第四个也是最后一个位阶归于这一性质之属即相,因为它是浮于表面且宛如从外部在物体的极限处成立的。这一属包含许多部分且拥有许多相。在其中,图形是被一个或多个边界所包围之物,它也是平面和立体的极限;但不可依照线和面的数量来把握它(因为这样一来它就会是数量),也不可依照颜色来把握,而应当依照由有角或无角所决定的面的质的形构来把握。另一方面,关于每一事物的形状,在亚里士多德那里有两种说法:依照实体性的形式,以及依照面的质的印记。因此现在所考察的并不是依照实体性的形式(因为这样的东西并非性质),而是依照附随于实体性形式而在表面显现出来的东西,依照它,我们称某些事物为优美且匀称的,或丑陋且不成形状的;因为这类形状是性质,不同于颜色和图形,但值得注意的是,即使扬布利柯不接受这一点,它们也许同样包容了颜色和图形。有些人认为形状仅用于动物,而图形用于无生命之物,这既不合乎专业惯例,也不合乎通常用法;因为语言交替使用这些名称,同样在有生命之物上使用图形,同样在无生命之物上使用形状。二者的定义也证明了这种用法;因为如果形状是依照面的极限及其印记而言的,它就没有显出任何与生命相关的东西,因为它同样能适用于无生命之物;而且图形的定义也绝不妨碍它适用于自然物体和动物物体。然而,如果一定要说的话,应当说图形仅涉及外在的轮廓,而形状还涉及各端点之间的对称或不对称;因为形状模仿了形式在表面上的终结。但有些人仅在自然物上理解形状,扬布利柯似乎在后文中也赞同这一见解,理由是形状不用于数学对象以及一般的图形;他说正因如此才说关于每一事物的形状,因为它作为具质料者被列入了个体。扬布利柯还说,直与曲在几何图形上和在形状上都被称为共同的性质,并且由于它是共同的、贯穿于两者,在形状和图形上被普遍见到,且超出于每一方,因而被单独列出。“因为线本身,”他说,“就其为线而言是数量,但直线,就其为直或曲而言,会被理解为具有性质的事物;而面,就其为面而言是数量,但就其为平面而言则是具有性质的事物;在形状上,”他说,“这些事情也被同样考察。”那么,直与曲岂不是就其自身而言属于线和面,而对于形状则并非就其自身而言,而是如果真有的话,依照偶性而属于它,因为我认为形状也包容了图形。至于“若有任何其他与此类似者”,他在直与曲之外加上了这一点,指的是螺旋形、圆锥形、透镜形的图形以及诸如此类的事物,正如几何学家们所说,这些图形具有由直与圆混合而成的本性。至于这些是性质,他是从性质的定义来论证的;因为如果从它们每一者出发都有某种具有性质的事物被称呼,而凡据以称呼某种具有性质的事物者即是性质,那么它们每一者都将是性质。他说,稀薄与浓密并不是仿佛从稀薄性和浓密性以同源词被称呼的,也不是由于处于某种状态而提供稀薄和浓密的,而是因为各部分彼此相离以至于某种异质物体落入其中,以此被称为稀薄,如海绵和浮石;而浓密则是指各部分紧密相邻以至于没有任何异质之物落入其间,正如在黄金和铁上所见到的那样。因此,如果这些事物表明的宁可说是各部分的位置,而不是质的特征,那么它们就不是具有性质的事物。

语法注3 条
  1. 5.6κἂν μὴ προσίηται τοῦτο Ἰάμβλιχος

    动词 προσίημι 的中间态 προσίεμαι(此处为第三人称单数现在时虚拟式 προσίηται)意为“接纳”、“容许”。κἄν 为 καὶ ἐάν 的缩略,表让步:“即使扬布利柯不接受这一点”。

  2. 5.6καὶ διὰ τὸ κοινὸν καὶ διατεῖνον ἐπ’ ἄμφω καὶ ἐπὶ μορφῶν καὶ σχημάτων κοινῶς ὁρώμενον καὶ περιττεῦον ἑκατέρου ἰδίᾳ καταλέγεσθαι

    依附于 φησιν Ἰάμβλιχος 所引出之间接引语的“宾格与不定式”结构。καταλέγεσθαι(被列出)为主导不定式,其逻辑主语是前文的 εὐθύτητα δὲ καὶ καμπυλότητα(直与曲)。διὰ τὸ κοινὸν ... περιττεῦον 是由冠词引导的中性形容词与分词构成的并列原因状语短语。

  3. 5.6ἀλλὰ τῷ τὰ μόρια διεστηκέναι ἀπ’ ἀλλήλων, ὡς παρεμπίπτειν τι ἑτερογενὲς σῶμα, τούτῳ λέγεται μανόν

    带冠词不定式 τῷ ... διεστηκέναι 用作表原因的与格,并在后文由指示代词 τούτῳ(以此)加以承接和强调。ὡς παρεμπίπτειν 则是表示结果的不定式结构(“以致某种异质物体落入其中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:261.17-263.2