← 辛普里丘

亚里士多德《范畴篇》注释

§254.1-255.12

被动性质的双重性与感觉接受方式

辛普利丘解答了天然被动性质如何既作为实体的构成部分又因产生受动而被定义这一定义疑难,并解释了蜂蜜如何在并未遭受甜的情况下接受了甜。他进而对比了作用于视觉的颜色与作用于触觉的热,以阐明赋予相同性质与不赋予相同性质的被动性质之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5#2

ὥστε εἰ καὶ ὀνόμασιν ἐχρήσατο τοῖς αὐτοῖς, τῷ τε μονίμῳ καὶ τῷ εὐμεταβόλῳ, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν σημαινομένων. Ἀλλὰ πῶς τὰς φύσει ὑπαρχούσας παθητικὰς ποιότητας εἶναί φησιν, ἀπὸ συμβεβηκότος τινὸς αὐτὰς τοῦ πάθος ἐμποιεῖν ταῖς αἰσθήσεσι χαρακτηρίσας, καίτοι οὐδὲ ποιότητας ἁπλῶς οὔσας, ἀλλ’ οὐσίας μᾶλλον, εἴπερ μέρη οὐσιῶν, τὰ δὲ μέρη τῶν οὐσιῶν οὐσίαι; ἢ ὅτι1 κατὰ μὲν τὸν λόγον αὐτὸν καὶ τὸ εἶδος καὶ τὴν οὐσιώδη μέθεξιν οὐ ῥητέον τὴν θερμότητα τοῦ πυρὸς παθητικὴν ποιότητα, ἀλλὰ μέρος οὐσίας, τὴν δὲ ἀπ’ αὐτῆς ἐν τοῖς σώμασιν ἐγγινομένην ποίωσιν, ταύτην παθητικὴν ποιότητα ῥητέον. τεκμήριον δὲ τούτου μέγιστον, ὅτι τὰ μὲν τῶν οὐσιῶν εἴδη οὐ συνέζευκται πρὸς τὴν αἴσθησιν οὐδὲ κινεῖ αὐτήν· οὐ γάρ ἐστιν οὐσιῶν ἀντιληπτικὴ ἡ αἴσθησις, μόγις γὰρ αὐτῶν ὁ λόγος ἀντιλαμβάνεται· ἀλλὰ τὰ ποιώματα τὰ ἀπὸ τῶν λόγων, ἃ καὶ πέφυκεν τὸ σῶμα παραδέχεσθαι, ταῦτα κινεῖ τὴν αἴσθησιν καὶ ἀπ’ αὐτῶν μεμερισμένως ἄλλη ἄλλως αἴσθησις διατίθεται. διὰ τοῦτο οὖν τὰ πρὸς τὴν αἴσθησιν συνεζευγμένα κινητικῶς ἀπὸ τοῦ ποιεῖν 〈πάθη〉 παθητικὰς ποιότητας λέγομεν, καὶ διότι συγγενεῖς ἔχουσι τὰς ἰδίας φύσεις πρὸς τὰς τῶν αἰσθήσεων παθητικὰς κινήσεις. Ἀντιλαμβάνονται δέ τινες, πῶς τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι λέγεται γλυκύ· μέλι γὰρ ὅλως οὐκ ἂν εἴη χωρὶς γλυκύτητος· πῶς οὖν δέχεται ὅπερ ἔχει; ἀλλ’ ὅπως αὐτὸ εἶπεν, αὐτὸς ἐσαφήνισεν διὰ τοῦ ἐφεξῆς παραδείγματος, εἰπὼν καὶ τὸ σῶμα λευκὸν τῷ λευκότητα δεδέχθαι· ὥστε καὶ τὸ μέλι ὡς σῶμα δέδεκται τὴν γλυκύτητα. ἀλλὰ πῶς εἰπὼν οἷον τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι λέγεται γλυκὺ ἐπήγαγεν οὐ γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκὺ οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδέν; εἰ γὰρ ἐδέξατο τὴν γλυκύτητα, πῶς οὐ πέπονθεν αὐτήν; ἢ ἐδέξατο μὲν τὸ μέλι τὴν γλυκύτητα τὴν εἰς πάθος ἄγουσαν τὴν γεῦσιν, αὐτὸ δὲ οὐ πέπονθεν τὸ γλυκύ, ἀλλὰ κατ’ οὐσίαν αὐτὸ ὑπάρχον ἔχει. τὸ δὲ ἴδιον τῆς παθητικῆς ποιότητος ἔχει τὸ πάθος ταῖς αἰσθήσεσιν ἐμποιεῖν, οὐδὲν πολυπραγμονούντων ἡμῶν,2 εἴτε διὰ πάθους ἐγγίνεται τοῖς ὑποκειμένοις εἴτε ἄνευ τροπῆς καὶ ἀλλοιώσεως. καλοῦνται δὲ ποιότητες μὲν ἀπὸ τῶν ἐχόντων αὐτὰς καὶ ποιῶν κατ’ αὐτὰς λεγομένων, εἴγε ποιότης ἐστὶν καθ’ ἣν ἕκαστον ποιὸν λέγεται· παθητικαὶ δέ, ἐπειδὴ προσειλήφασιν τὸ πάθος ἐμποιεῖν ταῖς αἰσθήσεσιν. Ἀλλὰ πῶς φησι λευκότης καὶ μελανία καὶ ἄλλαι χροιαὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγενῆσθαι, καίτοι καὶ αὐταὶ δρῶσιν εἰς τὴν αἴσθησιν, διακρίνουσαι καὶ συγκρίνουσαι τὴν ὄψιν; καὶ ἄλλαι μέντοι ποιότητες ἀπὸ πάθους ἐγγίνονται· κινούμενα γὰρ θερμαίνεται τὰ σώματα καὶ αἰσχυνθείς τις ἐρυθριᾷ. ἢ οὐχ ὥσπερ ὅταν θερμοῦ αἰσθανώμεθα θερμαινόμεθα, οὐχ οὕτως καὶ ὅταν λευκοῦ αἰσθανώμεθα, λευκόν τι τῶν ἐν ἡμῖν γίνεται· οὐ γὰρ ὕλη τῷ λευκῷ ὁ ὀφθαλμὸς γίνεται ἀναλαμβάνων τὸ τοῦ λευκοῦ εἶδος, ὥσπερ ἡ χεὶρ τῷ θερμῷ θερμαινομένη, ἀλλὰ πάσχει μέν τι καὶ ὁ ὀφθαλμός, οὐ μὴν λευκὸς γίνεται. διὸ κἂν ἐν ἄλλοις ὁ Ἀριστοτέλης πάσχειν λέγῃ τὴν ὅρασιν (καὶ τοῦτο πιστοῦται ἀπὸ τοῦ τῶν σφόδρα ὁρατῶν ἀντιλαμβανομένην μὴ δύνασθαι αὐτὴν τῶν ἧττον ἀντιλαμβάνεσθαι, ἀλλ’ ἐκεῖνα ἔτι ὁρᾶν δοκεῖν, ὡς ἔτι ἔχουσαν ἀπ’ αὐτῶν τὰ ἐγκαταλείμματα) — κἂν ταῦτα οὖν ἐν ἄλλοις λέγῃ, οὐκ ἐναντιοῦται πρὸς τὰ νῦν εἰρημένα·3 διαφορὰν γὰρ ἐνταῦθα τῶν παθητικῶν ποιοτήτων ἐθεάσατο, τῶν μὲν τῆς αὐτῆς ποιότητος μεταδιδόντων, τῶν δὲ οὐ τῆς αὐτῆς.

因此,即使他使用了相同的名称,即“持久的”与“易变的”,但并非在相同的含义上。 然而,既然他根据某种偶性特征——即在感觉中产生情状——来刻画被动性质,他又如何能说天然具有的那些是被动性质呢?尽管它们根本不是单纯的性质,而毋宁是实体,如果它们确是实体的部分,而实体的部分又是实体的话。 或者[应当说]:依其界说本身、形式以及实体性分有而言,火的热不应被称为被动性质,而应被称为实体的部分;但是由它在物体中产生的性质化,这一产物才应被称为被动性质。 而对此最大的明证在于:实体的形式既未与感觉结合,也不变动感觉;因为感觉并不是对实体的领会,因为就连理智也难以领会它们;相反,源于界说的被性质化的事物,即物体依自然所能接受的事物,正是它们变动着感觉,并且从它们那里,不同的感觉分别以不同的方式被处置。 因此,我们把那些在变动方面与感觉相结合的事物,因其产生情状而称为“被动性质”,也是因为它们固有的自然与感觉的被动运动具有同质性。 不过,有些人提出疑难:蜂蜜怎么能因“接受了甜”而被说成是甜的呢?因为没有甜,蜂蜜根本就不会存在;那么它怎么能接受它本来所具有的东西呢? 然而他是如何表达这一点的,他自己通过随后的例子澄清了,他说“物体也是因接受了白而是白的”;因此蜂蜜也是作为物体而接受了甜。 但是,既然说了“正如蜂蜜因接受了甜而被说成是甜的”,他又如何接着说“因为蜂蜜并不是因受到了某种影响而被说成是甜的,其他这类事物也无一如此”? 因为如果它接受了甜,它怎么会没有遭受它呢? 或者可以说,蜂蜜固然接受了将味觉引向情状的甜,但它自身并未遭受甜,而是具有作为依其实体而属于它的甜。 并且它具有被动性质的固有特性,即在感觉中产生情状,而无需我们去深究它是在底层物中通过情状而产生,还是在没有转变和质变的情况下产生的。 它们被称为性质,是根据拥有它们并且据此被称为具有性质的事物而来的,如果性质确实是据以使每个事物被称为具有性质的东西的话;而被称为被动性质,则是因为它们额外获得了在感觉中产生情状的能力。 然而,他怎么能说白、黑以及其他颜色不是以同样的方式被称为被动性质,而是因它们自身是由情状产生出来的呢?尽管它们也作用于感觉,通过分散和凝聚视力而起作用。 而且确实,其他性质也产生于情状;因为物体因运动而发热,人因羞愧而发红。 或者应当说,并非像当我们感知热物时我们变热那样,当我们感知白物时我们体内的某些东西也会变白。因为眼睛并不会通过接受白的形式而成为白质的质料,就像手被热物加热那样,眼睛固然遭受了某种影响,但绝不会变白。 因此,即使亚里士多德在其他地方说视觉遭受了影响(这一点由此得到证实:视觉在领会极其强烈的可见物之后无法领会较微弱的可见物,反而似乎仍看到前者,仿佛仍留存着来自它们的残迹)——因此即使他在其他地方这样说,也并不与此刻所说的话相冲突;因为在这里他看到了被动性质之间的差异:有些赋予相同的性质,而有些则赋予不相同的性质。

语法注3 条
  1. 5.5ἢ ὅτι

    用于引出对疑难(aporia)之解答的固定句式。针对前面的疑问句(Ἀλλὰ πῶς... οὐσίαι;),预设省略了主句谓语(“或者应当说……”),并以 ὅτι 引导的名词性从句展开解答。

  2. 5.5οὐδὲν πολυπραγμονούντων ἡμῶν

    独立属格结构(genitive absolute),带有副词性中性宾格 οὐδέν,表示伴随状况(“在我们毫不深究……的情况下”)。后接的 εἴτε... εἴτε... 从句作为间接疑问从句充当分词动作的内容。

  3. 5.5διὸ κἂν ἐν ἄλλοις ὁ Ἀριστοτέλης πάσχειν λέγῃ τὴν ὅρασιν (...) — κἂν ταῦτα οὖν ἐν ἄλλοις λέγῃ, οὐκ ἐναντιοῦται πρὸς τὰ νῦν εἰρημένα

    跨越长插入语(括号部分)的复述再开结构(epanalepsis)。由 κἂν ἐν ἄλλοις... λέγῃ 引入的让步从句在插入了解释视觉如何留存残象的证据后,以 κἂν ταῦτα οὖν ἐν ἄλλοις λέγῃ 重新唤起,并最终连接至主句 οὐκ ἐναντιοῦται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:254.1-255.12