- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:243.20-245.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了将第二种形式称为“属”的用词以及品质诸种的排列次序,并解答了普罗提诺关于自然能力是否构成独立形式的质疑。
Μετὰ δὲ τὴν τῆς λέξεως σαφήνειαν ἐπὶ τὰς ἐνστάσεις καὶ τῶν ἐνστάσεων τὰς λύσεις μετίωμεν. καὶ τὸ μὲν εἶδος εἰπόντα τὸ πρότερον τὸ δεύτερον γένος καλέσαι1 καὶ ἐπιστάσεως ἤδη καὶ διαλύσεως ἔτυχεν, ὡς οὐδὲν ἄτοπον τὰ μέσα καὶ μήτε εἰδικώτατα μήτε γενικώτατα καὶ γένη καὶ εἴδη καλεῖν. τὰ γὰρ νῦν ἀπαριθμούμενα εἴδη μὲν ὄντα τῆς πρώτης ποιότητος, γένη δὲ τῶν ὑφ’ ἑαυτὰ εἰδῶν τῶν ὑπαλλήλων λεγομένων ἐστίν, καὶ διὰ τοῦτο καὶ γένη καὶ εἴδη λέγεται εἰκότως. Περὶ δὲ τῆς τάξεως ἐγκαλοῦσιν τῶν εἰδῶν τῆς ποιότητος· ἔδει γάρ, φασίν, πρῶτον μνημονεῦσαι τῶν φυσικῶν δυνάμεων, καθ’ ἃ πυκτικοὶ ἢ δρομικοὶ γίνονται τινες, εἶθ’ οὕτως τὰς ἐκ μελέτης καὶ διδασκαλίας ἐπιγινομένας ταῖς φυσικαῖς δυνάμεσιν ἕξεις καὶ διαθέσεις ἀναδιδάξαι. ἀλλ’ οἱ ταῦτα ἐγκαλοῦντες ἐννοείτωσαν τὴν τοῦ Ἀριστοτέλους πρὸς ἑαυτὸν συμφωνίαν. αὐτὸς γὰρ ἐν τοῖς Φυσικοῖς τὸ τέλειον πρότερον τῇ φύσει τοῦ ἀτελοῦς εἶναί φησιν· γεννᾶται γὰρ ἐκ τοῦ τελείου τὸ ἀτελὲς καὶ ἐκ τοῦ ἐνεργείᾳ τὸ δυνάμει· ἄνθρωπος γὰρ σπέρμα γεννᾷ, ὥσπερ ὁ πατήρ, καὶ ἐκ σπέρματος πάλιν ἄνθρωπον, ὥσπερ ἡ μήτηρ. τὸ γὰρ δυνάμει πᾶν ὑπὸ τοῦ ἐνεργείᾳ ἄγεται εἰς τὸ ἐνεργείᾳ, καὶ διὰ τοῦτο προϋπάρχειν δεῖ τὸ τέλειον ἐν αἰτίας λόγῳ προεστηκός. εἰκότως οὖν τὸν περὶ τῶν τελείων λόγον προλαβὼν ἐπήγαγεν τὸν περὶ τῶν δυνάμεων. κἂν γὰρ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ προϋπάρχει τὸ δυνάμει τοῦ ἐνεργείᾳ καὶ τὸ ἀτελὲς τοῦ τελείου, ἀλλὰ τῇ φύσει τὸ ἀνάπαλιν· πᾶν γὰρ ἀτελὲς ὑπὸ τελείου τελειοῦται καὶ πᾶν δυνάμει ὑπὸ τοῦ ἐνεργείᾳ προϋπάρχοντος ἄγεται εἰς τὸ ἐνεργείᾳ. οὐ δεῖ οὖν ὡς πρὸς γένεσιν τὸ πρότερον, ἀλλ’ ὡς πρὸς οὐσίαν λαμβάνειν. πάντων δὲ μάλιστα ἐπὶ τῶν ποιοτήτων τὸ κατ’ ἐνέργειαν προϋφέστηκεν, ἐφ’ ὧν ὁ χαρακτὴρ ὅρον τινὰ κατ’ ἐνέργειαν περιείληφεν. καὶ ἄλλως δὲ οἰκεία ἡ παροῦσα τάξις τῶν εἰδῶν τῆς ποιότητος, εἴπερ αἱ μὲν φυσικαὶ δυνάμεις κατ’ ἐπιτηδειότητα θεωροῦνται, αἱ δὲ ἐπιτηδειότητες μέσαι εἰσὶν τῶν τε κατ’ ἐνέργειαν ἐντελεχειῶν καὶ τῶν παθητικῶν τῶν ἐφεξῆς παραδιδομένων· δεῖ γὰρ εἶναι2 τὸ ποιοῦν πρότερον ἐνεργείᾳ ὄν, εἶτα τὸ πεφυκὸς πάσχειν, καὶ οὕτως ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος εἰς τὸ πεφυκὸς πάσχειν ἐγγίνεσθαι τὸ πάθος. Πλωτῖνος δὲ ἀπορεῖ, ‘πῶς ἕτερον εἶδος αἱ φυσικαὶ δυνάμεις· εἰ γὰρ κατὰ τὰς δυνάμεις αἱ ποιότητες, οὐκ ἐφαρμόττει πάσαις τὸ τῆς δυνάμεως’, ὅπερ ἐν ἑνὶ εἴδει περιέχεται τῆς ποιότητος. πρὸς ὃ ῥητέον ὅτι πᾶσι μὲν τοῖς εἴδεσι τῆς ποιότητος ἡ δύναμις προσήκουσα ἀποδέδεικται καὶ τῷ ὅλῳ γένει συμπαρατείνουσα, πλεοναχῶς δὲ λεγομένης τῆς δυνάμεως, διχῶς δὲ τοὐλάχιστον, ἓν εἶδος ἀποδιδοὺς αὐτῆς τὸ κατ’ ἐντελέχειαν εἰκότως ἕτερον ἀντιδιαιρεῖ τὸ κατὰ τὴν ἀτελῆ θεωρούμενον ἐπιτηδειότητα, ἥτις κατὰ τὸ δυνάμει νοεῖται, διπλῆ καὶ αὐτὴ θεωρουμένη, ἡ μὲν κατὰ τὴν τυχοῦσαν ἐπιτηδειότητα καὶ ἐν πᾶσιν ὡς ἔπος εἰπεῖν θεωρουμένην, ἡ δὲ κατὰ τὴν ἤδη προκοπήν τινα ἐκ φύσεως λαβοῦσαν, ὅπερ εὐαριθμήτοις ὑπάρχει. ‘ἀλλ’ εἰ τῷ διακεῖσθαι, φησί, τὸν φύσει πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν ἡ δύναμις αὐτὴ προστεθεῖσα ποιεῖ· καὶ γὰρ ἐν ταῖς ἕξεσιν καὶ διαθέσεσιν ταῖς ἀποδοθείσαις ἦν δύναμις’. πρὸς ὃ ῥητέον ὅτι πρὸς μὲν τὸ ποιὸν εἶναι οὐδὲν διαφέρει ἢ ἀπὸ ἕξεως ἢ ἀπὸ διαθέσεως ἢ ἀπὸ φυσικῆς ἐπιτηδειότητος λέγεσθαι, διότι ὁ γενικὸς ποιὸς κατὰ τὸ γένος τῆς ποιότητος κοινῶς θεωρεῖται, τοῖς δὲ εἴδεσιν διαφέρει καὶ ταῖς διαφοραῖς πρὸς τῷ [ἤδη] εἶναι ἤτοι καθ’ ἕξιν ἢ κατὰ διάθεσιν, ἅπερ ἤδη προείληφεν, τὸ ἐκ φύσεως εἶναι· νῦν δὲ πρόκειται οὐ περὶ ποιότητος ἁπλῶς εἰπεῖν, ἀλλ’ εἴδη ποιότητος ἀπαριθμήσασθαι, οὐδὲ περὶ ποιοῦ, ἀλλὰ περί τινος ποιοῦ τοῦ κατὰ τὴν φυσικὴν δύναμιν θεωρουμένου καὶ τὸ δυνάμει καὶ τὴν ἐπιτηδειότητα, ἀλλ’ οὐχὶ τοῦ κατὰ τὴν ἕξιν ἢ τὴν διάθεσιν. ‘ἀλλὰ διὰ τί, φησίν, ὁ κατὰ δύναμιν τοῦ κατὰ ἐπιστήμην διοίσει, ᾗ ποιοί;
在澄清了字句之后,让我们进而讨论反驳以及对反驳的解答。对于他在将前一个称为种之后却将第二个称为属这一点,已经得到了考察和解决,即把既非最狭种也非最广属的中介物既称为属又称为种,并没有任何不合理之处。因为现在所列举的各项,虽是第一性质的种,却是其下被称为从属种的那些项的属,因此它们理所当然地既被称为属又被称为种。然而,他们对性质诸种的顺序提出了责难;因为他们说,他本应首先提及某些人依循其成为善拳击者或善跑者的自然能力,然后才这样传授通过练习和教导在自然能力之上产生的状态与性向。但是,提出这些责难的人应当考虑亚里士多德与自身的契合一致。因为他本人在《物理学》中说,完满者在自然上先于不完满者;因为从完满者中产生不完满者,从现实者中产生潜能者;因为人产生种子(如父亲那样),而从种子中又产生人(如母亲那样)。因为一切潜在之物都是被现实之物引导至现实的,正因如此,完满者必须作为居于原因地位之物预先存在。因此,他理所当然地先讨论关于完满者的论述,随后再引入关于能力的论述。因为即便在生成中,在同一事物上潜在者先于现实者、不完满者先于完满者预先存在,但在本性上却是相反的;因为一切不完满者都被完满者所成全,一切潜在者都被预先现实存在之物引导至现实。因此,不应当依据生成、而应当依据实体来把握何者为先。而在一切事物中,最是在性质上依照现实者预先存在,在这些性质中,其特质包含了依照现实的某种界定。从另一个角度看,性质诸种的当前顺序也是恰当的,只要自然能力是依循适宜性被考察的,而适宜性又是依照现实的完全现实态与紧随其后被讲授的受动性性质之间的中介;因为主动者必须作为现实存在者居先,随后才是生来适于受动者,从而由现实存在者在生来适于受动者中产生受动。然而普罗提诺提出了质疑:“自然能力如何构成另一个种?因为如果性质是依循诸能力而言的,能力这一特征便不可能不适用于所有性质,而它却仅被包含在性质的一个种中。”对此应当指出:虽然能力已被证明适合于性质的所有种并与整个属同等延展,但由于能力有多种说法,至少具有双重含义,他在指派了它依照完全现实态的一个种之后,理所当然地将依照不完满适宜性而被考察的另一个种对立地区分开来,后者是依照潜能来理解的,而它本身也被作双重考察:一种是依照寻常的、可以说是见于一切事物的适宜性,另一种则是依照已经从自然中获得某种进境的适宜性,这只属于少数人。“然而,”他[普罗提诺]说,“如果由于处于某种倾向状态,我们就称天生善拳击者为具有某种性质者,那么附加的能力本身并没有起任何作用;因为在所指派的状态与性向中本来也就具有能力。”对此应当指出:就作为具有某种性质者而言,无论是从状态、从性向还是从自然适宜性来说,都没有任何区别,因为属层面的‘具有某种性质者’是依循性质之属被共通考察的;但在种和种差上,除了[已经]依循状态或依循性向存在(这些他此前已经预先把握了)之外,还以出自自然而存在这一点有所不同;而现在摆在面前的任务并非单纯讨论性质,而是数计性质的诸种,也并非讨论‘具有某种性质者’,而是讨论依照自然能力、潜能与适宜性被考察的某种特定具有性质者,而非依照状态或性向者。“然而,”他[普罗提诺]说,“依照能力者与依照知识者,就其作为具有某种性质者而言,究竟因何而有不同?”
- 5.4τὸ μὲν εἶδος εἰπόντα τὸ πρότερον τὸ δεύτερον γένος καλέσαι
带冠词不定式结构(τὸ ... καλέσαι),宾格分词 εἰπόντα 作为其逻辑主语相一致(指亚里士多德)。整个短语作主句动词 ἔτυχεν 的主语。
- 5.4πρὸς τῷ [ἤδη] εἶναι ἤτοι καθ’ ἕξιν ἢ κατὰ διάθεσιν, ἅπερ ἤδη προείληφεν, τὸ ἐκ φύσεως εἶναι
介词短语 πρὸς τῷ εἶναι(“除了……之外/在……之上”)接与格不定式,后接带冠词不定式短语 τὸ ἐκ φύσεως εἶναι(“出自自然而存在”),明确指出了诸种差之间的区别内容。
