← 辛普里丘

亚里士多德《范畴篇》注释

§242.1-243.20

第二种性质形式:自然能力与无能力

辛普利丘注疏了亚里士多德《范畴篇》9a14及以下的第二种性质形式(自然能力与无能力),阐明该形式指的是已达进境而非单纯的初始适宜性,涵盖了硬与软等身体性质,并指出由于缺乏专有名称而必须通过定义来表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4#1

" Ἕτερον δὲ γένος καθ’ ὃ δρομικοὺς ἢ πυκτικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν ἕως τοῦ τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου.1" Μεταβέβηκεν ἐπὶ τὸ δεύτερον τῆς ποιότητος εἶδος, ὃ κατὰ τὸ δυνάμει καὶ τὴν ἐπιτηδειότητα ἤ, ὡς αὐτός φησιν, κατὰ φυσικὴν δύναμιν ἢ ἀδυναμίαν λέγεται, πολλὰ μὲν τῆς δυνάμεως σημαινούσης, ὡς εἴρηται πρότερον, νῦν δὲ τὸ κατὰ τὴν ἐπιτηδειότητα τὴν φυσικὴν δηλούσης. διττῆς δὲ οὔσης ταύτης, τῆς μὲν ἁπλῶς, τῆς δὲ κατὰ προκοπήν τινα θεωρουμένης, καθ’ ἣν ἤδη προφανής ἐστιν καὶ ἕτοιμος ἡ ἐπιτηδειότης ὡς ἐν τῷ πυκτικῷ λεγομένῳ, ταύτην νῦν παραλαμβάνει·2 διὸ τῷ ποιῆσαί τι ἢ παθεῖν τὸ ῥᾳδίως προσέθηκεν· τοῦτο γὰρ τῆς δυνάμεως τῆς προκεκοφυίας ἴδιόν ἐστιν, ὅπερ καὶ εὐαρίθμητον ὑπάρχει. καὶ γὰρ καὶ οἱ ἀπὸ τῆς Στοᾶς πρὸς μὲν τὰς τέχνας ἐπιτηδειότητα μόνην ἀπέλιπον τὴν ἁπλῶς οὑτωσὶ θεωρουμένην, πρὸς δὲ τὰς ἀρετὰς τὴν ἀξιόλογον προκοπὴν ἐκ φύσεως προϋπάρχειν ἀπεφήναντο, ἣν καὶ οἱ ἀπὸ τοῦ Περιπάτου φυσικὴν ἀρετὴν ἐκάλουν. μήποτε δὲ οὐ μόνον ἐπὶ τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τὴν ἐκ φύσεως ἐπιτηδειότητα θεωρητέον καὶ τὴν ἐφ’ ὁσονοῦν ἢ καὶ τὴν ἀξιόλογον ἐκ φύσεως προκοπήν. δρομικοὺς δὲ ἢ πυκτικοὺς λέγομεν τοὺς μήπω ἐν ἕξει ταῦτα ἔχοντας, ἀλλ’ ἐπιτηδειότητα μόνην ἤδη προαχθεῖσαν καὶ ἕτοιμον πρὸς τὸ γενέσθαι τοιούτους· καὶ ὑγιεινοὺς δὲ καὶ νοσώδεις ὁμοίως καλοῦμεν ἀπὸ τοῦ πρὸς ὑγείαν καὶ νόσον ἐπιτηδείως ἔχειν· καὶ αἱ φυσικαὶ δὲ ἀρεταὶ καὶ κακίαι εἰς τὴν αὐτὴν ἐπιτηδειότητα ὑπάγονται. ἐν δὲ τῷ εἴδει τούτῳ τῷ περὶ ποιοτήτων ἔταξεν καὶ τὸ σκληρὸν καὶ μαλακόν, ὅτι τὸ μὲν σκληρὸν δύναμιν ἔχει τοῦ μὴ διακοπῆναι ῥᾳδίως (οὐδὲν γὰρ τῶν ἐν γενέσει σῶμα οὐκ ἂν διακοπείη),3 τὸ δὲ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ αὐτοῦ τούτου, δύναμιν δὲ τοῦ ῥᾳδίως ἂν διαιρεθῆναι. Ἐπισημήνασθαι δὲ ἄξιον, ὅτι δυνατόν ἐστι, καθ’ ὧν ἡ δύναμις λέγεται, κατὰ τούτων καὶ τὴν ἀδυναμίαν ῥηθῆναι.4 εἰ γὰρ δύναμιν ἔχει τὸ μὲν ὑγιεινὸν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, τὸ δὲ σκληρὸν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, καὶ ἀδυναμίαν ἔχει τὸ μὲν τοῦ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων, τὸ δὲ τοῦ ῥᾳδίως διαιρεθῆναι. καὶ τὸ ἀνάπαλιν, εἰ τὸ νοσῶδες ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν καὶ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ μὴ διαιρεθῆναι, δύναμιν ἔχει τὸ μὲν τοῦ πάσχειν, τὸ δὲ τοῦ διαιρεθῆναι. ἀλλ’ ἐπειδὴ τὸ δυσπαθὲς τοῦ εὐπαθοῦς τελειότερον καὶ τὸ ὑγιεινὸν τοῦ νοσώδους μᾶλλον κατὰ φύσιν, διὰ τοῦτο δὴ τοῖς μὲν τὴν δύναμιν, τοῖς δὲ τὴν ἀδυναμίαν ἀποδέδωκεν. οὐκ ἐπὶ πάντων δέ ἐστιν ὀνόματα κείμενα οἷς χωρίζεται ἡ ἐπιτηδειότης τῆς ἐνεργείας· ἐπὶ μὲν γὰρ τοῦ πυκτικοῦ καὶ πύκτου καὶ δρομικοῦ καὶ δρομέως κεχώρισται τὰ ὀνόματα, γραμματικὸς δὲ καὶ μουσικὸς καὶ ὁ τὴν ἐπιτηδειότητα μόνην ἔχων λέγεται καὶ ὁ ἤδη κατ’ ἐνέργειαν. καὶ τοῦτο δὲ ἐπισημαντέον, ὅτι κἂν λέγηται τοῦτο τὸ κατὰ δύναμιν εἶδος ποιότητος, ἀλλ’ ὄνομα ποιότητος οὐκ ἔστιν, ἀφ’ ἧς καλεῖται ὁ κατὰ δύναμιν ποιός. οὐ γὰρ ἀπὸ τῆς πυκτικῆς ὁ πυκτικὸς ὠνόμασται, διότι πυκτικὴ μέν ἐστιν ἡ τοῦ πυκτεύειν τέχνη, ὁ δὲ πυκτικὸς οὔπω ἔχει τὴν τέχνην ταύτην, ἀλλ’ εἰ χρὴ σημῆναι τὰ εἴδη ταῦτα τῆς ποιότητος, ἀκατονόμαστα ὄντα διὰ λόγου σημαντέον αὐτά· ἡ γὰρ πρὸς δρόμον ἐπιτηδειότης, αὕτη ἐστὶν ἡ ποιότης, ἀφ’ ἧς ὁ δρομικὸς λέγεται, καὶ ἡ πρὸς τὸ πυκτεύειν ἐπιτηδειότης, ἀφ’ ἧς ὁ πυκτικός, καὶ * ὅλως ἀπ’ ἐκείνων εἰς ἃ τελειοῦνται. καὶ τοῦτο δὲ ἐπιστάσεως ἄξιον, ὅτι οὐ πᾶσα δύναμις οὐδὲ ἐπιτηδειότης πᾶσα τοῦ εἰς ὁτιοῦν μεταβάλλειν αὐτὴ ποιότης λέγεται κατὰ τὸ εἶδος τοῦτο τῆς ποιότητος, ἀλλ’ ἡ εἰς τὴν κατ’ ἐνέργειαν ποιότητα ἄγουσα, καὶ ὅτι ἐν ταῖς φυσικαῖς ταύταις δυνάμεσιν αἵ τε φυσικαὶ ἀρεταὶ τάττονται περὶ ψυχὴν οὖσαι καὶ αἱ σωματικαὶ κατὰ τὸ μαλακὸν καὶ σκληρὸν θεωρούμεναι καὶ αἱ κατὰ τὸ συναμφότερον ἐν τοῖς πυκτικοῖς καὶ δρομικοῖς, ὥστε καὶ πᾶσαι αἱ δυνάμεις παρελήφθησαν.

“另一属是依循它我们称人为善跑者或善拳击者,或健康者或多病者”直至“而软则是由于对这同一件事具有无能力”。 他已过渡到性质的第二种形式,即依循潜能与适宜性,或如他本人所说,依循自然能力或无能力而说的形式。虽然正如前文所说,能力具有诸多含义,但现在它表明的是依循自然适宜性的含义。而这种适宜性具有双重含义,一种被单纯地考察,另一种则依循某种进境被考察,依循该进境,适宜性已然彰显并准备就绪,正如在所谓的善拳击者中所见的那样;他现在所采纳的正是后一种。因此,他在做某事或遭受某事上添加了“容易地”;因为这正是进阶能力的特质,它也是易于数计的。事实上,斯多亚派对于各种技艺仅保留了单纯如此考察的适宜性,但对于各种德性,他们宣称依循自然预先存在着显著的进境,漫步学派的人也称之为自然德性。不过,或许不仅在德性上,而且在技艺上,都应当考察出自自然的适宜性,以及无论达到何种程度的、甚或出自自然的显著进境。我们称人为善跑者或善拳击者,是指那些尚未在状态中拥有这些,而仅仅拥有已然推进且准备好成为此类者的适宜性的人;我们同样将人称为健康者和多病者,是由于他们对健康和疾病具有适宜的倾向;而自然德性与恶习也被归入同一适宜性之下。在关于性质的这一形式中,他还列入了硬与软,因为硬具有不易被切断的能力(因为在生灭之中的物体没有任何一个是不会被切断的),而软则对这同一件事具有无能力,却具有易于被分割的能力。值得指出的是:凡是述说能力的事物,对于这些事物同样可以述说无能力。因为如果健康者具有不易受普通事物影响的能力,硬物具有不易被分割的能力,那么[健康者]也具有易受普通事物影响的无能力,[硬物]也具有易被分割的无能力。反之,如果多病者具有不受影响的无能力,软物具有不被分割的无能力,那么[多病者]便具有受影响的能力,[软物]便具有被分割的能力。但由于难于受影响比易于受影响更为完满,健康比多病更合乎自然,正因如此,他将能力赋予了前者,而将无能力赋予了后者。然而,并不是在所有事情上都确立了用以将适宜性与活动区分开来的名称;因为在善拳击者与拳击手、善跑者与跑者上,名称是被区分开的,但文法家和音乐家既用来称呼仅具有适宜性的人,也用来称呼已经依循活动的人。这一点也必须指出:即使这被称为依循能力的性质形式,但并没有一个性质的名称,使依循能力具有某种性质者依其得名。因为善拳击者并非得名于拳击术,这是因为拳击术是进行拳击的技艺,而善拳击者尚未拥有这种技艺;但如果必须表示性质的这些形式,由于它们没有专有名称,就必须通过定义来表示它们;因为对于跑步的适宜性,正是善跑者依其被称为善跑者的性质,而对于拳击的适宜性,则是善拳击者依其[被称为善拳击者的性质],总的说来是依循它们达致完满的那些事物[得名的]。这一点也值得注意:并非改变成任何事物的任何能力或任何适宜性,都依循性质的这一形式而本身被称为性质,而是唯有引导至依循活动的性质的那种能力才是如此;并且在这些自然能力中,关涉灵魂的自然德性、依循软和硬而被考察的身体能力,以及在善拳击者和善跑者身上依循两者的结合而被考察的能力都被列入其中,从而所有的能力都被统摄了。

语法注4 条
  1. 5.4ἕως τοῦ τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου

    表示引文节略的固定程式。介词 ἕως 支配带有定冠词的属格 τοῦ 及后续引文,用以标示所省略区间的终点(“直至‘……’”)。

  2. 5.4διττῆς δὲ οὔσης ταύτης, τῆς μὲν ἁπλῶς, τῆς δὲ κατὰ προκοπήν τινα θεωρουμένης, καθ’ ἣν ἤδη προφανής ἐστιν καὶ ἕτοιμος ἡ ἐπιτηδειότης ὡς ἐν τῷ πυκτικῷ λεγομένῳ, ταύτην νῦν παραλαμβάνει

    διττῆς δὲ οὔσης ταύτης 为属格独立结构,随后的 τῆς μὲν ... τῆς δὲ ... 是对其限定并两分的整分同位属格。主句的宾语 ταύτην 则指代后者(即“依循某种进境被考察的适宜性”)。

  3. 5.4οὐδὲν γὰρ τῶν ἐν γενέσει σῶμα οὐκ ἂν διακοπείη

    οὐδὲν ... οὐκ ἂν διακοπείη 运用双重否定配合表潜在的 ἄν+希求语气(“没有任何物体……是不会被切断的”),强调一切处于生成变化之中的物体必然是可以被分割和切断的。

  4. 5.4καθ’ ὧν ἡ δύναμις λέγεται, κατὰ τούτων καὶ τὴν ἀδυναμίαν ῥηθῆναι

    相关倒置结构,关系从句 καθ’ ὧν ... 置于其先行指示短语 κατὰ τούτων 之前。τὴν ἀδυναμίαν 作为不定式 ῥηθῆναι(依赖于 δυνατόν ἐστι)的宾格主语,表达了相互表述关系(“凡是述说能力的事物,对于这些事物同样可以述说无能力”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:242.1-243.20