← 辛普里丘

亚里士多德《范畴篇》注释

§240.20-241.35

阿尔契塔之说与性质对实体的后继性

辛普利丘论述了阿尔契塔仅将状态列为性质的一种形式,而亚里士多德则通过辨析条件与状态的多重含义(作为安置、活动或持久性)将其统一在完满的定义之下。进而他指出性质晚于实体,并非理知属,从而否定了将感觉世界与理知世界的性质归入同一属的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3#9

ὅθεν ὀρθῶς Ἀρχύτας τὸ ἐν ἕξει θεὶς εἶδος τῆς ποιότητος ἠρκέσθη τούτῳ καὶ οὐ συνέζευξεν μετ’ αὐτοῦ τὴν διάθεσιν οὐδὲ ὡς δύο ταῦτα συνηριθμήσατο, οὔτε ὡς ὑπὸ τὴν αὐτὴν τάξιν ὄντα τοῦ εἴδους,1 ὅπερ ἡμεῖς ἐλέγομεν πρότερον, οὔτε ὡς διαφέροντα. ἀλλ’ οὗτος μὲν τῇ ταὐτότητι τοῦ εἴδους μᾶλλον προσέχων ἐπὶ τοῦ ἑνὸς εἴδους μεμένηκεν, Ἀριστοτέλης δὲ οὐκ ἐξίσταται μὲν οὐδὲ αὐτὸς τῆς τοιαύτης ὑποθέσεως, πλὴν ἐξεργασμόν τινα προστίθησιν καὶ παραδείκνυσιν τὸ ἐν τῷ ἑνὶ αὐτῶν πλῆθος. αὐτίκα τὴν διάθεσιν λέγεσθαί μέν φησιν τοῦ ἔχοντος μέρη τάξιν2 τὴν κατὰ τόπον ἢ δύναμιν ἢ κατ’ εἶδος· θέσιν γάρ τινα εἶναι ὥσπερ τοὔνομα δηλοῖ τὴν διάθεσιν. οὐκοὖν ἐν τούτοις ἐν ἑνὶ περιέχει πάσας τὰς διαφόρους θέσεις, τὰς μὲν σωματοειδεῖς ὡς κατὰ τόπον τὸ οὑτωσὶ διατίθεσθαι λαμβανούσας, τὰς δὲ ἐν παρασκευῇ καὶ ἐπιτηδειότητι ὡς κατὰ δύναμιν τὴν θέσιν παραδεχομένας, τὰς δὲ τελείας ἕξεις ὡς κατὰ εἶδος τὴν θέσιν ἀφοριζούσας. ἡ δὲ ἕξις κατ’ αὐτὸν λέγεται ἕνα μὲν τρόπον τοῦ ἔχοντος καὶ ἐχομένου ἐνέργεια· ὥσπερ γὰρ ἡ ποίησις τοῦ ποιοῦντος καὶ ποιουμένου μεταξύ ἐστιν, οὕτως καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος μεταξὺ ἡ ἕξις ἐστίν, ἄνευ διαφορᾶς οὕτω νοουμένη, διὸ οὐδὲ ποιότης αὕτη, ἀλλ’ ἐν ἄλλῃ κατηγορίᾳ τῇ τοῦ ἔχειν κατατέτακται. ἄλλον δὲ τρόπον ἕξις λέγεται διάθεσις μόνιμος, καθ’ ἣν εὖ ἢ κακῶς διάκειται τὸ διακείμενον, καὶ ἢ καθ’ αὑτὸ ἢ πρὸς ἄλλο, οἷον ἡ ὑγεία ἕξις· διάθεσις γάρ ἐστιν τοιαύτη διαφορὰν ἐμφαίνουσα, διὸ καὶ ποιότης. ἔτι ἕξις λέγεται, ὃ ἄν ᾖ μόριον τοιαύτης διαθέσεως· διὸ καὶ ἡ τῶν μερῶν ἀρετὴ ἕξις τίς ἐστιν. πάλιν οὖν καὶ ἐνταῦθα ἐν τῷ ἑνὶ πολλαὶ θεωροῦνται ἑτερότητες· αἵ τε γὰρ ἔμπροσθεν εἰρημέναι ἐπὶ τῆς διαθέσεως τηροῦνται καὶ ἐπὶ τῶν ἕξεων διαστάσεις, καὶ ἔτι πρόσκειται ἡ κατ’ ἐνέργειαν τελειότης καὶ ἡ κατὰ τὸ εὖ θεωρουμένη ἥ τε καθ’ αὑτὸ καὶ ἡ πρὸς ἄλλο συμπαραδηλοῦται, ὅμως μέντοι ἐν τῷ τῆς ἕξεως λόγῳ περιέχονται. καὶ ἔτι μέντοι συναμφότεραι αἵ τε ἕξεις καὶ αἱ διαθέσεις πολυειδῶς ἑκάτεραι θεωρούμεναι ὑφ’ ἑνὸς κρατοῦνται λόγου τελειοτάτου τῆς ποιότητος, ἐπειδὴ οὗτος αὐτὰς ἐν ἑαυτῷ συνέχει. οὐ μέντοι διὰ τοῦτο νοητὸν εἶδος ἢ γένος ἓν τοῦ ὄντος τὴν ποιότητα θετέον· οὐ γὰρ ἐν τοῖς πρώτοις γένεσιν ἐν τῷ ὅπερ ὄντι ὑφέστηκεν ἡ ποιότης οὐδέ ἐστιν καὶ αὐτὴ ὅπερ ὂν ὥσπερ καὶ τὰ ἄλλα νοητὰ γένη, ἀλλ’ ὑστέρα καὶ μετὰ τὴν οὐσίαν ὑφέστηκεν. δεῖ δὲ τὴν ὄντως οὐσίαν παρακολουθοῦντα ταῦτα ἔχειν3 ὥσπερ πρώτην αὐτῶν, μὴ ἐκ τούτων δὲ τὴν σύστασιν ἔχειν μηδὲ διὰ τούτων συμπληροῦσθαι· εἴη γὰρ ἂν ὑστέρα τῆς ποιότητος. τὴν μὲν γὰρ τινὰ οὐσίαν συμπληροῦσθαι καὶ ἐκ ποιότητος οὐδὲν ἴσως ἄτοπον, ἐχούσης ἤδη τὴν οὐσίαν πρὸ τῆς ποιότητος,4 τὸ δὲ τοιόνδε ἔξωθεν, αὐτὴν δὲ τὴν οὐσίαν ἃ ἔχει οὐσιώδη ἔχειν. Οὐκ ὀρθῶς οὖν ἐπιζητοῦσί τινες, εἰ αἱ ἐνθάδε ποιότητες καὶ ἐκεῖ ὑφ’ ἓν γένος· οὐδὲ γὰρ ὅλως εἰσὶν αἱ ἐκεῖ ποιότητες, ἀλλὰ πάντα τὰ ἐν τῷ ὄντι οὐσίαι εἰσίν, εἴπερ αἱ ποιότητες κατὰ τὴν τῶν ἰδιοτήτων ἐν τῇ ὕλῃ μέθεξιν θεωροῦνται. ἀλλ’ εἰ ὁ νοῦς ὁ τῇδε ἕξις, κοινῶς, φασίν, ἐπ’ ἐκείνης τῆς οὐσίας καὶ ταύτης ἡ ἕξις κατηγορηθήσεται. ἢ καὶ ὁ ἐνθάδε νοῦς ἄλλως λέγεται ἕξις καὶ οὐκ ἀφομοιωτέον αὐτὸν ταῖς τῇδε ἕξεσιν, ἀλλὰ μᾶλλον τοῖς ἁπλοῖς καὶ ἀμίκτοις εἴδεσιν, ἃ περιέχει ὁ νοῦς ἐν ἑαυτῷ. καὶ ἡ σοφία δὲ ἄλλη μὲν ἡ τοῦ νοῦ, ἄλλη δὲ ἡ τῆς ψυχῆς, καὶ ἡ μὲν ἐν τῇ ψυχῇ ἕξις, ἡ δὲ ἐν τῷ νῷ οὐσία. οὐ ζητητέον δέ, εἰ κοινὸν τὸ ποιὸν ἐνταῦθα κἀκεῖ καὶ συνωνύμως ὑπάρχον· πάντα γὰρ τὰ ἐκεῖ θεῖα καὶ αὐτάρκη καὶ αὐτὰ ἐφ’ ἑαυτῶν καὶ ἐν ἑαυτοῖς ὄντα, διόπερ καὶ ὄντως ὄντα μόνως, καὶ οὐδὲν ἐπ’ ἐκείνων καὶ τούτων ἔσται κοινῶς ποιόν. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς εἴδη τῆς ποιότητος ἰτέον.

因此,阿尔契塔正确地确立了处于状态中的性质形式,便满足于此,并没有将条件与其结合,也没有将它们列为两个,既没有像我们此前所说的那样将它们视为从属于该形式的同一等级,也没有将它们视为彼此相异。相反,他更专注于形式的同一性,停留在单一的形式之上;而亚里士多德本人也并未背离这种假设,只是增加了一定程度的精细加工,并展示了它们在‘一’中所包含的‘多’。例如他说,条件是具有部分之物依循处所、能力或依循形式而有的秩序;因为正如其名称所示,条件乃是某种安置。因此在这些规定中,他在‘一’之中统摄了所有不同的安置:有些是物体性的,依循处所获得如此被安置;有些处于准备与适宜性之中,依循能力接纳安置;有些则是完满的状态,依循形式界定安置。而依他而言,状态在一种方式下被称为具有者与被具有者的活动;因为正如制作处于制作之物与被制作之物之间,在具有衣物者与被具有的衣物之间也存在着状态,在如此不考虑差异的理解下,它并非性质,而是被归入另一个范畴,即‘具有’范畴。但在另一种方式下,状态被称为持久的条件,被条件规定之物依此而处境良好或不良,且要么就其自身而言,要么相对于他物而言,例如健康就是一种状态;因为它是彰显差异的此类条件,所以也是性质。此外,凡是此类条件的部分之物,也被称为状态;因此各部分的德性也是某种状态。由此再次可见,在这里的‘一’之中也考察到了许多相异性;因为此前在条件中所提到的区别在状态中同样得到保持,并且还额外附加上了依循活动的完满性以及关于‘善’所考察的完满性,就其自身而言与相对于他物而言也一同被表明,但它们仍然被统摄在状态的定义之中。此外,状态与条件这两者,尽管各自在多种形式下被考察,都受到性质之单一且最完满之定义的统辖,因为该定义在自身中持守着它们。然而,并不能因此就将性质确立为理知形式或存在者的单一属;因为性质并不存在于作为真正存在者的原始诸属之中,它自身也不像其他理知诸属那样是真正存在者,而是在实体之后且晚于实体而存在。真正的实体必须将这些作为附随之物而拥有,仿佛作为它们的第一者,而不是由它们构成,亦非通过它们得到充实;否则它就会晚于性质了。因为某种个别实体也由性质来充实或许并无不妥,因为它在性质之前已经拥有了实体,而只是从外部拥有这种性质,但实体自身所拥有的东西则是本质性的。因此,有些人探究此地的性质与彼处的性质是否属于同一个属,是不正确的;因为彼处根本不存在性质,如果性质确实是依循特质在质料中的分有而被考察的话,那么在真正存在者之中的一切都是实体。他们说:“但如果此地的理智是一种状态,那么状态就会共同地述说彼处的实体与此地的实体。”或者说,此地的理智也是在另一种意义上被称为状态的,不应当将它与此地的诸状态等同,而宁可将它等同于理智在自身中所统摄的单纯且不相混杂的诸形式。智慧也是如此,理智的智慧是一回事,灵魂的智慧是另一回事;在灵魂中的是状态,而在理智中的则是实体。也不应当探究‘具有性质者’在此处与彼处是否共通并且同名地存在;因为彼处的一切都是神圣的、自足的、就其自身且在其自身中存在的,因此唯有它们才是真正存在者,在彼处之物与此处之物之间绝不会有共同的性质。关于这些已经足够了,应当进至性质的后续诸形式。

语法注4 条
  1. 5.3οὔτε ὡς ὑπὸ τὴν αὐτὴν τάξιν ὄντα τοῦ εἴδους

    分词 ὄντα 为中性复数宾格,与前文的 ταῦτα(状态与条件两者)一致并作表语性说明。οὔτε ὡς... οὔτε ὡς... 这一平行结构修饰动词 συνηριθμήσατο(“既未视作……亦未视作……而列入”)。

  2. 5.3τοῦ ἔχοντος μέρη τάξιν

    τοῦ ἔχοντος μέρη 是带定冠词的分词短语,作为属格限定 τάξιν(“具有部分之物的秩序”)。这直接依据亚里士多德《形而上学》Δ卷第19章中的定义(διάθεσις λέγεται τοῦ ἔχοντος μέρη τάξις)。

  3. 5.3παρακολουθοῦντα ταῦτα ἔχειν

    不定式 ἔχειν 的逻辑主语是前面的宾格 τὴν ὄντως οὐσίαν。ταῦτα 是 ἔχειν 的宾语(指性质等,中性复数宾格),παρακολουθοῦντα 则是修饰 ταῦτα 的现在分词中性复数宾格,作宾语补足语(“将这些作为附随之物而拥有”)。

  4. 5.3ἐχούσης ἤδη τὴν οὐσίαν πρὸ τῆς ποιότητος

    此处分词 ἐχούσης 构成独立属格结构,松散地指涉前面的宾格 τὴν μὲν γὰρ τινὰ οὐσίαν(“某种个别实体”),或体现了句式转换(破格属格),用以解释个别实体在性质之前便已具有实体性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:240.20-241.35