← 辛普里丘

亚里士多德《范畴篇》注释

§258.1-259.5

生得颜色的起源与被动性质的界定

辛普利丘针对尼科斯特拉图斯一派关于生得颜色的疑难,解释雪的白色也源于最初的混合与转变,并通过将被动性质界定为情状本身的单纯相而非单纯的关系,回应了安德罗尼柯等人的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5#5

ἢ εἰ τοῖς χυμοῖς τοῖς περὶ τὸ σῶμα, ὁποῖοί ποτε ἂν ὦσιν μέχρι τῆς ἐπιφανείας διατείνοντες, συνέπεται τὰ χρώματα παραπλήσια αὐτοῖς φαινόμενα, τρέπονται δὲ οἱ χυμοὶ ὑπὸ τῶν παθῶν, εὔλογον καὶ τὰ χρώματα συνακολουθεῖν1 ταῖς τροπαῖς ἢ ταῖς ποιαῖς κράσεσι τῶν σωμάτων. οὐ μέντοι οὐδὲ τοῦτό φησιν, ὅτι αἱ σύμφυτοι χρόαι ἔξωθεν ἐπιγίνονται οἷον τῇ χιόνι ἡ λευκότης, ἀλλ’ ὅτι εἴ τις νοήσειεν τὴν πρώτην σύστασιν τῆς χιόνος ὅπως ἐξ ἀρχῆς γέγονεν, εὑρήσει τὸ σωματοειδὲς αὐτῆς καὶ ὑποκείμενον κατὰ τὴν ποιὰν τροπὴν καὶ ποιὰν κρᾶσιν τὸ τοιόνδε χρῶμα εἰληφός. ὑπομνήσειε δ’ ἄν τις τοῦτο καὶ ἀπὸ τῶν ὁρωμένων· ὥσπερ γὰρ τὰ φαινόμενα χρώματα ταῖς ποιαῖς κράσεσι τῶν σωμάτων ἀφομοιοῦται, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, κἂν φυσικῶς γίνωνται. εἰσὶν δέ τινες οἳ τὰς συμφύτους ταύτας ποιότητας οὔ φασιν εἶναι πάθη ἢ παθητικὰς ποιότητας, ἀλλὰ μέρη οὐσιῶν καὶ οὐσίας. δῆλον οὖν ὅτι οὗτοι οὐδὲ τὴν ἀρχὴν παραδέχονται τὰ περὶ τῶν συμφύτων χροιῶν ἠπορημένα. Ἀνδρόνικος δὲ ἠξίου μὴ διαιρεῖσθαι τὰς παθητικὰς ποιότητας εἰς τὸ ἐμποιεῖν πάθη καὶ εἰς τὸ ἐκ πάθους συνίστασθαι, ἀλλὰ πάσας ὡς ἐκ πάθους συνισταμένας παθητικὰς εἶναι, τὸ δὲ πάθους ποιητικαῖς εἶναι συμβαίνειν αὐταῖς·2 “τὸ γὰρ θερμὸν θερμαίνειν δύναται· ἀλλὰ καθ’ ὅσον εἰς ἄλλα ποιεῖ, οὐ ποιὰ ἀλλὰ ποιητικὰ καλοῦμεν αὐτά, οἷον οὐ θερμὰ ἀλλὰ θερμαντικά, ἅπερ ἤδη πρός τι, καθάπερ τὸ καυστικὸν καὶ τὸ καυστὸν καὶ τὰ ὅμοια. διὸ θερμὸν μὲν ἔστιν καὶ μηδενὸς ὄντος θερμαντοῦ, θερμαντικὸν δὲ οὐκέτι· ποιὰ γὰρ κατὰ τὸ πῶς ἔχειν, ἀλλ’ οὐ κατὰ τὸ πρός τι λέγεται”. πρὸς δὴ τοῦτο καλῶς ἠπορημένον ῥητέον ὅτι τὰς ἐν ταῖς αἰσθήσεσι γινομένας παθητικὰς ποιότητας οὐ καθ’ ὅσον ἐκ ποιοῦντός τινος καὶ πάσχοντος συνίστανται, κατὰ τοῦτο δεῖ θεωρεῖν, οὐδὲ καθ’ ὅσον πρὸς ἀντιστρέφοντα λέγονται, ἀλλὰ τὸ ἁπλοῦν καὶ ἁπλωτὸν εἶδος τοῦ πάθους αὐτὸ καθ’ αὑτὸ νοεῖν ὡς ποιότητα, μηδὲν ἐφαπτομένους τῆς τοῦ ποιοῦντος εἰς αὐτὸ ἐνεργείας καὶ συζεύξεως· ποιὸν γὰρ τοῦτο τὸ εἶδος κεχωρισμένον τῶν πρός τι καὶ ἄλλο εἶδος παρὰ τὰ δεδεγμένα τὸ πάθος, αἰσθητικόν τι καὶ ἀφομοιωτικὸν πρὸς τὰ πρωτουργὰ πάθη, διὸ καὶ ἀντιδιαιρεῖται πρὸς τὰς ἀπὸ πάθους ἐγγινομένας παθητικὰς ποιότητας. Φέρεται δέ τις καὶ τοιαύτη πρὸς τὰ εἰρημένα ἀντίληψις, τὸ πάθος ἐμποιεῖν ἢ καὶ ἐκ πάθους ἐγγεγονέναι τὴν παθητικὴν ποιότητα σχέσιν μόνον ἐμφαίνειν3 κατὰ τὸ ἔκ τινος ἐγγεγονέναι ἢ εἴς τι ἐμποιεῖν, αὐτὸ δὲ μὴ λέγειν ὅτι ποτέ ἐστιν ἡ παθητικὴ ποιότης. ἡμεῖς δὲ καὶ πρὸς τοῦτο ἐροῦμεν ὡς οὐκ ἔστιν ἐκ τῆς σχέσεως ἠρτημένη ἡ παθητικὴ ποιότης, ἀλλ’ αὕτη μὲν ἄλλως ἐπισυμβαίνει, τὸ δὲ ἴδιον τῆς παθητικῆς ποιότητος κατ’ αὐτὴν τὴν μεταβολὴν θεωρεῖται, οὐ τὴν κατὰ τὸ εἶναι (τοῦτο γὰρ οὐκ ἔστιν ποιότητος), ἀλλὰ μετὰ τὸ προϋποκεῖσθαι τὴν οὐσίαν ἐπιγινόμενον αὐτῇ, ὥσπερ καὶ ἡ ποιότης τῷ εἶναι ἐπεισέρχεται. τοιαῦτα καὶ περὶ τῶν ἀποριῶν εἰρήσθω.

或者,如果环绕身体的体液(无论它们是何种性质,只要延展直至表面)伴随着显现出与它们相似的颜色,而体液又被诸情状所转变,那么颜色也伴随身体的转变或质的混合,这岂不是合乎情理的吗?然而他[亚里士多德]绝不是说生得的颜色是从外部后生而来的,就像白对于雪那样;而是说,如果有人构想雪最初的构造是如何从一开始生成的,他就会发现雪的有形之物与底层物是按照质的转变和质的混合而接受了如此的颜色。人们从可见的现象中也可以联想到这一点;因为正如显现出来的颜色与身体的质的混合相似一样,在其他事物上也是如此,即使它们是自然生成的。不过也有人说,这些生得的性质既不是情状也不是被动性质,而是实体的部分乃至实体本身。由此可见,这些人甚至根本就不承认关于生得颜色所提出的疑难。 然而安德罗尼柯主张,被动性质不应当划分为产生情状和由情状构成,而是说一切被动性质都是作为由情状构成而存在的,至于产生情状则是附随于它们的事情。“因为热者能够加热;但就其作用于其他事物而言,我们称它们不是具有某种性质的,而是能动的,例如不是热的,而是加热的,而这些已经属于关系者了,就像能烧的与可燃的以及诸如此类的事物一样。因此,即使没有任何被加热之物存在,热者仍然存在,但加热者却不再存在了;因为具有某种性质的事物是依照处于某种状态而言的,而不是依照关系者而言的。” 对此提出得很好的疑难,应当说:对于在感觉中产生的被动性质,我们不应当就其由某种能动者和受动者构成而言去考察它,也不应当就其对相互对转者而言去考察它,而是应当把情状本身单纯而展开的相其自身构想为性质,完全不触及能动者对它的活动与结合;因为这个相是与关系者相分离的某种具有性质之物,是不同于接受情状之物的另一种相,是某种可感知的并且向最初起作用的诸情状同化的东西,因此它也与产生自情状的被动性质相对划分。 针对上述说法,也提出了这样的一种反对意见:被动性质产生情状或由情状生成,仅表明了依照产生自某物或在某物中产生的一种关系,却没有说明被动性质本身究竟是什么。而我们针对这一点也将回答说:被动性质并不依附于这种关系,这种关系只是附带发生的,而被动性质的固有特性则是依照变化本身而被考察的——并不是依照存在的变化(因为这不属于性质),而是在实体预先作为底层物存在之后后生于它之上的变化,正如性质也是进入存在之中的一样。关于这些疑难就谈这么多吧。

语法注3 条
  1. 5.5ἢ εἰ τοῖς χυμοῖς τοῖς περὶ τὸ σῶμα ... συνέπεται τὰ χρώματα ... τρέπονται δὲ οἱ χυμοὶ ... εὔλογον καὶ τὰ χρώματα συνακολουθεῖν

    由 ἢ εἰ(或者,如果……)引导的条件从句包含两个并列要点(颜色伴随体液;体液被情状转变),主句由无人称的 εὔλογον [ἐστι] 以及带不定式的宾格结构(καὶ τὰ χρώματα συνακολουθεῖν……)构成,表达一种委婉的推论或修辞性反问。

  2. 5.5τὸ δὲ πάθους ποιητικαῖς εἶναι συμβαίνειν αὐταῖς

    依附于 ἠξίου 的带不定式宾格结构的一部分,表达安德罗尼柯的观点。冠词 τὸ 支配带有与格补足语 ποιητικαῖς 的不定式 εἶναι 构成名词化短语作为主语(作为产生情状者),而 συμβαίνειν 作为谓语不定式支配与格 αὐταῖς。

  3. 5.5Φέρεται δέ τις καὶ τοιαύτη πρὸς τὰ εἰρημένα ἀντίληψις, τὸ πάθος ἐμποιεῖν ἢ καὶ ἐκ πάθους ἐγγεγονέναι τὴν παθητικὴν ποιότητα σχέσιν μόνον ἐμφαίνειν

    名词 ἀντίληψις(反对意见)的内容由随后的带不定式宾格结构(τὸ ... ἐμφαίνειν ... αὐτὸ δὲ μὴ λέγειν)以同位语形式展开。冠词 τὸ 将不定式 ἐμποιεῖν 与 ἐγγεγονέναι 名词化以作 ἐμφαίνειν 和 μὴ λέγειν 的主语,而 τὴν παθητικὴν ποιότητα 是不定式 ἐμποιεῖν 与 ἐγγεγονέναι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:258.1-259.5