← 辛普里丘

亚里士多德《范畴篇》注释

§255.12-256.18

感觉的非时间性、颜色的产生与尤多鲁斯疑难

辛普利丘探讨了感觉是非时间性的这一论证,通过心身层面的观察(苍白与脸红)解释了颜色作为情状和转变成因之伴生物的产生机制,并引出尤多鲁斯关于性质分类重叠的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5#3

εἰ δὲ καὶ πᾶν μὲν πάθος διὰ κινήσεως γίνεται, πᾶσα δὲ κίνησις ἐν χρόνῳ, πᾶν τὸ πάσχον ἐν χρόνῳ ἂν πάσχοι· εἰ οὖν τὸ ὁρᾶν ἀχρόνως γίνεσθαι δοκεῖ, οὐκ ἂν διὰ πάθους γίνοιτο. ἢ καὶ τὴν ἁφὴν ἄχρονον ὁ Ἀριστοτέλης δοκεῖ λέγειν, καὶ τούτῳ γε τῷ λόγῳ καὶ ἡ θερμότης καὶ ἡ ψύξις παθητικαὶ ποιότητες ἔσονται οὐχ ὡς πάθος ἐμποιοῦσαι, ἀλλ’ ὡς διὰ πάθους ἐγγινόμεναι. μήποτε δὲ οὐδὲ ἐπὶ μόνων τῶν χρωμάτων ἀληθὲς τὸ τὴν αἴσθησιν μὴ ποιοῦσθαι τῇ αὐτῇ ποιότητι,1 τουτέστιν μὴ λευκαίνεσθαι ἢ μελαίνεσθαι τὴν ὅρασιν· οὐδὲ γὰρ ἡ ἀκοὴ ὀξύνεται ἢ βαρύνεται. ἀλλὰ καὶ διατίθησιν τὰ χρώματα τὴν ὄψιν, ὥσπερ καὶ τῶν ἄλλων αἰσθητῶν ἕκαστον τὴν καθ’ ἑαυτὸ αἴσθησιν. ἴδιον δὲ οὖν ἔοικεν ἔχειν τὰ χρώματα τὸ ἄλλοις ἐπισυμβαίνειν· καὶ γὰρ καὶ ἐφ’ ὧν ἀχώριστά ἐστιν τὰ χρώματα, ὡς τὸ λευκὸν τῆς χιόνος, καὶ ἐπὶ τούτων οὐκ ἔστιν ἁπλῶς οὐσιώδη, ἀλλ’ ἐπιγεννηματικά, εἴγε πῆξις νέφους ἐστὶν ἡ χιὼν δι’ ὑπερβολὴν ψυχρότητος, τοῦ δὲ οὕτως πηγνυμένου πάθος τί ἐστιν καὶ παρακολούθημα ἡ λευκότης. ὁμοίως δὲ καὶ ἡ ὠχρότης τοῖς φοβηθεῖσιν καὶ τὸ ἔρευθος τοῖς αἰσχυνθεῖσιν παρακολούθημα γίνεται τῶν ψυχικῶν διαθέσεων, ἐπὶ μὲν τῶν φοβουμένων τοῦ αἵματος ἐπὶ τὴν καρδίαν ὡς ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀνατρέχοντος καὶ μηκέτι ἐν τῇ ἐπιφανείᾳ διαφαινομένου, ὅπερ ποιεῖ τὴν ὠχρότητα συμβαίνουσαν καὶ τοῖς ἄλλως αἵματος κεκενωμένοις· αἰσχυνθέντες δὲ ἐρυθαινόμεθα, τοῦ αἵματος ἀπὸ τῆς καρδίας ἐπὶ τὴν ἐπιφάνειαν προϊόντος καὶ ὥσπερ ἐπιπροσθοῦντος τῷ ἡγεμονικῷ καὶ ἐπισκοτοῦντος τῷ ὑπελθόντι κατὰ τὴν διάνοιαν αἰσχρῷ δι’ αἰδῶ.2 ὅταν οὖν καὶ κυουμένων ἔτι τοιαῦται συνδρομαὶ γένωνται δι’ οἵας δήποτε αἰτίας, τοιαῦτα φυσικὰ γίνεται χρώματα, καὶ διὰ τοῦτο ἐκ γενετῆς οἱ μὲν τοῖοι φύονται, οἱ δὲ τοῖοι, ὥστε πᾶσαι αἱ κατὰ τὰς χρόας ποιότητες εἰκότως ἐκ πάθους γίνεσθαι λέγονται καὶ συμπτώματά εἰσιν· καὶ γὰρ τῇ χιόνι τὸ λευκὸν καὶ τῷ κόρακι τὸ μέλαν παραγίνεται κατά τι πάθος προηγησάμενον, ὃ ἐν τῇ φυσικῇ συστάσει ὑπάρχει. καὶ μή τις οἰέσθω με λέγειν ὅτι ἡ τροπὴ αὕτη ἡ προηγησαμένη καὶ ἡ κίνησις τὰ χρώματα ποιεῖ, ἀλλ’ οἱ μὲν λόγοι τῶν χρωμάτων ἐν τῇ φύσει ἑστήκασιν, τὰ δὲ τρεπόμενα κατὰ τὴν τῆς τροπῆς πρὸς τοὺς λόγους οἰκειότητα μεταλαμβάνει τῶν λόγων καὶ εἰδοποιεῖται ἀπ’ αὐτῶν. ἄλλος γάρ ἐστιν αὐτὸς ὁ λόγος ὁ ἑστὼς καὶ ἄλλο τὸ ὑποκείμενον3 (ἁπλᾶ ταῦτα), καὶ ἄλλο τὸ ἐκ τοῦ ὑποκειμένου καὶ τῆς τοῦ λόγου μεθέξεως συγκείμενον, ἐν ᾧ καὶ ἡ τροπὴ καὶ τὸ πάθος θεωρεῖται· τὸ γὰρ ἁπλοῦν οὐκ ἄν τι πάθοι καθ’ ἑαυτό. καὶ ἐν τοῖς ὠχριῶσιν οὖν ἢ ἐρυθριῶσιν οὐχὶ ἡ τροπὴ τὸ χρῶμα ποιεῖ, ἀλλὰ τὸ ἴδιον τοῦ αἵματος χρῶμα μεθίστησιν ποτὲ μὲν ἐπὶ τὸ ἐντός, ποτὲ δὲ ἐπὶ τὸ ἐκτός. κἂν λέγῃ οὖν ἀπὸ πάθους ἐγγίνεσθαι τὰ χρώματα, οὐδὲν ἄλλο λέγει ἢ ὅτι διὰ τῶν παθῶν ἐπιτήδεια γίνεται τὰ σώματα εἰς καταδοχὴν τῶν τοιούτων χρωμάτων. Ἀλλὰ πῶς, φησὶν Εὔδωρος, ἐν μὲν τῷ πρώτῳ εἴδει τῆς ποιότητος θερμότητας καὶ ψύξεις καὶ νόσον καὶ ὑγείαν ἐν ταῖς διαθέσεσι κατηρίθμησεν, ἐνταῦθα δὲ ὡς εἰς ἄλλο εἶδος τὴν παθητικὴν ποιότητα αὐτὰς καταλέγει;

然而,如果一切情状都是通过运动产生的,而一切运动都在时间之中,那么凡受动之物都必在时间之中受动;因此,如果看被认为是非时间性地发生的,它就不会是通过情状产生的。或者亚里士多德似乎也把触觉说成是非时间性的,而且依此道理,热与冷也将作为通过情状产生者,而非作为产生情状者,成为被动性质。 然而,感觉不被相同的性质所性质化,即视力并不变白或变黑,或许不仅对颜色而言是真实的;因为听觉也不会变尖锐或变低沉。相反,正如其他各类可感觉物各自处置其固有的感觉一样,颜色也处置视力。 无论如何,颜色似乎具有依附于其他事物而发生的固有特性;因为即使在颜色不可分离的事物中,如雪的白,在这些事物中颜色也不是单纯实体性的,而是后生的,如果雪确实是云因极度寒冷而凝结,而白是如此凝结之物的某种情状和随行现象的话。同样,受惊吓者的苍白与感羞愧者的发红,也是心灵状态的随行现象:在恐惧者身上,血液退回到心脏这一固有发源地,不再在表面显露,这就造成了苍白,这种苍白也发生在以其他方式失血的人身上;而当我们感到羞愧时我们发红,是因为血液从心脏走向表面,仿佛遮蔽了支配部,并且出于羞耻遮掩了悄然潜入思想之中的可耻之物。因此,当由于无论何种原因在尚处于母胎中的胚胎身上发生此类会聚时,就会产生此类天然的颜色,因此人们生来就有这样的或那样的肤色,以至于依颜色而定的所有性质都被合情理地说成是由情状产生的,并且是伴生现象;因为白降临于雪,黑降临于渡鸦,也是依照某种先行发生的情状,这种情状存在于其天然构成之中。 不要有人以为我是在说:这一先行的转变和运动产生了颜色;相反,颜色的诸理则在自然中恒定挺立,而发生转变的事物依据转变对诸理则的亲和性分有诸理则,并由它们赋予形式。因为恒定挺立的理则本身是一回事,底层物是另一回事(这些都是单纯的),而由底层物和对理则的分有构成的复合物又是另一回事,在此复合物中转变与情状才被观察到;因为单纯之物就其自身而言绝不会遭受任何影响。因此在面色苍白或发红的人身上,转变并不产生颜色,而是将血液固有的颜色有时向内、有时向外转移。因此,即使他说颜色产生于情状,他所说的也无非是:通过情状,物体变得适于接受此类颜色。 “然而,”尤多鲁斯说,“他怎么能在性质的第一种中把热、冷、疾病和健康列入状态之中,却在这里又把它们作为另一种列入被动性质之中呢?”

语法注3 条
  1. 5.5τὸ τὴν αἴσθησιν μὴ ποιοῦσθαι τῇ αὐτῇ ποιότητι

    在带冠词的不定式结构(τὸ ... μὴ ποιοῦσθαι)中,ποιοῦσθαι 是作为被动态(“被性质化”)而非中动态使用的。紧接其后的同位语短语 τουτέστιν μὴ λευκαίνεσθαι ἢ μελαίνεσθαι τὴν ὅρασιν(“即视力并不变白或变黑”)明确了这种被动含义。

  2. 5.5ὥσπερ ἐπιπροσθοῦντος τῷ ἡγεμονικῷ καὶ ἐπισκοτοῦντος τῷ ὑπελθόντι κατὰ τὴν διάνοιαν αἰσχρῷ δι’ αἰδῶ

    嵌在属格独立结构(τοῦ αἵματος ... προϊόντος καὶ ... ἐπιπροσθοῦντος ... καὶ ἐπισκοτοῦντος)中的比喻性表达。两个分词分别支配与格(τῷ ἡγεμονικῷ“支配部”与 τῷ ... αἰσχρῷ“可耻之物”)。它生动地描述了血液涌向表面,如同屏障般护卫统括部并出于羞耻遮蔽潜入思想中的可耻事物。

  3. 5.5ἄλλος γάρ ἐστιν αὐτὸς ὁ λόγος ὁ ἑστὼς καὶ ἄλλο τὸ ὑποκείμενον

    表语形容词的性的一致。因为 ὁ λόγος 为阳性名词,所以使用阳性单数主格 ἄλλος 与之呼应;而接下来的 τὸ ὑποκείμενον 以及表示复合物的短语(τὸ ... συγκείμενον)为中性,因而使用中性单数主格 ἄλλο,井然地对比了三者(形式理则、底层物以及二者的复合物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:255.12-256.18