- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:24.23-26.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了《范畴篇》开篇关于同名异义者的定义,援引柏拉图《智者篇》说明同名异义性源于概念的差异,解释了为何包括动词在内的一切词类通过前置冠词皆可称为‘名称’,辨析了‘仅仅’与‘共通的’之多重含义,并引介了尼科斯特拉图斯一派提出的疑难。
καὶ ὁ Πλάτων δὲ ἐκ τῶν πραγμάτων δηλοῦσθαί φησιν, εἴτε ὁμωνύμως κατὰ πλειόνων φέρεται τὸ αὐτὸ ὄνομα εἴτε συνωνύμως· λέγει γὰρ ἐν τῷ Σοφιστῇ· “νῦν γὰρ δὴ σὺ κἀγὼ τούτου πέρι τοὔνομα ἔχομεν κοινῇ, τὸ δὲ ἔργον, ἐφ’ ᾧ καλοῦμεν, ἑκάτερος τάχα ἂν ἰδίᾳ παρ’ ἡμῖν αὐτοῖς ἔχοιμεν”,1 ὥστε ὅταν γνωσθῇ ὅτι τοῦ κοινῇ λεγομένου ὀνόματος ἰδία ἐστὶν ἔννοια παρ’ ἑκατέρῳ, τότε γίνεται δῆλον, ὅτι ὁμώνυμον τὸ ὄνομα. οὐ γὰρ ἔστιν αὐτὰ ἐφ’ ἑαυτῶν τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα τοιαῦτα, ἀλλ’ ἐν τῇ τῶν διαλεγομένων καὶ ὀνομαζόντων παρηλλαγμένῃ ἐννοίᾳ ἢ συμφωνούσῃ ἡ τῶν ὁμωνύμων καὶ συνωνύμων ἐστὶ φύσις. καλῶς δὲ τὸ λέγεται εἶπεν, ἐπειδὴ μὴ περὶ τῶν πραγμάτων αὐτῶν ὁ λόγος ἐστίν, ἀλλὰ περὶ τῶν σημαντικῶν λέξεων. Ἀποροῦσι δὲ καὶ τοῦτο, πῶς ὁμώνυμα ἐκεῖνα μόνον εἶπεν, ὧν ὄνομα μόνον κοινόν, καίτοι τῆς ὁμωνυμίας καὶ ἐν ῥήμασιν οὔσης, ὡς ἐπὶ τοῦ ἠνδραπόδισται, καὶ ἐν μετοχαῖς, ὡς ἐπὶ τοῦ ἠνδραποδισμένος, καὶ ἐν συνδέσμοις· καὶ γὰρ τοῦ ἤ καὶ τοῦ ἤτοι πολλὰς διαφορὰς οἱ διαλεκτικοὶ παραδιδόασιν. λέγουσι δὲ πρὸς τοῦτο, ὅτι τὸ ὄνομα τριχῶς λέγεται· τὸ μὲν γὰρ δηλοῖ τὸ κύριον, τὸ δὲ τὸ προσηγορικόν, τὸ δὲ τὸ κοινῶς ἐπὶ πᾶν μέρος λόγου διατεῖνον, καθὸ Πλάτωνα μὲν καλοῖς, Ξενοφῶντα δὲ κοινοῖς ὀνόμασιν κεχρῆσθαί φαμεν. οὐδὲν οὖν ἄτοπον νῦν λέγεσθαι τὸ κοινῶς ἐπὶ πάντα τοῦ λόγου τὰ μέρη διατεῖνον. Βόηθος δὲ διχῶς φησιν τὸ ὄνομα λέγεσθαι, τό τε πρόταξιν ἄρθρου λαμβάνον, ὃ καὶ ἰδίως ὄνομα λέγεται, καὶ τὸ ἐφ’ ἅπαντα τὰ τοῦ λόγου στοιχεῖα διατεῖνον· ἐπειδὴ οὖν ἐν τῷ ζητεῖν ἐφ’ ὁποιασοῦν λέξεως, εἰ ὁμώνυμός ἐστιν, προτάττομεν τὸ ἄρθρον ὁμοίως ἐπί τε τῶν κυρίως ὀνομάτων καὶ τῶν ἄλλων λέξεων, λέγοντες ‘τὸ κύων ὁμώνυμόν ἐστιν’ καὶ ‘τὸ ἠνδραπόδισται ὁμώνυμόν ἐστιν’ (σημαίνει γὰρ καὶ τὸ ληφθῆναι αὐτὸν αἰχμάλωτον καὶ τὸ λαβεῖν ἄλλον), εἰκότως τὸ ὄνομα τῶν ὁμωνύμων κοινὸν εἶναί φησιν, διότι τὸ ἴδιον τοῦ ὀνόματος ἴσχουσι πάντα τῷ προτάττεσθαι αὐτῶν ἄρθρον·2 ἔοικεν γὰρ τὰ οὕτω προφερόμενα τοῖς μονοπτώτοις λεγομένοις ὀνόμασιν· τὸ ἀνδραποδίζεσθαι, τοῦ ἀνδραποδίζεσθαι, τῷ ἀνδραποδίζεσθαι, καὶ ἑξῆς· καὶ ἅμα διὰ τοῦ ὄνομα εἰπεῖν ἐνεδείξατο πῶς δεῖ προφέρεσθαι τὴν τῶν ὁμωνύμων διαστολήν, ὅτι προτάττοντας τὸ ἄρθρον καὶ λέγοντας ‘τὸ ἠνδραποδίσθαι σημαίνει μὲν τόδε, σημαίνει δὲ καὶ τόδε’· ἡ γὰρ τοῦ ἄρθρου πρόταξις τὸν τῶν ὀνομάτων τύπον δίδωσιν αὐτοῖς. Μόνον δὲ τὸ ὄνομα κοινὸν εἶναί φησι τοῖς ὁμωνύμοις, τοῦ μόνου ποτὲ μὲν τὸ ἓν σημαίνοντος, ὡς ὅταν μόνον λέγωμεν τὸν κόσμον εἶναι, ποτὲ δὲ τὴν πρὸς ἕτερον ἀντιδιαστολήν, ὡς ὅταν ἱμάτιον μόνον ἔχειν λέγωμεν ἀντιδιαστέλλοντες ὡς πρὸς χιτῶνα. κατὰ τοῦτο δὲ καὶ νῦν τὸ σημαινόμενον παρείληπται τὸ μόνον, ὡς πρὸς τὸν τῆς οὐσίας λόγον ἀντιδιαστελλόμενον· ὅπερ καὶ σαφῆ ποιεῖ τὴν εὕρεσιν τῶν ὁμωνύμων, τὸ καὶ ἓν ὡρισμένον τι, τὸ ὄνομα, μόνον εἶναι κοινὸν καὶ πρὸς ἓν ὡρισμένον τι, πρὸς τὸν ὁρισμόν, ἀντιδιαστέλλεσθαι.3 Τὸ δὲ κοινὸν πάλιν καὶ αὐτὸ πολλαχῶς λέγεται· ἢ γὰρ τὸ εἰς μέρη διαιρετόν, ὡς ἡ κληρουχουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν μὲν χρῆσιν προκείμενον, οὐχ ἅμα δέ, ὡς ὁ δοῦλος ἢ ὁ ἵππος ὁ κοινός, ἢ τὸ ἐν προκαταλήψει μὲν ἰδιούμενον, αὖθις δὲ εἰς τὸ κοινὸν ἀναπεμπόμενον, ὡς τὸ θέατρον, ἢ τὸ ἅμα ἀδιαιρέτως εἰς χρῆσιν πολλῶν ἀγόμενον, ὥσπερ ἡ φωνή. οὕτως δὲ καὶ τὸ ὄνομα κοινὸν τοῖς ὁμωνύμοις ἅμα πᾶσιν ὑπάρχον καὶ ἄλλοις ἅμα δυνάμενον ὑπάρξαι ἀδιαιρέτως τὸ αὐτό. διὸ καὶ Ἀνδρόνικος παραφράζων τὸ τῶν Κατηγοριῶν βιβλίον ὁμώνυμά φησιν λέγεσθαι, ὧν ὄνομα ταὐτόν· καὶ γὰρ καὶ τὸ ὄνομα καὶ ὁ λόγος διὰ τὴν ἀσώματον φύσιν ἀμερίστως πάρεισι τοῖς πολλοῖς. Ἀποροῦσι δὲ καὶ πρὸς τὸ κοινὸν τὸ ὄνομα τῶν ὁμωνύμων λέγεσθαι οἱ περὶ τὸν Νικόστρατον.4 ὁ γὰρ εἰπὼν κύνα ὅτι μὲν μὴ βοῦν μηδὲ ἵππον ἢ ἄλλο τι λέγει τῶν τοιούτων ἐδήλωσεν, ὃ δὲ βούλεται σημαίνειν, οὔπω δεδήλωκεν· τίνα γὰρ τῶν κυνῶν, πότερον τὸν ἀστρῷον ἢ τὸν χερσαῖον ἢ τὸν θαλάττιον ἢ τὸ περὶ τὴν γνάθον συμβαῖνον σπασμῶδες πάθος, οὔπω δῆλον.
柏拉图亦说,同一名称是同名异义地还是同义地运用于多数事物,是由事物所显明的;因为他在《智者篇》中说:“因为此刻你我二人关于此物在名称上共通,但在我们依之称呼的实事上,恐怕我们各自在自己内心独有”,因此,当人们认识到对于共通述说的名称而言,各自内心具有独特的概念时,那时就显明该名称是同名异义的。因为同名异义者与同义者本身自存时并不是这样的,而是在对话者与命名者互异或一致的概念中,才存在同名异义者与同义者的本性。而他说“被称为”是妥当的,因为论述并非关乎事物本身,而是关乎有意义的词语。 他们亦提出这一疑难:既然同名异义性亦存在于动词中,如就‘已被奴役/已奴役’而言,且存在于分词中,如就‘已被奴役者/已奴役者’而言,甚至存在于连词中——因为辩证家们传授了‘或者’(ἤ)与‘抑或’(ἤτοι)的诸多差异——,为何他仅把那些仅有名称共通的事物称为同名异义者?对此他们回答说,‘名称’一词有三种意义:一种表示专有名词,另一种表示通名,再一种表示共通延伸至言辞的每一个部分的词,正如我们说柏拉图使用了优美的名称而色诺芬使用了平易的名称那样。因此,现在谈论共通延伸至言辞的所有部分的名称,并无任何不合情理之处。 而鲍埃图斯则说,‘名称’是以两种意义被述说的:一种是接受冠词前置的名称,这亦是在本真意义上被称为名称的;另一种是延伸至言辞的一切要素的名称。因此,在考察任何词语是否为同名异义词时,我们同样在本真的名称上和其他词语上前置冠词,说‘“狗”是同名异义词’以及‘“已被奴役/已奴役”是同名异义词’(因为这既表示他自己被俘虏,亦表示他俘虏了他人);所以他说同名异义者的名称是共通的,乃是合乎情理的,因为一切词语都由于在其前被置以冠词而具有名称的特有性质;因为以此种方式被说出的词类似于被称为单格的名词:‘奴役’(主格/宾格)、‘奴役的’(属格)、‘对于奴役’(与格)等等;同时,通过说出‘名称’,他暗指了应当如何表达同名异义者的辨析,即前置冠词并说‘“已被奴役/已奴役”固然意味着此物,但亦意味着彼物’;因为冠词的前置赋予了它们名称的形式。 他又说对于同名异义者而言‘仅仅’名称是共通的;因为‘仅仅’有时表示单一的事物(如当我们说宇宙是唯一[仅仅]存在的那样),有时则表示相对于另一事物的对比区分(如当我们说某人仅有外衣而将其与内衣作对比区分那样)。依于后一种意义,‘仅仅’现在亦被采用,作为相对于本质的说明方式的对比区分;而正是这一点使得同名异义者的发现变得明了,即仅仅某一确定的单一事物——名称——是共通的,并且相对于某一确定的单一事物——定义——作对比区分。 另一方面,‘共通的’本身亦是以多种方式被述说的:它要么是指可分割为各部分的事物,如被抽签分配的土地;要么是指不可分割地提供给共通使用但并非同时使用的事物,如共通的奴隶或马匹;要么是指在预先占有中被据为私有、随后又归还给共通使用的事物,如剧场;要么是指同时且不可分割地供许多人使用的事物,正如声音那样。在此种意义上,名称对于同名异义者亦是共通的,同时属于所有事物,且能够作为不可分割的同一物同时属于其他事物。正因如此,安德罗尼柯在释义《范畴篇》一书时亦说,同名异义者被称为‘其名称相同者’;因为名称与说明方式皆因其无形体的本性而不可分地临在于多数事物中。 此外,尼科斯特拉图斯一派对于同名异义者的名称被称为共通的这一点亦提出了疑难。因为说出‘狗’的人,诚然表明了他不是在说牛、马或任何其他此类事物,但他想要意味着什么,却尚未表明;因为究竟是狗之中的哪一种,是天体之狗、陆生之狗、海生之狗,还是发生在下颌周围的痉挛性病症,尚不明了。
- 1.1ἑκάτερος τάχα ἂν ἰδίᾳ παρ’ ἡμῖν αὐτοῖς ἔχοιμεν
引自柏拉图《智者篇》218b-c。单数主语 ἑκάτερος(‘各自’)与第一人称复数动词 ἔχοιμεν(‘我们或许持有’)相呼应,属于依意义一致(constructio ad sensum)的语法倒错,受到前面的 παρ’ ἡμῖν αὐτοῖς(‘我们自己内心’)的影响。
- 1.1τῷ προτάττεσθαι αὐτῶν ἄρθρον
表示手段或原因的定冠词与格不定式结构(τῷ + 不定式)。αὐτῶν 是受前缀 πρό- 支配的属格(‘在它们之前’),而宾格 ἄρθρον 则是不定式 προτάττεσθαι 的主语,意为‘因冠词被置于它们之前’。
- 1.1ὅπερ καὶ σαφῆ ποιεῖ τὴν εὕρεσιν τῶν ὁμωνύμων, τὸ καὶ ἓν ὡρισμένον τι, τὸ ὄνομα, μόνον εἶναι κοινὸν καὶ πρὸς ἓν ὡρισμένον τι, πρὸς τὸν ὁρισμόν, ἀντιδιαστέλλεσθαι
关系代词 ὅπερ 作为主句 ποιεῖ 的主语,τὴν εὕρεσιν 为宾语,σαφῆ 为宾语补足语。ὅπερ 的先行/同位成分为后接的两个由 καί...καί 连接的带冠词不定式短语(τὸ ... εἶναι ... καὶ ... ἀντιδιαστέλλεσθαι),即‘仅仅某一确定的单一事物即名称是共通的,且与某一确定的单一事物即定义作对比区分’这一事实。
- 1.1Ἀποροῦσι δὲ καὶ πρὸς τὸ κοινὸν τὸ ὄνομα τῶν ὁμωνύμων λέγεσθαι οἱ περὶ τὸν Νικόστρατον
倒装结构:主语 οἱ περὶ τὸν Νικόστρατον(‘尼科斯特拉图斯一派’)置于句末。介词 πρός 支配带冠词的不定式短语 τὸ ... λέγεσθαι,表示疑难所针对的对象(‘针对名称……被称为共通的这一点’)。在不定式短语内部,τὸ ὄνομα 为宾格主语,κοινόν 为宾格补足语。
