- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:252.21-254.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了性质的第三个属(即被动性质和情状),探讨了“属”这一用词及其情状的双重含义,并以热为例解释了此处与先前性向和状态之区分的一致性。
" Τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη ἕως τοῦ ὥστε πάθη μὲν λέγεται τὰ τοιαῦτα, ποιότητες δὲ οὔ." Γένος τρίτον πάλιν λέγει ποιότητος ἀντὶ τοῦ εἴδους τῷ γένει χρησάμενος ἢ καὶ κυρίως γένος εἰπών· κἂν γὰρ μὴ τὸ ἀνωτάτω γένος ἐστίν, ὥσπερ ἡ ἁπλῶς ποιότης1 ἢ τὸ συμβεβηκός, ἀλλὰ καὶ αὐτὸ γένος ὡς εἰς εἴδη οἰκεῖα διαιρούμενον, γένος δὲ τῶν ὑπαλλήλων λεγομένων γενῶν. εἰς δύο δὲ διαιρεῖ τὸ τρίτον τοῦτο γένος, εἴς τε τὰς παθητικὰς ποιότητας καὶ τὰ πάθη, οἷς κοινὸν μέν ἐστι τὸ ποιὸν ὁπωσοῦν (ποιὰ γὰρ καθ’ ἑκάτερον λέγεται τὰ ἔχοντα) καὶ ἔτι μέντοι τὸ πάθος, κοινὸν δὲ τὸ ἐν ἑκατέρῳ τούτων διαφόρως θεωρεῖσθαι τὸ πάθος,2 ἢ ὡς πάθος ἐμποιοῦν τῇ αἰσθήσει, ὥσπερ ἡ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν, ἢ ὡς ἀπὸ πάθους ἐγγινόμενον, ὥσπερ ὠχρότης τοῖς φοβηθεῖσιν καὶ ἔρευθος τοῖς αἰδεσθεῖσιν ἐγγίνεται· ἰδία δὲ τῆς παθητικῆς ποιότητος καὶ τοῦ πάθους διάκρισις, ἣν ἐφεξῆς ὁ Ἀριστοτέλης ἐπάγει. καὶ γὰρ ὅσα μὲν ἀπὸ δυσκινήτων παθῶν καὶ παραμονίμων τὴν ἀρχὴν εἴληφεν, παθητικαὶ ποιότητες λέγονται, ὥσπερ ἡ κατὰ φύσιν ὠχρότης ἢ μελανία ἢ αἱ διὰ νόσον μακρὰν καὶ καύματος συνέχειαν γενόμεναι· ὠχρίαι γὰρ οὗτοι καὶ μέλανες ὥσπερ οἱ κατὰ φύσιν λέγονται· ὅσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίνεται, ὥσπερ ἡ ἀπὸ φόβου ὠχρότης ἢ τὸ ἀπὸ αἰδοῦς ἔρευθος, ταῦτα πάθη μέν ἐστιν καὶ κατὰ τοῦτο ὁπωσοῦν ποιοὶ οἱ μετέχοντες, καθ’ ὅσον πεπόνθασιν. ἐρυθριᾶσαι γοῦν καὶ ὠχριᾶσαι λέγομεν τοὺς τοιούτους, οὐ μέντοι ποιούς· ποιὰ γὰρ τὰ πάθη ταῦτά ἐστιν. διὸ οὐδὲ παρωνύμως λέγομεν ὠχρίας ἢ ἐρυθρίας τοὺς τοιούτους, ἀλλ’ ὅτι πεπόνθασι μόνον· ὅτι γὰρ ὠχρίασαν ἢ ἐρυθρίασαν, ταύτῃ πως μετέχουσι τῆς ποιότητος, οὐ μέντοι ὅτι ποιοὶ κατὰ ταῦτα γεγόνασιν. καὶ ἐπὶ τῆς ψυχῆς δὲ τὸ ἀνάλογον· παθητικαὶ μὲν λέγονται ποιότητες ἥ τε κατὰ φύσιν ὀργὴ καὶ πραότης καὶ ἐν ἕξει γενόμεναι· ποιοὶ γὰρ κατὰ ταύτας, ὀργίλοι καὶ πρᾶοι λέγονται οἱ ἔχοντες· πάθη δὲ τὰ ἀπό τινων ἐπ’ ὀλίγον συμβαίνοντα, ὡς ὁ ἀπὸ λύπης ὀργισθείς· οὐ γὰρ λέγεται ὀργίλος ὁ τοιοῦτος, ἀλλ’ ὅτι ὠργίσθη μόνον. ἡ μὲν οὖν τῶν λεγομένων ἔννοια τοιαύτη. Πάντως δέ τις καὶ ἐνταῦθα ἐπιζητήσειεν, πῶς πρότερον μὲν τὴν διάθεσιν καὶ τὴν ἕξιν ἐχαρακτήριζεν τῷ εὐμεταβόλῳ τε καὶ δυσμεταβόλῳ, νῦν δὲ τούτοις αὐτοῖς τὰ πάθη διακρίνει καὶ τὰς παθητικὰς ποιότητας. καὶ εἴρηται μὲν καὶ ἐν ἐκείνοις τινὰ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι ἐκεῖ μὲν ἕξεις καὶ διαθέσεις τὰς ἐκ διδασκαλίας καὶ ἔξωθεν ἐγγινομένας παραδίδωσιν ὡς δυσκινήτους τε καὶ εὐκινήτους τελειότητας, ἐνταῦθα δὲ παθητικὰς ποιότητας καὶ πάθη τὰ φύσει. εἰ δέ τῳ μὴ ἀρκεῖ ταῦτα, λεγέσθω καὶ νῦν συντόμως, ὅτι ἡ θερμότης, καθὸ μὲν διατίθησιν ὁπωσοῦν τὸ ὑποκείμενον, διάθεσις λέγεται· καθὸ δὲ μόνιμον ἔχει τὴν διάθεσιν, ἕξις καλεῖται· καθὸ δὲ ἀπό τινος ποιήσαντος, ὃ ἐπιπολαίως ἐνεγένετο, πάθος λέγεται· καθὸ δὲ δευσοποιῶς καὶ μονίμως ἐνεγένετο τὸ πάθος, παθητικὴ λέγεται ποιότης. ἄμφω δὲ ταῦτα κατὰ πάθος θεωρεῖται, ὡς ἀπὸ πάθους γενόμενα καὶ ὡς πάθος ταῖς αἰσθήσεσιν ἐμποιοῦντα· κατ’ ἄμφω γὰρ τὸ πάθος θεωρητέον ἐν αὐτοῖς, ὥστε ἡ θερμότης, εἰ πρόσκαιρος εἴη, τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ διάθεσις ἂν εἴη, τοῦ δὲ θερμαινομένου οὕτως, ὡς ἔχειν μὲν ἤδη τὸ εἶδος τῆς θερμότητος, μὴ δύνασθαι δὲ ἄλλο θερμᾶναι, παθητικὴ ποιότης· εἰ δὲ ἐν τῷ γίνεσθαι τὸ εἶδος θεωροῖτο, πάθος ἂν εἴη.
“性质的第三个属是被动性质和情状,直至因此这类事物被称为情状,而不被称为性质。” 他又说“性质的第三个属”,是以“属”指代“种”,或者是按本义说“属”;因为即便它不是像单纯的性质或偶性那样的最高属,但由于它被划分为固有的种,它自身也是一个属,属于所谓的从属诸属。他把这第三个属划分为二:被动性质和情状;对于它们而言,以某种方式具有性质乃是共同的(因为具有二者之一的事物都被称为具有性质的),而且情状也是共同的,但在这二者中以不同方式考察情状也是共同的:要么是作为在感觉中产生情状者(正如甜在味觉中、热在触觉中产生某种情状),要么是作为从情状中产生者(正如面色苍白产生于受惊者、面色潮红产生于羞怯者)。至于被动性质与情状的固有区分,则是亚里士多德紧接着引入的。凡是从不易变动且持久的情状中获得开端的事物,都被称为被动性质,正如依自然的面色苍白或黝黑,或者通过长期的疾病和持续的酷热而造成的事物;因为这些人就像依自然者一样被称为苍白者和黝黑者。凡是从容易消解且迅速复原的情状中产生的事物,正如因恐惧而来的面色苍白或因羞怯而来的潮红,这些则是情状,分有它们的人在此意义上依其受影响的程度以某种方式具有性质。至少我们说这样的人红了脸或发了白,却不说他们是具有性质的;因为这些情状本身是具有性质的。因此我们甚至不以派生名称呼这样的人为苍白者或潮红者,而只说他们受了影响;因为由于他们发白或变红,在这一意义上他们以某种方式分有了性质,但这并非意味着他们依照这些性质变成了具有性质的人。在灵魂的场合也有类似的情形:依自然的愤怒与温和,以及成为习惯状态者,被称为被动性质;因为依照这些具有性质,拥有它们的人被称为易怒的和温和的;而情状则是因某些原因而短暂发生的事物,如因悲伤而发怒的人;因为这样的人不被称为易怒者,而只被说成发了怒。所说之言的意涵便是如此。 然而,任何人在这里肯定都会同样探究:此前他曾用易于变化和难以变化来刻画性向与状态,现在为何又正是用这些来区分情状和被动性质?在前面对于这一探究也已说过某些话:在那一处,他将源自教导和来自外部的状态与性向作为不易变动和易于变动的完成态提出,而在这里,他将出于自然者作为被动性质和情状提出。如果有人觉得这些尚不充分,现在也可以简要地说:热,就其以某种方式处置底层物而言,被称为性向;就其具有持久的性向而言,被称为状态;就其从某种施动者表面地产生而言,被称为情状;而就情状深入沉淀且持久地产生而言,则被称为被动性质。这两者都是依照情状被考察的:既作为源自情状产生者,也作为在感觉中产生情状者;因为在这两种意义上情状都应当在它们之中被考察。因此,热如果是暂时的,它就是拥有它并作用于他物的物体的性向;而对于如此被加热以致已拥有热的形式却不能加热他物的物体而言,它则是被动性质;但如果在形式的生成过程中被考察,它就是情状。
- 5.5τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ διάθεσις ἂν εἴη, τοῦ δὲ θερμαινομένου οὕτως... παθητικὴ ποιότης
属格 τοῦ μὲν ἔχοντος σώματος... 和 τοῦ δὲ θερμαινομένου... 是与表语名词 διάθεσις 及 παθητικὴ ποιότης 连用的领属/所属属格(“是……的性向”、“是……的被动性质”)。句子的语法主语延续上文的 ἡ θερμότης。
- 5.5κοινὸν δὲ τὸ ἐν ἑκατέρῳ τούτων διαφόρως θεωρεῖσθαι τὸ πάθος
句首的 κοινόν 是表语形容词,带冠词的不定式短语 τὸ ... διαφόρως θεωρεῖσθαι τὸ πάθος 作主语。这构成了一个略带佯谬的表达:“情状在二者中以不同方式被考察,这也是共同的”。
