← 辛普里丘

亚里士多德《范畴篇》注释

§248.1-249.18

受动中的无能力与自然能力的中介本性

在解决了为何将遭受称为无能力而非能力以及缺失如何能被具有等难题后,辛普利丘从新柏拉图主义角度阐发了自然能力作为中介与光照、连接不完满者与完满者的更深层义理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4#5

Ἀλλὰ διὰ τί τὴν τοῦ παθεῖν τι οὐκέτι δύναμιν, ἀλλ’ ἀδυναμίαν ἔφη εἶναι; ἢ αὐτὸς ἐν τοῖς Μετὰ τὰ φυσικὰ τοῦτο διέλυσεν, διελὼν τὰ μὲν ἐν τῷ ποιεῖν, τὰ δὲ ἐν τῷ παθεῖν, καὶ τὸ μὲν ποιεῖν τὸ ἐν ἑτέρῳ ἢ 〈ᾗ〉 ἕτερον ποιεῖν ἀποδούς, τὸ δὲ πάσχειν τὸ ὑφ’ ἑτέρου πάσχειν ἢ 〈ᾗ〉ἕτερον. κοινότερον μέντοι δύναμις ἐπ’ ἀμφότερα ταῦτα διατείνει, ἰδίως δὲ τὴν ἀδυναμίαν ἀπολογίζεται εἶναι ἐν τῷ πάσχειν. ἀλλὰ πῶς τὴν ἀδυναμίαν ἐν τῷ πάσχειν ἔθετο; εἰ γάρ τις ἐπαλλάττων προσβιάζοιτο τὴν τοῦ πάσχειν δύναμιν ἀδυναμίαν εἶναι τοῦ ποιεῖν, ὥσπερ τὴν τοῦ ποιεῖν δύναμιν ἀδυναμίαν εἶναι τοῦ πάσχειν, ἕξει τι ἀμφισβητεῖν. ἢ κοινότερον μὲν ταῦτα ἑλίσσεται ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰ ἕτερα, κυρίως μέντοι ἡ μὲν δύναμις ἐπὶ τοῦ ποιῆσαί τι ἢ μὴ παθεῖν ἁρμόττει, ἡ δὲ ἀδυναμία ἐπὶ τοῦ παθεῖν. τῶν μὲν γὰρ βελτιόνων εἰσὶν αἱ δυνάμεις, ὧν καὶ ἡ φύσις ἐξ ἀρχῆς, τῶν δὲ χειρόνων αἱ ἀδυναμίαι. ἀλλὰ εἰ αἱ ἀδυναμίαι στερήσεις, αἱ δὲ στερήσεις οὐκ ἔχονται, πῶς οὖν ἔφη ἔχειν ἀδυναμίαν τοῦ πάσχειν; ἢ τὸ ἔχειν ἀδυναμίαν καταχρηστικώτερον εἴρηται ἀντὶ τοῦ ἐστερῆσθαι δυνάμεως. ἢ ἐπειδὴ σύνεισιν αἱ ἀδυναμίαι ταῖς δυνάμεσιν (ἡ γὰρ ὑγεία δύναμιν ἔχει τοῦ ποιῆσαι τὰ ὑγιεινὰ καὶ ἀδυναμίαν τοῦ παθεῖν τὰ νοσώδη), διὰ τοῦτο οὐδὲν ἄτοπον ἔχεσθαι καὶ τὰς ἀδυναμίας ὡς συνυπαρχούσας ταῖς δυνάμεσιν. ἀλλὰ πῶς τὸ μαλακὸν κατὰ ἀδυναμίαν ἀφωρίσατο τοῦ μὴ διαιρεῖσθαι,1 εἴπερ ἡ μὲν ἀδυναμία στέρησίς ἐστιν, τὸ δὲ μαλακὸν εἶδός τί ἐστιν, ὥσπερ καὶ τὸ σκληρόν; ἢ δυνατὸν τὸ αὐτὸ καὶ ὡς εἶδος θεωρεῖσθαι, ὅταν κατὰ τὸ εὐδιαίρετον λαμβάνηται, καὶ ὡς ἀδυναμίαν τοῦ μὴ διαιρεῖσθαι. Μετὰ δὲ τὰς ἐνστάσεις καὶ διαλύσεις καιρὸς ἂν εἴη καὶ ἐμοὶ τὰς νοερωτέρας τῶν ἐξηγητῶν ἐπιβολὰς περὶ τῆς φυσικῆς ταύτης δυνάμεως παραγράφειν, τίς τέ ἐστιν λέγοντι2 καὶ ἐν τίσι θεωρεῖται τῶν ὄντων. ἔστιν δὲ καθόλου τοῦτο τὸ γένος πᾶσιν ὑπάρχον τοῖς ὁπωσοῦν τελειουμένοις· οὐ γὰρ ὅλως ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον παραγίνεται τι, εἰ μὴ μέση δύναμις παρείη ἐπιδιδοῦσα μὲν τὸ ἐνδεὲς εἰς τελείωσιν, δεχομένη δὲ τὴν ἀποπλήρωσιν ἀπὸ τοῦ τελειοτάτου. συναγωγὸς οὖν ἐστι τῶν ἄκρων καὶ ὁδὸν παρέχει τὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ κρείττονα καὶ παρασκευὴν ἐντίθησι καὶ ἀφορμὴν εἰς τελείωσιν μοῖράν τέ τινα προείληφεν ἀπὸ τῆς ἐνεργείας καὶ οἷον ἔλλαμψίς τίς ἐστιν ἀπὸ τῆς τελείας οὐσίας καὶ ἕξεως καὶ προθέρμανσίς τις ὡς ἐλλυχνίου πρὸ τῆς τοῦ πυρὸς θερμότητος· καὶ εἴδους δὲ μετρία μετουσία ἀπομεριζομένη κατὰ μέτρα καὶ οὐχ ὅλη παροῦσα νοείσθω ἡ τοιαύτη δύναμις. τοιαύτη δὲ οὖσα ἐν ταῖς ψυχαῖς θεωρεῖται ταῖς μερικαῖς· ὅταν γὰρ ὁ τῆς ψυχῆς νοῦς ὑπὸ τοῦ χωριστοῦ τελειοῦται, δύναμίς ἐστιν ἡ προάγουσα τὸν νοῦν τῆς ψυχῆς ἐπὶ τὸ νοερὸν εἶδος καὶ τὴν κατ’ ἐνέργειαν νόησιν. διαφανὴς δὲ μάλιστά ἐστι κατὰ τὴν φύσιν· τὰ γὰρ ἔργα τῆς φύσεως ἐν κινήσει ἐστίν, ἥτις ἐκ τῆς δυνάμεως ταύτης εἰς ἐντελέχειαν ὁδεύει, καὶ ἐν μεταλήψει λόγων, ἥτις οὐκ ἐν ἄλλῳ παραγίνεται ἢ ἐν τῷ δυναμένῳ δέχεσθαι· οὐ γὰρ πᾶν εἶδος εἰς τὸ τυχὸν ἐγγίνεται, ἀλλὰ τὸ δυνάμενον παραγίνεσθαι εἰς τὸ ἐπιτηδείως ἔχον ὑποδέχεσθαι. καὶ ἐν τῇ ψυχῇ δέ, καθ’ ὅσον φύσεως ἐφάπτεται τοῦ ἐνεργείᾳ νοῦ ἀφισταμένη, κατὰ τοσοῦτον τὸ δυνάμει θεωρεῖται. ὀρθῶς ἄρα λέγεται ὡς ἡ δύναμις αὕτη διαφερόντως τὴν τῆς φύσεως οὐσίαν συμπληροῖ, καὶ διὰ τοῦτο εἰκότως ἐνταῦθα τὸ ὅλον τοῦτο φυσικὰς δυνάμεις τὰς δευτέρας ποιότητας ἀφορίζεται,3 ὡς τῆς τε δυνάμεως ταύτης ἐν τῇ 〈φύσει〉 κυρίως ἀφωρισμένης καὶ οὐδὲ ἄλλως νοουμένου τοῦ ἑτέρου ἢ ὅπερ ἐστὶ θάτερον. καὶ ἐν παντὶ δὲ τῷ κόσμῳ εἴ τις προάγοιτο γένεσις, οὐκ ἄλλως ἢ διὰ τῆς δυνάμεως εἰς οὐσίαν προάγεται καὶ ἀποτελεῖται ἢ τῇ ὕλῃ ἐν τῷ δέχεσθαι τὸ εἶδος διὰ δυνάμεως εἰς αὐτὸ παραγίνεται· αὐτὴ δὲ ἢ δι’ ἑαυτῆς ἱκανή ἐστιν προβιβάζεσθαι, ὡς ἐπὶ τῶν αὐτοκινήτων ψυχῶν, ἢ ῥᾳδίως εἰς τὸ τέλειον ὑπὸ τῆς ἐνεργείας προάγεται.

但是,他为何说遭受某事的[能力]不再是能力,而是无能力呢?抑或他自己在《形而上学》中已经解决了这一点,将能力区分为在于施行的与在于遭受的,把施行界定为“在另一物中施行,或[作为]另一物施行”,把遭受界定为“被另一物遭受,或[作为]另一物遭受”。不过,在更普遍的意义上,能力涵盖了这两者,但在固有意义上,他解释说无能力存在于遭受之中。但他何以把无能力置于遭受之中呢?因为如果有人调换位置而强词夺理地说,遭受的能力乃是施行的无能力,正如施行的能力乃是遭受的无能力一样,他也将持有争辩的理由。或者可以说,在更普遍的意义上,这些词固然可以从一方向另一方推移,但严格而言,能力适用于施行某事或不遭受,而无能力则适用于遭受。因为能力属于更优良的事物,自然从根本上也属于它们,而无能力则属于较劣的事物。但是,如果无能力是缺失,而缺失是不可“具有”的,那么他又何以说“具有”遭受的无能力呢?或者说,“具有无能力”是稍微借用地用来代替“被剥夺了能力”。或者说,既然无能力与能力共存(因为健康具有促成健康事物的能力,以及遭受病态事物的无能力),因此将无能力作为与能力共存之物来被“具有”,也并非荒谬。但是,如果无能力是一种缺失,而柔软如硬一般也是某种种,那么他又怎能依照不被分割的无能力来界定柔软呢?或者说,同一事物当依循易于被分割来理解时既可被考察为种,也可被考察为不被分割的无能力。 在诸项异议与解答之后,也正该由我来记录注解家们关于这种自然能力的更为理智的见解,阐明它是什么,以及它在诸存在物中的哪些之中被考察。这一类普遍属于以任何方式走向完满的所有事物;因为除非存在一种居间的能力,将缺乏之物提升至完满,并从最完满者那里接受充盈,否则绝无任何事物全然从不完满过渡到完满。因此它是两端的结合者,提供了从较劣者通向更优者的道路,注入了朝向完满的预备和起点,并预先从现实中分得了某种份额,如同来自完满实体与状态的一种光照,又如同在火的热度之前灯芯的某种预热;这样的一种能力当被理解为对形式的适度分有,依尺度被分配,而非全然现前。而作为这样的东西,它在个别灵魂中被考察;因为每当灵魂的理智由分离的[理智]所完满时,正是能力将灵魂的理智引向理智形式与现实中的理智思维。而在自然上它尤为显著;因为自然的事功存在于运动之中,运动正是从这种能力走向完全现实态,并且存在于对原理的分有之中,而这种分有只发生于能够接受它的事物之中;因为并非任何形式都能在随意的偶遇者中生成,而是能够生成者生成在具有接受适宜性的事物之中。在灵魂中亦然,就其离开现实的理智而触及自然而言,潜能之物就在多大程度上被考察。因此正如人们所言,这种能力格外充实了自然的实体,正因如此,在这里将第二种性质整体规定为自然能力是合乎情理的,因为这种能力主要是在自然之中被规定的,且除却一方正是另一方之外,另一方绝不会以其他方式被理解。而且在整个宇宙中,如果有任何生成被推进,除通过能力之外,它绝不会以其他方式被推进至实体并告完成,或者它就是通过能力而在质料接受形式时来到其中;而这种[能力]要么足以通过自身而提升,如在自发运动的灵魂上,要么通过现实而被轻易引向完满。

语法注3 条
  1. 5.4τοῦ μὴ διαιρεῖσθαι

    修饰名词 ἀδυναμίαν 并指明其内容的属格冠词不定词。否定词 μή 重叠强化了该名词的否定/缺失含义,意为“不能不被分割(即无法抗拒分割)的无能力”。

  2. 5.4λέγοντι

    与代词与格 ἐμοί(在 καιρὸς ἂν εἴη καὶ ἐμοί... 中)相一致的与格分词,以后接的间接疑问从句 τίς τέ ἐστιν... καὶ ἐν τίσι θεωρεῖται 为宾语。

  3. 5.4τὸ ὅλον τοῦτο φυσικὰς δυνάμεις τὰς δευτέρας ποιότητας ἀφορίζεται

    主语既可理解为 τὸ ὅλον τοῦτο(“这整个[种]”),亦可由语境补出亚里士多德,中间态动词 ἀφορίζεται 带双宾格结构(τὰς δευτέρας ποιότητας 为宾语,φυσικὰς δυνάμεις 为补足语),构成“将第二种性质界定为自然能力”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:248.1-249.18