← 辛普里丘

亚里士多德《范畴篇》注释

§249.18-250.34

基于质料与形式结合的自然能力之确立

辛普里丘驳斥了自然能力(适宜性)单纯来自质料或单纯来自形式的观点,论证了它乃是由两者的结合(即诸形式原理在质料中的分有与接受)而得以确立。他进而阐明这种能力如何内在于灵魂、身体与复合动物之中,并解释了运动变化及程度差异(“更多与更少”)的根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4#6

ἀλλὰ τοιαύτη μέν τις καὶ ἐν τοιούτοις ἡ δύναμις τὴν ἑαυτῆς ὑπόστασιν ἐκληρώσατο. Ἐπιστημονικώτερον δὲ ἂν εἴη καὶ τὰς δόξας ἀναζητῆσαι τὰς περὶ τῆς τοιαύτης δυνάμεως τῆς κατ’ ἐπιτηδειότητα, εἴτε ἐν ποιότησιν αὐτὴ φυσικῶς θεωρεῖται εἴτε ἐν οὐσίαις εἴτε ἐν ἄλλῳ ὁτῳοῦν ἑτέρῳ γένει τῶν ὄντων. ἆρα οὖν ἀπὸ τῆς ὕλης τὸ δυνάμει καὶ ἡ δύναμις αὐτή, ὡς τινες οἴονται, ἢ αὐτὴ ἡ ὕλη τὸ δυνάμει, ὡς ἄλλοις δοκεῖ; ἢ τοῦτο ἄτοπον· οὔτε γὰρ παρέχεταί τινα αἰτίαν ἡ ὕλη ἀφ’ ἑαυτῆς ἀσθενὴς οὖσα πάντῃ οὔτε οὐσίαν ἐνδίδωσιν ἐκπεπτωκυῖα τοῦ ὄντος οὔτε δυνάμεως ἀρχὴν παντελῶς οὖσα ἀδύναμος οὔτε ποιότητος ἀφορμὴν ἄποιος οὖσα καθ’ ἑαυτήν, ἀλλ’ οὔτε ἔχει τι γόνιμον ἐστερημένη πάντων καὶ ἐν ἐνδείᾳ οὖσα καὶ πενίᾳ καθ’ ἑαυτήν. ἀλλ’ οὐδὲ σχέσις ὕλης τὸ δυνάμει τῆς πάντῃ ἀσχέτου οὐδὲ πλεονασμὸς τοῦ πρώτου ὑποκειμένου τοῦ μηδεμίαν ἔχοντος διαφορότητα ἐν ἑαυτῷ οὐδὲ ἔκτασις ἢ συστολὴ ἢ μάνωσις ἢ πύκνωσις τῆς ἀπεστερημένης πάσης κινήσεως ὕλης οὔτε ἄλλο οὐδὲν τῶν περὶ τὴν ὕλην ἐπινοουμένων αἴτιον γίνεται τῆς τῶν δυνάμεων ὑποστάσεως· εἴδους γὰρ θεωρεῖται προυποκατασκευή τις ἡ δύναμις αὕτη, οὐκ ἀποίων τινῶν σχέσις. ἀλλὰ μὴν οὐδὲ τὸ εἶδος, καθ’ ὅσον ἐστὶν εἶδος καὶ ἕστηκεν ἐν τῇ οἰκείᾳ τελειότητι καθ’ ἑαυτό, οὐκ ἂν ταύτῃ γε τῇ οὐσίᾳ παράγοι τὴν δύναμιν·1 τέλειον γὰρ καὶ ὅλον ὑπάρχον ἐν ἑαυτῷ προέχει τῶν κατὰ ἀπομερισμὸν εἰδῶν ὑφισταμένων δυνάμεων. λείπεται τοίνυν ἀπὸ τῆς συνόδου τούτων, ὕλης τε καὶ εἴδους ἢ τῶν ἀνάλογον ἐχόντων πρὸς ὕλην καὶ εἶδος, ὑφίστασθαι τὴν τοιαύτην δύναμιν. ἐν οὖν τῇ ὕλῃ συνίσταται ἡ δύναμις ἀπὸ τοῦ εἴδους κατὰ τὴν ἀμηγέπῃ τῶν λόγων μετουσίαν, ὅταν προΐῃ τις ἀπ’ αὐτῶν πρόδρομος ἐπιτηδειότης, ὡς εἶναι μὲν τὴν μετουσίαν ὑποδοχὴν τῆς ἕξεως, ἡ δὲ ὑποδοχὴ τῆς ἕξεως προεισφέρει εἰς ἐνέργειαν.2 κἂν τὸ σῶμα δὲ κἂν ἡ ψυχὴ τὴν ἐπιτηδειότητα δέχοιτο ταύτην, ταῦτα πάντα σῴζει τὴν πρὸς τὴν ὕλην ἀναλογίαν, καθ’ ἣν πρὸς τὰ τελειότερα ἑαυτῶν ὡς πρὸς εἶδος συνταττόμενα κατ’ αὐτὴν τὴν πρώτην ἑαυτῶν ὑπόστασιν ἐπιτηδειότητα ἴσχει πρὸς τὴν τελειοτέραν μετουσίαν· τὰ γὰρ ἐν γενέσει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προκόπτοντα τὴν τῆς ὑποδοχῆς τῆς ἕξεως προκοπὴν δεξάμενα, εἶτα τῆς τελειοτέρας μεθέξεως εὐμοιρήσαντα, τοῦ μὲν μετεχομένου μένοντος, τοῦ δὲ μετέχοντος ὅλον ἅμα τὸ εἶδος μὴ δυναμένου καταδέξασθαι, ἄλλην πρὸ ἄλλης ἀεὶ μέθεξιν ἀτελεστέραν πρὸ τελειοτέρας ὑποδέχεται. κατὰ ἀναλογίαν δέ τινα καὶ ἐπὶ τῶν ζῴων ἀπὸ τῶν τοῦ σώματος δυνάμεων, αἵτινες νοεραί τέ εἰσιν καὶ καθαρῶς ἀσώματοι, τὴν ἐπιτηδειότητα ταύτην θεωρήσωμεν. σαφὲς οὖν ἐκ τούτων γέγονεν, ὡς καὶ περὶ ψυχὴν καὶ περὶ σῶμα καὶ περὶ τὸ κοινὸν ζῷον ἐνυπάρχουσιν καὶ ὅπως ἔν τε τῷ ποιῆσαι καὶ ἐν τῷ παθεῖν ἢ μὴ παθεῖν ἁπλῶς οὕτως θεωροῦνται κατὰ κοινήν τινα μετουσίαν. οὐ μὴν ἀλλὰ καὶ τὸ τῆς ἐπ’ ἄμφω ῥοπῆς αὐτῶν πρός τε δύναμιν καὶ ἀδυναμίαν ἀπὸ τοῦ αὐτοῦ ῥᾳδίως καταφαίνεται· διότι γὰρ συμμίγνυται τὰ ὡς ἐν ὕλης τάξει ὑποκείμενα πρὸς τοὺς ἀπὸ τῶν λόγων ἀπομερισμούς, διὰ τοῦτο ἡ ἀπὸ τοῦ λόγου κατιοῦσα μοῖρα ἀμφίβολος γίνεται, πρός τε δύναμιν καὶ ἀδυναμίαν ἐπ’ ἴσης ἐπικλίνουσα. καὶ τὰ ἄλλα δὲ πάντα τὰ εἰωθότα λέγεσθαι περὶ τῆς τούτων φυσικῆς τάξεως τῶν δυνάμεων πρόδηλα τοῖς δι’ ἠκριβωμένης αὐτὰ τῆς ἐπιστήμης μετιοῦσιν, ἐπειδὴ καὶ μεταβολὴ θεωρεῖται κατὰ τὰς φυσικὰς δυνάμεις· ἐν γὰρ τῷ προάγεσθαι καὶ ὁδεύειν ἐπὶ τὸ τέλειον αὗται θεωροῦνται· καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν ταῖς δυνάμεσιν ὑπάρχει ταύταις διὰ τὸ προβιβάζεσθαι ἀεὶ τὰς ἐπιτηδειότητας τῆς φύσεως. Ἐπιστάσεως δ’ ἂν εἴη ἄξιον, μήποτε ταῦτα μὲν περὶ τὰ σύνθετα καὶ μετεχόμενα τῶν δυνάμεων πρώτως ὑφέστηκεν,3 αὐταὶ δὲ αἱ δυνάμεις οὐδὲν τοιοῦτον πάσχουσιν· ἤδη γὰρ ἔχουσί τινα ἀπὸ τῶν εἰδῶν μετουσίαν.

然而,正是作为这样的一种东西并在这样的一类事物中,能力获得了它自身的设立。但是,更具科学性的是去探求关于这种依适宜性而论的能力的诸种见解,无论它在自然上是在性质中被考察,在实体中被考察,还是在诸存在的任何其他类中被考察。那么,潜能之物以及能力本身如某些人所认为的那样来自质料,还是如另一些人所认为的那样质料本身就是潜能之物呢?抑或这是荒谬的;因为质料依其自身全然软弱,不提供任何原因,且脱离了存在而不赋予实体,全然无能力而不提供能力的始基,就其自身而言无性质而不提供性质的契机,反而因剥夺了一切并依自身处于匮乏和贫困之中,毫无任何生发之能。然而,潜能之物既不是全然无关系的质料的关系,也不是在其自身中毫无差异的第一基底层面的增多,亦不是被剥夺了一切运动的质料的延展或收缩、稀疏或浓密,关于质料所构想出的任何其他事物也都不会成为诸能力得以确立的原因;因为这种能力被考察为形式的某种预先准备,而不是无性质之物的某种关系。不过,形式就其作为形式并依其自身立于固有的完满之中而言,至少依其这一实体也不可能产生能力;因为在其自身中完满且整体地存在着的东西,优先于那些依形式的分化而得以确立的能力。因此,剩下的便是,这样一种能力是从这两者的结合中确立起来的,即质料与形式,或者与质料和形式具有比例对应的事物。因此,当某种先驱的适宜性从诸原理中前行时,能力便依照对诸原理以某种方式的分有,从形式在质料中生成,以使得这一分有乃是对状态的接受,而对状态的接受则预先有助于现实。而且无论身体还是灵魂接受这种适宜性,所有这些都保持着对质料的比例关系,依此比例,它们朝向比自身更完满的事物如朝向形式一般被统摄,在它们自身最初的确立时便获得了朝向更完满分有的适宜性;因为在生成中从不完满走向完满的事物,在接受了对状态之接受的进阶、进而有幸获得更完满的分有之后,由于被分有者保持不变,而分有者不能同时全盘接受形式,便总是在更完满的分有之前接纳另一种更不完满的分有。而且依照某种比例关系,在动物身上,我们也当从依附于身体的能力来考察这种适宜性,而这些身体能力源自理智的、纯然无形体的[灵魂]能力。由此显而易见,诸能力无论关涉灵魂、身体还是共同的动物都内在于其中,并且它们依照某种共同的分有,在施行中、在遭受中或在单纯不遭受中,是如何被如此考察的。不仅如此,它们朝向能力与无能力两方面的倾斜,也容易从同一个根源中被阐明;因为那些如同在质料品级中的基底与来自原理的分派混合在一起,正因如此,从原理下降而来的份额变得模棱两可,同等地倾向于能力与无能力。而凡是通常关于这些能力的自然品级所言说的一切其他事情,对于通过精确的科学探究它们的人来说也是显而易见的,因为变化也是依照自然能力被考察的;因为它们正是在被推进并走向完满的过程中被考察的;而且由于自然的适宜性总是被拔高,“更多”与“更少”也存在于这些能力之中。但是,这或许值得审思:这些情况是否最先立足于复合物以及分有诸能力的事物,而能力本身却并不遭受任何此类事情;因为它们已经拥有了某种来自形式的分有。

语法注3 条
  1. 5.4ἀλλὰ μὴν οὐδὲ τὸ εἶδος, καθ’ ὅσον ἐστὶν εἶδος καὶ ἕστηκεν ἐν τῇ οἰκείᾳ τελειότητι καθ’ ἑαυτό, οὐκ ἂν ταύτῃ γε τῇ οὐσίᾳ παράγοι τὴν δύναμιν

    通过 οὐδὲ 与 οὐκ ἂν παράγοι 的双重否定构成的强调否定句。主语为 τὸ εἶδος,承接前文对单纯质料说的否定,以潜在语气(ἄν + 祈愿语气)说明单凭形式自身作为形式的实体亦不可能产生能力。ταύτῃ γε τῇ οὐσίᾳ 是限制或方式与格,意为“至少依其这一实体”。

  2. 5.4ὡς εἶναι μὲν τὴν μετουσίαν ὑποδοχὴν τῆς ἕξεως, ἡ δὲ ὑποδοχὴ τῆς ἕξεως προεισφέρει εἰς ἐνέργειαν

    该句由表示结果的 ὡς + 不定词结构(ὡς εἶναι μὲν...)开始,但在 μὲν...δέ 对比的后半句中发生了句式转换(破格语法/anacoluthon),转为主格主语加陈述语气动词(ἡ δὲ ὑποδοχὴ ... προεισφέρει)。逻辑上前者规定分有是对状态的接受,后者陈述该接受如何朝向现实态过渡。

  3. 5.4Ἐπιστάσεως δ’ ἂν εἴη ἄξιον, μήποτε ταῦτα μὲν περὶ τὰ σύνθετα καὶ μετεχόμενα τῶν δυνάμεων πρώτως ὑφέστηκεν

    由非人称表达 Ἐπιστάσεως ἂν εἴη ἄξιον(“值得审思”)所引导的从属从句,μήποτε 引出带有保留性的推测或警示(“是否或许……”)。它将复合物首要具备这些变化(ταῦτα μὲν ... πρώτως ὑφέστηκεν)与能力本身不受此类影响(αὐταὶ δὲ αἱ δυνάμεις οὐδὲν τοιοῦτον πάσχουσιν)并置对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:249.18-250.34