- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:256.19-257.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过考察角度的不同解决了冷热为何既属于第一种(状态)又属于第三种(被动性质)的疑难,探讨了情状是否应被称为性质的前人解释(包括亚历山大的观点),提出情状是被动性质的不完全前驱阶段,并记述了尼科斯特拉图斯反对将生得之色归因于情状的反驳。
ἢ φήσομεν ὡς ἐκεῖ μὲν κατὰ τὸ διακεῖσθαι οὕτω καὶ πῶς ἔχειν θέσεως1 κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἐλαμβάνετο, ἐνταῦθα δὲ κατὰ τὸ πάθος ἐμποιεῖν εἰς ἄλλο ἡ παθητικὴ ποιότης θεωρεῖται. τὸ δὲ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο λαμβανόμενον οὐδὲν κωλύει ὑπ’ ἄλλο τάττεσθαι καὶ ἄλλο εἶδος, ὡς ὁ Σωκράτης καθὸ μὲν ἄνθρωπος οὐσία ἂν εἴη, καθὸ δὲ πατὴρ τῶν πρός τι· καὶ ἡ θερμότης οὖν, καθὸ μὲν διατίθησί πως τὸ ὑποκείμενον, διάθεσις ἂν εἴη, καθὸ δὲ θερμαίνει τὴν αἴσθησιν, παθητικὴ ποιότης. καὶ κατ’ ἄλλον δὲ τρόπον ἐν διαφόροις εἴδεσίν ἐστιν ἡ αὐτή, διότι κατὰ μὲν τὴν ἰδιότητα καὶ τὸν χαρακτῆρα ἡ διάθεσις θεωρεῖται, κατὰ δὲ τὴν ἔμμονον τροπὴν τοῦ πάθους ἡ παθητικὴ ποιότης. Ἀλλὰ πῶς ἐκεῖ τὰ ταχὺ μεταβάλλοντα εἰπὼν διαθέσεις ἐνταῦθα τὰ ταχὺ μεταβάλλοντα πάθη μὲν λέγει, οὐκέτι δὲ ποιότητας; ἢ ὅτι τῶν εὐκινήτων τὰ μέν ἐστιν διαθέσεις, αἵτινες διὰ τοῦτο καὶ ποιότητές εἰσιν καὶ χαρακτῆρα φέρουσιν τοῦ διακειμένου, αἱ δὲ εὐανάλυτοι κινήσεις, αἵτινες ἐν τοῖς πάθεσιν θεωροῦνται μόνοις· διὸ καὶ πάθη καλοῦνται καὶ οὐκ ἀξιοῦνται τοῦ τῆς ποιότητος ὀνόματος, ἐπειδὴ οὐδὲ λέγονται κατ’ αὐτὰς ποιοὶ οἱ πάσχοντες. οὐδὲν οὖν ἄτοπον, εἰ τὸ μὲν ὑπὸ τὴν ποιότητα τάττεται, τὸ δὲ οὔ. Ἐπιστάσεως δὲ καὶ πάλιν ἄξιον, πῶς ὑπὸ τὴν ποιότητα τάξας τὰ πάθη, εἴπερ τρίτον εἶδος ποιότητος παθητικαὶ ποιότητές φησιν καὶ πάθη, ὅμως ὕστερον πάθη μέν φησιν τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ. καὶ γὰρ τινὲς μὲν οἴονται ἐλλιπῶς εἰρῆσθαι τὸ ποιότητες δὲ οὔ· λείπειν γὰρ τὸ ‘οὔκ εἰσιν παθητικαί’, ὡς εἶναι μὲν αὐτὰς ποιότητας, παθητικὰς δὲ οὔ· ἄλλοι δὲ ἐπὶ ταὐτὸν οἴονται φέρειν αὐτὸν τὰ πάθη καὶ τὰς παθητικὰς ποιότητας, καίτοι σαφῶς οὕτως διορίζοντα. ἀλλ’ ἴσως ὡς ὑποπῖπτον τὸ πάθος ὑπὸ τὴν παθητικὴν ποιότητα κατά τι σύμπτωμα αὐτῆς πρόσκαιρον, οὕτως αὐτὸ ὑποτάττεσθαι αὐτῇ φησιν. Ἀλέξανδρος δὲ οὐδὲ ζητεῖν ἀξιοῖ, εἰ τὰ πάθη ὑπὸ τὴν ποιότητα·2 αὐτὸς γὰρ ὁ Ἀριστοτέλης οὐ μόνον τὰς παθητικὰς ποιότητας, ἀλλὰ καὶ τὰ πάθη ὑπὸ τὸ αὐτὸ εἶδος ἔταξεν εἰπὼν τρίτον δὲ γένος παθητικαὶ ποιότητες καὶ πάθη· οὐ γὰρ εὔλογον εἰς ταὐτὸν ἄγειν αὐτὰ μέλλοντα λέγειν αὐτῶν τὴν διαφοράν. διὰ γὰρ τούτων εἶδος τῆς ποιότητος καὶ τὸ πάθος ἀφορίζεται, ὥστε καὶ ποιότητα· τοῖς γὰρ εἴδεσιν ὑπάρχει τὰ ὀνόματα τῶν γενῶν. ἀλλ’ ὅτι μὲν ποιότητας ἁπλῶς λέγειν τὰ πάθη σαφῶς μαχομένων ἐστὶν πρὸς τὴν Ἀριστοτέλους λέξιν, πρόδηλον, εἰπόντος ὥστε πάθη μὲν τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ. ἀλλὰ καὶ τὸ πάντῃ τῆς ποιότητος ἐξορίζειν τὰ πάθη, καὶ τοῦτο μάχεται τῷ ἓν γένος ποιότητος εἰπεῖν καὶ τὰ πάθη. ἀλλὰ καὶ τὸ τὰ πάθη εἰς ταὐτὸν ἄγειν ταῖς παθητικαῖς ποιότησιν ἐναργῶς ἄτοπον, οὕτως αὐτὰ σαφῶς τοῦ Ἀριστοτέλους διακρίνοντος. μήποτε οὖν παθητικὴ μὲν ποιότης, ᾗ μὲν ποιότης, οὐκ ἔστιν τὸ πάθος, συγγενῶς δὲ ἔχει πρὸς αὐτήν.3 οὐδὲ γὰρ ἐπινοῆσαι οὐδὲ ὀνομάσαι δυνατὸν παθητικὴν ποιότητα ἄνευ πάθους. ἔοικεν γάρ πως ἀτελὲς εἶδος εἶναι τῆς παθητικῆς ποιότητος τὸ πάθος, οὗ τελειότης ἐστὶν ἡ παθητικὴ ποιότης. ὥσπερ οὖν ἡ διάθεσις τῇ ἕξει συνεπλάκη, οὕτως καὶ ἐνταῦθα τὸ πάθος τῇ παθητικῇ ποιότητι συνέζευξεν· ὡς γὰρ ἡ διάθεσις προηγεῖται τῆς ἕξεως, οὕτως καὶ τὸ πάθος οἷον ὑπόθεσίς ἐστιν τῆς παθητικῆς ποιότητος. διὸ καθ’ ὅσον μὲν ὡς ἀτελῆ προηγεῖται καὶ ἀπὸ τούτων ἐπ’ ἐκεῖνα ἡ μετάβασις, ταύτῃ οὐκ ἀφίστησιν αὐτὰ τῶν ποιοτήτων· διότι δὲ ἀπολείπεται τῆς ἐν αὐταῖς τελειότητος τῇ τε φύσει τῶν εἰδῶν καὶ τῇ μονίμῳ καταστάσει, ταύτῃ χωρίζει αὐτὰ ὡς ἕτερα. Λέγοντος δὲ τοῦ Ἀριστοτέλους ὥσπερ τὰ ὀλιγοχρόνια χρώματα ἀπὸ πάθους γίνεται, οὕτως καὶ τὰ πολυχρόνια ἀπὸ τοῦ αὐτοῦ συμβαίνειν, ἄλογον νομίζουσιν οἱ περὶ τὸν Νικόστρατον τὸ πάντα τὰ χρώματα πάθους ἐγγινομένου γίνεσθαι καὶ μάλιστα τὰ σύμφυτα καὶ οὐσιώδη, ὥσπερ τὸ τῆς χιόνος· ἐν γὰρ τοῖς παραδείγμασιν τοῖς ἀπὸ τοῦ φόβου καὶ τῆς αἰσχύνης ὡς ἐπιγινόμενα τὰ πάθη παρέθετο, ὥστε καὶ ἐπὶ πάντων οὕτως ἔοικεν δοξάζειν.
或者我们是否可以说:在那边,它是按照如此被处置以及在冷热方面处于某种状态而被理解的,而在这里,被动性质则是按照对另一事物产生情状而被考察的?同一个事物依不同的方面被理解,完全不妨碍它被归入不同的种之下,正如苏格拉底就其作为人而言是实体,而就其作为父亲而言属于关系者一样。因此热就其以某种方式处置底层物而言是状态,而就其加热感觉而言则是被动性质。在另一种方式上,同一个事物也在不同的种之中,因为状态是按照固有特质和印记被考察的,而被动性质则是按照情状的持久转变被考察的。 [也许有人会问:]“然而在那边把快速变化的事物说成是状态之后,他在这里怎么能把快速变化的事物说成是情状,却不再说成是性质呢?”是否因为在易动之物中,一部分是状态,这些事物因此也是性质,并带有被处置者的印记;而另一部分则是易消解的运动,这些运动仅在情状中被考察?因此它们也被称为情状,而不配享有性质的名称,因为受动者甚至不依照它们被称为具有某种性质的人。因此,如果一个被归入性质之下,而另一个不被归入,并没有任何荒谬之处。 同样值得注意的是:既然他说性质的第三种是被动性质和情状,那么他在把情状归入性质之下后,为何后来却说“此类事物被称为情状,而不是性质”呢?因为有些人认为“而不是性质”是省略的说法,欠缺的是“不是被动的[性质]”,即它们确实是性质,但不是被动性质;而另一些人则认为他把情状和被动性质归结为同一事物,尽管他如此清楚地对它们作出了区分。但或许是因为情状按照被动性质的某种暂时伴生现象而落入被动性质之下,他才说它以这种方式从属于它。 然而亚历山大甚至认为不值得探讨情状是否在性质之下;因为亚里士多德本人不仅把被动性质,而且把情状也归入了同一个种之下,说“第三类是被动性质和情状”;因为一个打算说明它们区别的人,把它们引向同一事物是不合情理的。因为通过这些话,情状也被界定为性质的一个种,从而也被界定为性质;因为类的名称属于诸种。然而,把情状单纯称为性质显然与亚里士多德的文句相冲突,这是显而易见的,既然他说了“以至于此类事物被称为情状,而不是性质”。但是,将情状完全从性质中驱逐出去,这又与把情状也说成是性质的一个类相冲突。此外,把情状与被动性质归结为同一事物显然也是荒谬的,既然亚里士多德如此清楚地区分了它们。那么,情状就其作为性质而言或许并不是被动性质,但与它具有亲缘关系?因为不借助情状,甚至不可能构想或命名被动性质。因为情状在某种程度上似乎是被动性质的不完全的种,而其完满状态是被动性质。因此,正如状态与习性交织在一起一样,在这里他也把情状与被动性质结合在一起;因为正如状态先于习性一样,情状也可谓是被动性质的前提。因此,就它们作为不完全者先行发生,并且存在从它们到那些完满者的过渡而言,在这方面他并不将它们从性质中排除;但由于它们在诸种的本性以及持久的状态上都达不到其中的完满,在这方面他将它们作为不同的事物分离开来。 在亚里士多德说“正如短时间维持的颜色产生于情状,长时间维持的颜色也由于同样的原因而发生”时,尼科斯特拉图斯一派认为,在情状发生时产生一切颜色是不合理的,尤其是像雪的〔颜色〕那样天然且实体性的颜色;因为在取自恐惧和羞耻的例证中,他把诸情状作为后生之物提出,以至于他似乎在一切事物上也持同样的看法。
- 5.5κατὰ τὸ διακεῖσθαι οὕτω καὶ πῶς ἔχειν θέσεως
属格 θέσεως 依赖于 πῶς ἔχειν,属于表示方面或状态的关涉属格,与前项 διακεῖσθαι οὕτω 并列受介词 κατά 管辖,意为“处于某种摆放/配置的状态”。
- 5.5Ἀλέξανδρος δὲ οὐδὲ ζητεῖν ἀξιοῖ, εἰ τὰ πάθη ὑπὸ τὴν ποιότητα
在间接疑问从句 εἰ τὰ πάθη ὑπὸ τὴν ποιότητα 中省略了系动词 ἐστίν(或动词 τάττεται);该从句作不定式 ζητεῖν 的宾语,意为“探究情状是否在性质之下”。
- 5.5μήποτε οὖν παθητικὴ μὲν ποιότης, ᾗ μὲν ποιότης, οὐκ ἔστιν τὸ πάθος, συγγενῶς δὲ ἔχει πρὸς αὐτήν
μήποτε 在此作副词性用法,引出谨慎的推测或委婉的断言(“难道不是……吗”/“或许……”)。句子的语法主语是 τὸ πάθος,谓语是 παθητικὴ ποιότης,中间插入了限定短语 ᾗ μὲν ποιότης(“就其作为性质而言”)。
