← 辛普里丘

亚里士多德《范畴篇》注释

§246.21-247.35

作为性质第二种的自然能力与无能力

辛普里丘探讨了性质的第二种(自然能力与无能力),驳斥了欧多洛将其归结为第一种的观点,论证了能动的能力与受动的无能力为何属于同一种,并探讨了它们与‘处于状态中’的区别以及制作能力的归属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4#4

Ὁ δὲ Εὔδωρος αἰτιᾶται ὡς τῷ προτέρῳ ταὐτὸν ὂν τοῦτο τὸ εἶδος τῆς ποιότητος· ‘αἱ γὰρ φυσικαὶ δυνάμεις, εἰ μὲν εὐμετακίνητοι τύχωσιν, διαθέσεις ἔσονται, εἰ δὲ μόνιμοι, ἕξεις’. τοῦτο δὲ οὐκ ὀρθῶς εἴρηται, τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς προτέροις ἀρετὰς καὶ ἐπιστήμας λαβόντος, ἅπερ εἰ καὶ φύσει τι ἔχει, ἀλλὰ δεῖται καὶ τῆς ἀπ’ ἄλλων διδασκαλίας καὶ μαθήσεως· ἐν δὲ τοῖς δευτέροις ἔταξεν1 τὰ μηδὲν διδασκαλίας δεόμενα, ἀλλὰ φύσεως μόνης ἠρτημένα. διώρισται οὖν ἄμφω, τὸ μὲν τῇ κατ’ ἐνέργειαν τελειότητι, τὸ δὲ τῇ εἰς ἐπιτηδειότητα παρασκευῇ. Ἄξιον δὲ ἐπιστάσεως εἶναι καὶ τοῦτό φασιν, μήποτε πολλὰ διαφέροντα συλλαβὼν ὑπήγαγεν ὑφ’ ἓν εἶδος τοῦτο τῆς ποιότητος. ἐπεὶ γάρ εἰσιν αἱ μὲν ἐν τῷ ποιῆσαι δυνάμεις, αἱ δὲ ἐν τῷ μὴ ῥᾳδίως παθεῖν, αὗται μὲν εἰκότως μένουσιν ἐν τῷ δυνάμεις εἶναι, αἱ δὲ κατὰ τὸ πάσχειν θεωρούμεναι κατὰ ἀδυναμίαν μᾶλλον θεωροῦνται. πῶς οὖν ταῦτα τοσοῦτον ἀλλήλων διαφέροντα εἰς ἓν τάξομεν καὶ τὰς ἀδυναμίας ὁμοῦ ταῖς δυνάμεσι συναριθμήσομεν; πῶς δὲ ὁ Ἀριστοτέλης κατὰ δύναμιν ἢ ἀδυναμίαν τοὺς οὕτως ποιοὺς ἐπονομάζει; τῶν γὰρ ἐναντίων δεκτικὸς εἴη ἄν τις κατὰ τὸ αὐτό· ἐναντίον γὰρ ἡ δύναμις τῇ ἀδυναμίᾳ. ἢ οὐ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ γίνεται ἡ ἐναντίωσις, ἀλλὰ πρὸς ἕτερον καὶ ἕτερον· οὐ γὰρ οὗ ἐστιν δύναμις, τούτου καὶ ἀδυναμία, ἀλλὰ τοῦ μὲν ποιῆσαι δύναμις, τοῦ δὲ 63ᵥ Δ παθεῖν ἀδυναμία.2 καὶ τοῦτο ἀναγκαῖον· ὅτῳ γὰρ δύναμις ὑπάρχει τινός, τούτῳ καὶ ἀδυναμία παρακολουθεῖ τοῦ ἐναντίου, καὶ οὐ διώρισται ταῦτα χωρίς, ἀλλὰ συμφέρεται εἰς ταὐτὸν τοῖς λόγοις μόνοις διακρινόμενα καὶ ταῖς ἐπὶ τὰ διαφέροντα τῆς ἐπινοίας ἀναφοραῖς· ὁ γὰρ πυκτικὸς δύναμιν ἂν ἔχοι τοῦ πλήττειν καὶ αὐτὸς δύσπληκτος ὢν δύναται μὴ πλήττεσθαι καὶ ἀδυναμίαν ἔχει πρὸς τοῦτο. ἔτι δὲ οἶμαι ῥητέον ὅτι καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπὸ μίαν καὶ τὴν αὐτὴν τάττεται κατηγορίαν καὶ αἱ δυνάμεις καὶ ἀδυναμίαι οὐ κωλύονται αἱ τοιαῦται, αἵ τε πρὸς τὸ ποιῆσαι καὶ μὴ πρὸς τὸ παθεῖν, εἴπερ καὶ ἕξεις καὶ στερήσεις ἐν ταῖς αὐταῖς εἰσι κατηγορίαις. καὶ ἔστιν ἡ μὲν δύναμις τοῦ ποιῆσαι καὶ μὴ παθεῖν ἐν τῷ ὑγιαίνοντι, ἡ δὲ ἀδυναμία τοῦ μὴ ποιῆσαι ἀλλὰ παθεῖν ἐν τῷ νοσοῦντι. Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης εἶπεν ὅτι δρομικοὶ λέγονται οὐ τῷ διακεῖσθαί πως, ἀλλὰ τῷ δύναμιν ἔχειν τοῦ ποιῆσαί τι ῥᾳδίως; τὸ γὰρ μηδὲ ὅλως αὐτὰς διακεῖσθαι ἄτοπον ὑπονοεῖν· ἔχουσιν γὰρ τοῦ πῶς ἔχοντος διάθεσιν. ἢ κατὰ μὲν τὴν τοῦ εἴδους διάθεσιν τοῦ τελείου οὐ διάκεινται οὔτε ὡς εὐκίνητον οὔτε ὡς μόνιμον ἔχοντες τὴν διάθεσιν, κατὰ δὲ τὴν ἐπιτηδειότητα διάκεινται· πρὸς ἐκεῖνο οὖν τὸ σημαινόμενον λέγονται μὴ διακεῖσθαι. ἢ μᾶλλον ῥητέον ὅτι οὐ κατὰ τὸ διακεῖσθαι ὅλως τὸ τοιοῦτον εἶδος χαρακτηρίζεται, κἂν διακείμενον πάντως τυγχάνῃ, ἀλλὰ κατὰ τὸ ῥᾴδιον ἔχειν τὴν ἐπιτηδειότητα τοῦ ποιῆσαί τι ἢ μὴ παθεῖν. Ἀλλ’ εἰ ὁ πυκτικὸς ποιός, πῶς οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ ποιητικὸς ἔσται ποιός, ἀλλὰ δοκεῖ πρός τι εἶναι τὸ ποιητικόν; ἢ εἰ μὲν κατὰ δύναμιν λέγοιτο τὸ ποιητικόν, ποιότης ἂν εἴη κατὰ τὸ δεύτερον εἶδος τῆς ποιότητος τὸ ἐν τῷ δυνάμει θεωρούμενον, ὥσπερ καὶ τὸ πυκτικόν. εἰ δὲ κατ’ ἐνέργειαν, καθ’ ὅσον μὲν διατίθησιν τὴν ψυχήν, ποιότης ἂν εἴη καὶ ἐν τῷ πρώτῳ τῆς ποιότητος εἴδει ταχθήσεται, καθὸ δὲ ποιεῖ, οὐχ ὑπὸ τὰ πρός τι, ἀλλὰ μᾶλλον ὑπὸ τὸ ποιεῖν ἀναχθήσεται. ἐπὶ δὲ τῶν ἀψύχων οὐκ αὐτῶν αἱ νεύσεις, ἀλλὰ τῶν ἔξωθεν προσιόντων τὸ συντυχὸν ἀπετέλεσαν,3 οὗπερ † εἴδους ἦσαν ἐκεῖνα ποιητικά. τὸ δὲ ῥᾴδιον οὐ τὸ κοινῶς ἐπιτήδειόν ἐστιν, ὡς εἴρηται πρότερον· οὐδέπω γὰρ ἔχει τοῦτο ῥᾳστώνην εἰς ἀπεργασίαν, ἀλλὰ τὸ προκοπὴν ἔχον τινὰ εἰς τὸ πρόσω· αὕτη δέ ἐστιν ἡ πρὸ τοῦ εἴδους καταδεκτικὴ τοῦ τελείου λόγου καὶ οἷον μέρος μέν τι αὐτοῦ παρασπασαμένη, τὸ δὲ ὅλον οὔπω ἔχουσα.

然而欧多洛指责这一性质的种与前一种相同:“因为自然能力如果恰好易变,就会是性向,如果是持久的,就会是状态。”但这种说法并不正确,因为亚里士多德在前一种中选取了德性与科学——这些即便在自然上有所具备,但也需要来自他人的教导与学习——而在第二种中,他安排了那些绝不需要教导、而仅仅系于自然的事物。因此二者已被区分开来:前者在于现实中的完满性,后者在于朝向适宜性的预备。人们说这也值得注意:他是否把许多彼此不同的事物合并在一起,归在了性质的这同一个种之下。因为既然有些能力在于施行,有些在于不易遭受,那么这些虽然理所当然地保留为能力,但依循遭受被考察的能力却毋宁是依循无能力被考察的。既然这些事物彼此差异如此之大,我们又怎能将它们归入同一类,并将无能力与能力一同列入呢?亚里士多德又怎能依循能力或无能力来命名如此具有性质者呢?因为同一个人将在同一方面接受相反者;因为能力与无能力是相反的。或者说,对立并非同一事物针对同一事物而产生,而是针对不同事物产生的:并非对于何物有能力,对于此物便也有无能力,而是对于施行有能力,对于遭受则有无能力。而且这是必然的;因为无论对于何者存在某事的能力,相反之事的无能力也伴随于它,它们并未被各自隔开,而是汇归于同一事物,仅仅依循定义以及思想朝向不同事物的指向而被区分开来;因为天生善拳击者具有击打的能力,而他自己难以被击打,因而能够不被击打,并对此具有无能力。此外我认为应当指出,施行与遭受被归入同一种范畴之下,而朝向施行以及朝向不遭受的这类能力与无能力也并不妨碍[置于同一范畴],只要状态与缺失也在相同的范畴之中。施行与不遭受的能力存在于健康者之中,而不施行反遭受的无能力则存在于患病者之中。 但是,亚里士多德何以说跑步健将之所以被如此称呼,并非因处于某种状态,而是因具有容易施行某事的能力呢?因为猜想它们根本不处于状态中是荒谬的;因为它们具有属于处于某种状态者的性向。或者说,依循完满之种的性向,它们既不作为易变者也不作为持久者具有性向而处于状态中,但依循适宜性它们却处于状态中;因此是相对于前一种含义才被说成不处于状态中。或者毋宁应当说,这类种根本不是依循处于状态中来表征特征的,即便它在任何方面都碰巧处于某种状态,而是依循容易地具有施行某事或不遭受的适宜性来表征特征的。 但是,如果天生善拳击者是具有性质的,依此道理,怎能说能作为者不也是具有性质的呢,而能作为者似乎属于关系概念?或者说,如果能作为者依循能力被言说,它将是依循在潜能中被考察的性质的第二种而成为性质,正如天生善拳击者一样。但如果依循现实,就其使灵魂处于某种状态而言,它将是性质并被安排在性质的第一种之中;但就其有所施行而言,它将不会被归入关系概念,而是毋宁被归入施行。而在无生命物上,并非由于它们自身的冲动,而是由于外部临近之物的契合才完成了它们能作为之种的[结果]。而“容易”并非如前所述的普遍适宜;因为这尚未具有实现成品的轻松,相反,〔“容易”〕乃是具有某种向前迈进的进境者;这乃是在种之前能接纳完全之定义者,仿佛夺取了其中的一部分,但尚未具有全体。

语法注3 条
  1. 5.4τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς προτέροις ἀρετὰς καὶ ἐπιστήμας λαβόντος ... ἐν δὲ τοῖς δευτέροις ἔταξεν

    τοῦ Ἀριστοτέλους ... λαβόντος 是表原因的属格绝对结构,与后文的 ἐν δὲ τοῖς δευτέροις ἔταξεν 呼应构成 μέν...δέ 的对比。句式由前半句的分词结构破格转变(anacoluthon)为后半句的限定动词 ἔταξεν。

  2. 5.4τοῦ δὲ 63ᵥ Δ παθεῖν ἀδυναμία

    写本校订所注的叶码(63v Δ)夹杂在正文中,但从句法骨架来看,此句是定冠词属格不定词的对比:τοῦ μὲν ποιῆσαι δύναμις, τοῦ δὲ παθεῖν ἀδυναμία(“一则是施行的能力,另一则是遭受的无能力”)。

  3. 5.4ἐπὶ δὲ τῶν ἀψύχων οὐκ αὐτῶν αἱ νεύσεις, ἀλλὰ τῶν ἔξωθεν προσιόντων τὸ συντυχὸν ἀπετέλεσαν

    否定词 οὐκ 否定了短语 αὐτῶν αἱ νεύσεις,并与 ἀλλά 之后的主语(中性单数分词 τὸ συντυχόν)相对照,而主动词 ἀπετέλεσαν 却使用了复数,呈现出主谓不一致或主语混淆的结构。文意上理解为“外部临近之物的契合促成了[结果]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:246.21-247.35