← 辛普里丘

亚里士多德《范畴篇》注释

§245.4-246.21

自然能力与后天状态之差及对普罗提诺的反驳

辛普利丘回应了普罗提诺关于自然能力与后天状态之差仅属外在的反驳,论证了二者的种差以及不完满与完满的区别,并进一步阐明自然能力乃是具有自身限定的特有性质,而非质料的单纯潜能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4#3

’ ἢ καθὸ μὲν ποιοί, οὐδὲν διοίσουσιν ἀλλήλων· ἐπ’ ἴσης γὰρ αὐτοῖς πάρεστιν τὸ γένος· καθ’ ὅσον μέντοι εἴδη ποιοτήτων διαφερουσῶν κατενείμαντο, κατὰ τοῦτο διοίσει ταῦτα ἀλλήλων· καὶ γὰρ ἐπὶ τῶν ἄλλων πάντων κατ’ εἶδος ἑτερότης τῶν εἰδῶν ταῖς εἰδικαῖς διαφοραῖς, ἀλλ’ οὐ ταῖς γενικαῖς κοινότησι περιλαμβάνεται. ‘ἀλλ’ οὐδὲ διαφοραί, φησί, ποιότητος αὗται, εἰ ὁ μὲν μελετήσας ἔχει, ὁ δὲ φύσει· ἀλλ’ ἔξωθεν ἡ διαφορά, κατ’ αὐτὸ δὲ τὸ εἶδος τῆς πυκτικῆς πῶς;’ πρὸς ὃ ῥητέον ὅτι ἡ ἀπὸ τῆς μελέτης προκοπὴ προάγουσα τὴν φυσικὴν δύναμιν ἐπὶ τὸ ἐγγυτέρω τοῦ εἴδους προχωρεῖν ἀθρόως ἐπὶ τῷ τέλει παροῦσαν ἔχει τὴν ἕξιν ἄλλην οὖσαν παρὰ τὴν φυσικὴν κατασκευήν, εἴπερ ἡ μὲν τελεία, ἡ δὲ ἀτελής, ὥσπερ ὁ χαλκὸς ὁ ἐπιτήδειος πρὸς ἀνδριάντα κεχώρισται τοῦ ἀνδριάντος· οὕτως γὰρ καὶ ὁ πυκτικὸς τοῦ πύκτου διαφέρει. ἀλλ’ ἐπὶ μὲν τῶν ποιῶν τῶν ἀπὸ τῆς τέχνης καὶ τῆς φυσικῆς δυνάμεως διώρισται τὰ ὀνόματα καὶ ὁ μὲν πύκτης καλεῖται, ὁ δὲ πυκτικός, ἐπὶ δὲ τῆς τέχνης αὐτῆς καὶ τῆς φυσικῆς δυνάμεως συμπέπτωκεν τὰ ὀνόματα· πυκτικαὶ γὰρ ἄμφω καλοῦνται, διότι πολλὰ πράγματα οὐκ ὠνόμασται, κἂν ἄλλο καὶ ἄλλο τὸ εἶδος ᾖ, τὸ μὲν ἀτελές, τὸ δὲ ἐκ μελέτης καὶ τέχνης παραγινόμενον, ὅθεν ὁ Ἀριστοτέλης 〈οὐκ〉 ἠξίου διακεῖσθαι λέγειν τοὺς κατὰ δύναμιν·1 οὐ γὰρ τῷ διακεῖσθαί πως, φησίν, λέγεται τὸ κατὰ δύναμιν, οὐχ ὅτι μὴ διάκεινταί πως κατὰ τὸ κοινότερον τῆς διαθέσεως σημαινόμενον, ἀλλ’ ὅτι μὴ οὕτως διάκεινται ὡς οἱ ἐξ ἀσκήσεως τέλειοι. ἔσται οὖν ὁμώνυμον τὸ διακεῖσθαι ἀπὸ τῶν φυσικῶν δυνάμεων, οὐκ ἀφ’ ὧν ἔχουσιν, ἀλλ’ ἀφ’ ὧν ἕξουσιν παρονομαζόμενον. εἰ δὲ τοῦτο οὕτως ἔχει, θεωρεῖταί τις κατ’ αὐτὸν τὸν λόγον τῆς ποιότητος τούτων διαφορά, καὶ οὐκ ἔξωθεν ἡ προσθήκη νοεῖται τῶν ἐν δυνάμει πρὸς τὰς ἕξεις, ἀλλ’ ᾗ τὸ ἀτελὲς καὶ τέλειον καὶ ἀμέριστον καὶ μεριστὸν καὶ αὖ ὁδεῦον εἰς τὰς μεθέξεις τῶν εἰδῶν καὶ ἀνάπαλιν ἐν ταῖς μεθέξεσι τῶν εἰδῶν θεωρούμενον, ταύτῃ διέστηκεν ταῦτα ἀπ’ ἀλλήλων. ταῦτα μὲν οὖν πρὸς ταύτην εἴρηται τὴν ἀπορίαν. Ἄξιον δὲ ἔτι μοι δοκεῖ ζητήσεως, πῶς τὸ ἀτελὲς καὶ τέλειον εἴδει διεστήκασιν ἀλλήλων. εἰ γὰρ τοῦτο, ἐπειδὴ ἀτελὲς οὐ μόνον κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα, ἀλλὰ καὶ τὴν ἐκ ταύτης μεταβολὴν καὶ τὴν εἰς τὸ εἶδος προκοπὴν τὸ ἀτελές ἐστιν, ἐν κινήσει τῇ ἐπὶ τὸ εἶδος θεωρούμενον, ἔσται καὶ ἐκεῖ εἰδητικὴ διαφορά. ὅλως δὲ πῶς τὸ ἀτελὲς ἐν ἄλλῳ εἴδει τιθέναι δυνατόν; πρῶτον μὲν τοῦ εἴδους πανταχοῦ κατὰ τὸ τέλειον θεωρουμένου· τὰ γὰρ εἴδη τοῦ ζῴου διαιρούμενοι ἄνθρωπον λέγομεν καὶ ἵππον· εἶτα διπλασιασθήσεται τὰ εἴδη οὕτως καὶ καθ’ ἕκαστον εἶδος τὸ μὲν τέλειον ἔσται, τὸ δὲ ἀτελές. μήποτε οὖν οὐχ ὡς ἀτελοῦς πρὸς τέλειον δεῖ τὴν τοιαύτην διαφορὰν λαμβάνειν2 * τὰ ἐν τῷ αὐτῷ εἴδει περιεχόμενα οὐδὲ τὴν ἐπιτηδειότητα καὶ τὸ δυνάμει ὡς ἀφ’ ὧν ἕξουσι χαρακτηρίζοντα ἐν ἄλλῳ εἴδει τιθέναι, ἀλλ’ ὡς αὐτοῦ τοῦ δυνάμει καὶ τοῦ τοιούτου ἀτελοῦς κατὰ οἰκείαν τινὰ τὴν τοιαύτην τελειότητα ἐν εἴδει ἀφωρισμένῳ ἑστῶτος.3 ὅρῳ γάρ τινι καὶ ἡ ἐπιτηδειότης περιέχεται καὶ οὐχὶ κατὰ τὴν ὁδὸν τὴν ἐπὶ τὸ εἶδος θεωρεῖται· ἀόριστος γὰρ ἐκείνη καὶ ἄπειρος καὶ οὐ δυναμένη κατὰ εἶδος ἀφορίζεσθαι. ἡ μέντοι ἐν τῷ χαλκῷ πρὸς τὸν ἀνδριάντα ἐπιτηδειότης ὅρος τίς ἐστιν καὶ εἶδος τῷ τοῦ χαλκοῦ εἴδει συνυπάρχον· διὸ καὶ ποιότης ἐστὶν καὶ ποιοὶ κατ’ αὐτὴν οἱ ἔχοντες λέγονται, κἂν μὴ εἰς τὸ ἐνεργείᾳ τελειωθῶσιν. ἄλλοι δὲ τὴν φυσικὴν ταύτην δύναμιν ὡς τὸ δυνάμει τῆς ὕλης ἐκδεχόμενοι ἀποροῦσιν, πῶς ποιότης ἐστὶν ἡ δύναμις τῆς ἀποίου ὕλης. καίτοι ἄλλη μὲν ἡ φυσικὴ δύναμις, ἄλλο δὲ τὸ τῆς ὕλης δυνάμει· ἡ μὲν γὰρ προέμφασις τοῦ εἴδους ἐστίν, ἡ δὲ στέρησις καὶ οὔπω ἐπιτηδειότης, ἀλλὰ καὶ ταύτης ἔτι λειπομένη. ἀναμνησθῶμεν δὲ καὶ ὅτι φυσικὴν ταύτην δύναμιν εἶπεν ὁ Ἀριστοτέλης τὴν ἤδη προηγμένην εἰς τὸ ῥᾳδίως τι ποιῆσαι ἢ παθεῖν.

或者说,就它们是具有性质者而言,彼此之间绝无差别;因为属同等地存在于它们之中;然而,就它们分得了不同性质的诸种而言,依此它们便彼此有所区别;因为在一切其他事物中,种依据种的相异性也是由种差而非由属的共通性所包括的。“然而,”他[普罗提诺]说,“如果一者是通过练习而具有,另一者是由于自然而具有,这些甚至都不是性质的差异;差异是外在的,而在拳击术的种本身上,又怎会有差异呢?”对此应当指出:出自练习的进境推进了自然能力,使其进向更接近种的境地,并在终点处一举具有所临在的状态,这一状态不同于自然的构造——只要一者是完满的,另一者是不完满的,正如适宜于雕像的青铜与雕像相区分一样;因为天生善拳击者与拳击家也是这样区分开的。但在源于技艺和源于自然能力的具有性质者上,名称已被区分开来,一者被称为拳击家,另一者被称为天生善拳击者;然而在技艺本身与自然能力上,名称却重合了;因为两者都被称为拳击术,这是由于许多事物并未被专门命名,即便种各不相同,一者是不完满的,另一者是出自练习与技艺而产生的;因此亚里士多德〈不〉认为可以说依循能力者处于状态中;因为他说,依循能力者并非因处于某种状态而被言说,这并不是因为他们未曾依照‘性向’更共通的含义处于某种状态,而是因为他们并不像那些经由训练而完满者那样处于状态中。因此,源于自然能力的‘处于状态中’将是同名异义的,不是根据他们所具有的、而是根据他们将要具有的东西派生命名的。如果情况确实如此,那么依循性质本身的定义即可考察出这些事物间的某种差异,潜能者相对于状态的附加也不被理解为外在的,而是正如不完满者与完满者、不可分者与可分者、以及进向分有诸种者与相反在诸种的分有中被考察者那样,依此方式它们彼此区分开来。关于这个难问,就谈到这里。 但在我看来,仍值得探讨的是:不完满者与完满者究竟如何在种上彼此区分。因为如果是这样,既然不完满者不仅依循自然适宜性,而且依循由此而来的变化以及向着种的进境也是不完满的,是在朝向种的运动中被考察的,那么在那里也将存在种差。而且总的来说,怎能把不完满者置于另一个种之中呢?首先,因为种在任何地方都是依循完满者被考察的;因为我们在划分动物的种时,说的是人与马;其次,这样一来诸种将被加倍,而在每一个种中都会有一者是完满的,另一者是不完满的。难道不应当这样认为吗:我们不应当把这种差异理解为不完满者相对于完满者的差异,[……包含在同一种中的事物],也不应把适宜性与潜能视为根据它们将要具有的东西来表征特征而置于另一个种之中,而是应当将潜能本身以及这种不完满者理解为依循某种特有的这类完满性而确立在被限定的种之中的?因为适宜性也被某种限定所包含,而非在朝向种的途径中被考察;因为那条途径是不定的、无限的,不可能依循种被限定。然而,青铜中对于雕像的适宜性乃是某种限定,是与青铜的种共存的种;因此它也是性质,而具有它的人即便未在现实中被完全实现,依循它也被称为具有某种性质者。另有些人则把这种自然能力理解为质料的潜能,并提出疑问:无性质之质料的能力如何会是性质?然而,自然能力是一回事,质料的潜能是另一回事;因为前者是种的预先显现,而后者是缺失且尚非适宜性,甚至还不足以达到适宜性。我们还当记起,亚里士多德所说的这种自然能力,乃是已经进展到容易地施加或承受某种作用的状态。

语法注3 条
  1. 5.4ὅθεν ὁ Ἀριστοτέλης 〈οὐκ〉 ἠξίου διακεῖσθαι λέγειν τοὺς κατὰ δύναμιν

    校订者插入的否定词〈οὐκ〉与紧随其后的亚里士多德原文引文(“依循能力者并非因处于某种状态而被言说”)相呼应,否定了主动词 ἠξίου(认为正当、认可),统摄以 τοὺς κατὰ δύναμιν 为宾格主语、διακεῖσθαι 为不定词的宾格不定词结构。

  2. 5.4μήποτε οὖν οὐχ ὡς ἀτελοῦς πρὸς τέλειον δεῖ τὴν τοιαύτην διαφορὰν λαμβάνειν

    μήποτε 连同无人称动词 δεῖ 构成表达审慎主张或假定性提议的惯用句式(“难道不应当……吗”)。尽管文本中存在脱漏标记(*),但由 οὐχ ὡς...(不应作为……)与后文的 ἀλλ’ ὡς...(而是应当作为……)构成的对比结构清晰地构成了主句的核心骨架。

  3. 5.4ἀλλ’ ὡς αὐτοῦ τοῦ δυνάμει καὶ τοῦ τοιούτου ἀτελοῦς κατὰ οἰκείαν τινὰ τὴν τοιαύτην τελειότητα ἐν εἴδει ἀφωρισμένῳ ἑστῶτος

    这是由连词 ὡς 引导的独立属格结构,其中 αὐτοῦ τοῦ δυνάμει καὶ τοῦ τοιούτου ἀτελοῦς 为逻辑主语,完成时分词 ἑστῶτος 为述语。它与前文的否定分句 οὐχ ὡς... 相对照,表达了作者关于应从何种角度将潜能与不完满者确立于确定之种中的解决方案。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:245.4-246.21