- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:250.34-252.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了自然能力如何赋予分有者变化与运动,进而通过各种物理学说(间距、浓疏、凝聚程度及形式支配)探讨了第二类性质末尾所列“硬”与“软”的成因,并剖析了无能力的两重性(缺失性的与形式性的)及其在诸存在中的品级。
ἢ μᾶλλον τὰ μὲν μετέχοντα τῶν δυνάμεων αὐτὰ καθ’ αὑτὰ ἀδύναμα ὄντα οὐδὲ μεταβολὴν τὴν ἐπὶ τὸ τέλειον οὔτε προβιβασμὸν ἐπιδέχεται, κατὰ δὲ τὰς φυσικὰς δυνάμεις ἔχει ταῦτα, αἵτινες διά τε τὴν ὑλικὴν ἔνδειαν καὶ τὴν πρὸς τὸ τέλειον εἶδος ἀνάτασιν τόν τε προβιβασμὸν τοῖς μετέχουσιν ἑαυτῶν παρέχονται καὶ τὴν ἐπὶ τὸ τέλειον μεταβολὴν καὶ τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον κίνησιν, κατὰ τὸ ζωτικὸν μᾶλλον τῶν μετεχομένων λόγων ἤπερ κατὰ τὸ εἰδητικὸν ἀφορισθεῖσαι διὰ τὴν κίνησιν. Κατὰ δὲ τὸν αὐτὸν εἱρμὸν τῆς ἀκριβοῦς θεωρίας καὶ περὶ τοῦ μαλακοῦ καὶ σκληροῦ δεῖ ποιήσασθαι λόγον, ὁπόθεν ταῦτα γίνεται πρώτως, ἆρα διάστασις, ἡ μὲν στερεά, ἡ δὲ ἀραιοτέρα, τὸ σκληρὸν καὶ μαλακὸν ἐποίησεν καὶ πύκνωσις καὶ μάνωσις ἢ κενοῦ πολλοῦ ἀπόληψις, ὅπου δὲ συνίζησις καὶ ἀποπλήρωσις τῶν κενωμάτων τὸ διάφορον ἐν ἑκατέρῳ παρέχεται ἢ ὕλης πλεονασμὸς καὶ ἔνδεια ποιεῖ τὸ μὲν σκληρόν, τὸ δὲ μαλακόν. ἢ πάντα τὰ τοιαῦτα ἐπιγεννηματικὴν ποιεῖ τὴν τῶν κατὰ λόγον διαφερόντων ἰδιότητα.1 ἆρα οὖν πιπτούσης τῆς δυνάμεως καὶ μὴ δυναμένης ἀνέχειν ἑαυτὴν ἡ ἀντίτυπος καὶ σκληρ〈ὰ ποι〉ότης ὑφίσταται, ἡ δὲ τοῦ μαλακοῦ ἐν τῷ ἀνέχειν τὴν δύναμιν ἑαυτὴν καὶ κουφίζειν μετέωρον οὕτως ἀπολεπτύνει καὶ ἁπαλωτέραν τὴν σύστασιν ἀπεργάζεται; ἀλλ’ οὕτως ἂν τὸ ἐναντίον εἴη συμβαῖνον ἢ ὅπερ Ἀριστοτέλης βούλεται· οὐ γὰρ ἔτι τὸ μὲν σκληρὸν κατὰ δύναμιν, τὸ δὲ μαλακὸν κατὰ ἀδυναμίαν ἔσται, ἀλλὰ τοὐναντίον ἡ μὲν ἀνέχουσα ἑαυτὴν λεπτότης ἐν δυνάμει ἔσται τοῦ ἑαυτὴν ἐπαίρειν, ἡ δὲ σκληρότης ἐν ἀδυναμίᾳ τοῦ αὐτοῦ τούτου.2 βέλτιον οὖν ἀντὶ τούτων κατὰ τὴν συνοχὴν ἤτοι ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν τὸ διάφορον αὐτῶν ἀπολογίζεσθαι. τά τε γὰρ ἄλλα τούτῳ συμφωνεῖ καὶ τὸ λέγεσθαι τὸ μὲν σκληρὸν δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν ἀδυναμίαν τοῦ αὐτοῦ τούτου· τὸ γὰρ δυσδιαίρετον ἢ εὐδιαίρετον κατὰ τὸ τῆς συνοχῆς ὑπερβάλλον ἢ ἐλλεῖπον συνίσταται. τὸ δὲ αὐτὸ ἄν τις καὶ κατὰ τὴν τοῦ εἴδους μᾶλλον ἢ ἧττον ἐπικράτειαν ἀπολογίσαιτο, σκληρὸν μὲν τὸ τοῦ εἴδους ἀντεχόμενον μᾶλλον, μαλακὸν δὲ τὸ ἐναντίον ἀφοριζόμενος. μήποτε δὲ κατὰ λόγους διαφόρους ἑκάτερον τούτων ἀποτελεῖται καὶ κατὰ εἰδῶν τελείαν ἀντίθεσιν, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ γλυκὺ καὶ πικρὸν καὶ τὸ πυκνὸν καὶ μανόν. εἰ γὰρ πᾶν μὲν τὸ κατὰ φύσιν ἔχον τελείαν ἔχει τοῦ οἰκείου εἴδους ἀντίληψιν, ἔστιν δέ τινα μαλακὰ κατὰ φύσιν, ὡς ζῷά τινα ὅλα καὶ φυτὰ καὶ ἐν τοῖς τοῦ ζῴου μορίοις ὁ πνεύμων, πῶς ἂν εἴη κατ’ ἔλλειψιν εἴδους τὸ μαλακὸν ἀφοριζόμενον; πῶς οὖν ὁ Ἀριστοτέλης τὸ μαλακὸν κατὰ ἀδυναμίαν θεωρεῖ τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ὥσπερ καὶ τὸ νοσῶδες κατὰ ἀδυναμίαν τοῦ μὴ πάσχειν τι ῥᾳδίως ὑπὸ τῶν τυχόντων; τὸ γὰρ νοσῶδες αὐτόθεν κατὰ στέρησιν ὑφίσταται καὶ ἔλλειψιν τοῦ εἴδους καὶ οὐ κατὰ εἶδος ἀντίθετον. μήποτε οὖν διττὸν εἶδος ἀδυναμίας διὰ τούτων ἐνδείκνυται; ἓν μὲν τὸ κατὰ στέρησιν, ὡς τὸ νοσῶδες ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων, οὗ δύναμιν εἶχεν τὸ ὑγιεινόν, τὸ δὲ κατὰ εἶδος ὑφεστώς,3 ὥσπερ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ὥσπερ τὸ σκληρὸν ἀδυναμίαν ἔχει τοῦ ῥᾳδίως διαιρεῖσθαι· ὡς δὲ χεῖρον ἐν τῇ ἀντιθέσει τὸ μαλακὸν κατὰ τὴν ἀδυναμίαν ἀφωρίσθη. ἆρα οὖν καὶ τὸ ὑγιεινὸν ἀδυναμίαν εἴποιμεν ἔχειν τοῦ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων; ἢ οὐκ ἄν τις ἀδυναμίαν καλέσειεν τὸ διὰ δυνάμεως ὑπερβολὴν παρόν· τὸ μὲν γὰρ σκληρόν, ἅτε μὴ ἔχον τὰ τῷ μαλακῷ προσήκοντα εἴδει ὄντι, οὐδὲν ἄτοπον ἀδυναμίαν ἔχειν τὴν κατὰ ἑτερότητα, τὸ δὲ ὑγιεινὸν μὴ ἔχον τὰ τοῦ νοσώδους κατὰ στέρησιν ὑφεστηκότος οὐκ ἂν λέγοιτο ἀδυναμίαν ἔχειν. ὅπως δὲ ἂν ἔχῃ, δῆλόν ἐστιν ὅτι τοῦ αὐτοῦ ἐστιν ἥ τε δύναμις καὶ ἡ ἀδυναμία· τοῦ γὰρ μὴ ῥᾳδίως διαιρεῖσθαι δύναμις μὲν τὸ σκληρόν, ἀδυναμία δὲ τὸ μαλακόν, ὥσπερ οἶμαι καὶ τοῦ ῥᾳδίως διαιρεῖσθαι ἀνάπαλιν. οὐκ ἐκ ταὐτομάτου δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῷ τέλει τῶν τοιούτων δυνάμεων τοιαῦτα παραδείγματα τέθεικεν, ἀλλὰ βουλόμενος καὶ τὴν τάξιν αὐτῶν παραδηλῶσαι, ὅτι ἔσχαται ἐν τῇ φύσει τῶν δυνάμεων οὖσαι τὰ ἔσχατα τῶν ὄντων διεκληρώσαντο.
或者更确切地说,分有诸能力的事物依其自身乃是无能的,既不接纳走向完满的变化,也不接纳进阶,而是依照自然能力拥有这些;这些自然能力由于质料的匮乏以及朝向完满形式的伸展,既向分有它们自身的事物提供进阶、走向完满的变化,也提供依更多与更少的运动,因为运动之故,它们更是依照被分有原理的生命性而非依其形式性层面被规定的。依照精密考察的同一脉络,人们也必须探讨关于软与硬的论述,探究它们最初从何而来:究竟是一者坚固而另一者更稀疏的间隔造成了硬与软,以及浓密化与稀疏化,或是大量虚空的截留,而在另一处虚空的下陷与充填在各自之中造成了差异,抑或质料的过剩与匮乏造成了一者硬、另一者软?或者所有这类学说都把依照原理而差异之物的固有特性当成了派生现象?那么,是在能力衰退且不能支撑自身时,抵抗且坚硬的性质得以确立,而软的性质则在于能力支撑自身并轻盈腾起,从而使组织变细并造成更柔嫩的构造吗?但这样一来,所发生的将与亚里士多德所意愿的恰恰相反;因为硬将不再依照能力、软依照无能力,反而支撑自身的轻细将处于提升自身的能力之中,而坚硬则处于这一同样事情的无能力之中。因此,比起这些,更好的是依照或过度或不足的凝聚来解释它们的差异。因为其他方面与此相符,而且硬被说成具有不易被分割的能力,而软被说成具有这同一事情的无能力,这一点也与此相符;因为难分割或易分割乃是依照凝聚的过度或不足而成立的。人们也可以依照形式或多或少的支配来解释同一事情,将更紧抓形式者界定为硬,将相反者界定为软。然而,难道它们各自不是依照不同的原理并依照形式的完全对立而被造就的吗,犹如热与冷、甜与苦、密与疏那样?因为如果凡处于自然状态之物都对其固有的形式具有完全的领有,而且存在某些依自然而软之物,例如某些整体的动物和植物,以及动物各部分中的肺,那么软又怎会是依照形式的匮乏而被界定的呢?那么亚里士多德究竟如何根据不易被分割的无能力来考察软,正如他也把患病者依照不易受偶然事物影响的无能力来考察呢?因为患病者直接就是依照形式的缺失和匮乏得以确立的,而不是依照某种对立的形式。那么难道不是通过这些例子显示了无能力的双重形式吗?一种是依照缺失的,如患病者具有不易受偶然事物影响的无能力——健康者则具有此事的对应能力;另一种则是依照形式确立的,如软具有不易被分割的无能力,正如硬具有易被分割的无能力;而作为对立中更低劣的一方,软乃是依照无能力被界定的。那么,我们是否也能说健康者具有易受偶然事物影响的无能力呢?或者谁也不会把因能力的过剩而出现的状况称为无能力;因为硬既然不具有属于作为形式的软的事物,拥有依照相异性的无能力便毫无荒谬之处,而健康者由于不具有依照缺失确立的患病者之事,却不会被说成具有无能力。但无论如何,显而易见的是,能力与无能力乃是关涉同一事物的;因为对于不易被分割而言,硬乃是能力,而软乃是无能力,正如我想对于易被分割而言反之亦然。亚里士多德在这类能力的末尾放置这样的例证并非出于偶然,而是希望顺带指明它们的品级,即它们由于是自然能力中最底层的,因而分得了存在物中最底层的部分。
- 5.4ἢ πάντα τὰ τοιαῦτα ἐπιγεννηματικὴν ποιεῖ τὴν τῶν κατὰ λόγον διαφερόντων ἰδιότητα
连词 ἤ 在此引出对前面一系列疑问性假设(ἆρα διάστασις... ἢ πύκνωσις... ἢ ὕλης πλεονασμός...)的反驳与替代,意为“或者难道”。在句法上,ποιεῖ 构成双宾格(谓语性宾格)结构,以带冠词短语 τὴν τῶν κατὰ λόγον διαφερόντων ἰδιότητα 为直接宾语,以形容词 ἐπιγεννηματικήν 为宾语补足语。
- 5.4τὸ μὲν σκληρὸν δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν ἀδυναμίαν τοῦ αὐτοῦ τούτου
带冠词的不定词属格 τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι 作为宾格性属格(objective genitive),修饰名词 δύναμιν 以及后文的 ἀδυναμίαν。后半句中的代词属格 τοῦ αὐτοῦ τούτου 承接上述不定词短语,保持了前后平行的句法结构。
- 5.4ἓν μὲν τὸ κατὰ στέρησιν... τὸ δὲ κατὰ εἶδος ὑφεστώς
此处用以展开说明 διττὸν εἶδος(两重形式)。ἓν μὲν [ἐστι] τὸ κατὰ στέρησιν 与 τὸ δὲ [ἐστι τὸ] κατὰ εἶδος ὑφεστώς 形成对偶结构。中性分词 ὑφεστώς 补充说明第二项,整句包含系动词 ἐστί 的省略,构成了对称的对举句式。
