← 辛普里丘

亚里士多德《范畴篇》注释

§239.2-240.20

状态与条件的纯粹形式差异

辛普里修论证了状态与条件之间的差异不应当被理解为源于运动、时间、凝固或完全性程度等质料性或复合性的差异,而应当作为不可分割的纯粹形式之内的形式差异来把握,从而拒绝将复合事物的经验变化投射到简单的形式本身之上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3#8

καὶ γὰρ εἰ μὲν εἰδοποιὸς διαφορὰ προσελήφθη, εἶδος γέγονεν ἕτερον, καὶ οὐκέτι ἐν τῷ αὐτῷ εἴδει εἰσὶν ἥ τε ἕξις καὶ ἡ διάθεσις· εἰ δὲ σχέσις ψιλὴ ἢ πλεονασμὸς ὁποιοσοῦν, ὥς γε οὑτωσὶ δόξα πρόσεισιν, πάλιν ἐν τῷ τοιῷδε προσθήκη γίνεται ἄλλως καὶ οὐ κατὰ τὴν ἰδιότητα τοῦ λόγου πάρεστι τὸ μόνιμον. μήποτε οὖν ἐν πλάτει τοῦ ἑνὸς εἴδους θεωροῦνται τῆς ἕξεως καὶ διαθέσεως οἱ λόγοι,1 ἔχοντες διαφορὰς ἐν ἑαυτοῖς εἰδητικὰς μέν, περιεχομένας δὲ ὑπὸ τοῦ αὐτοῦ εἴδους· τὸ γὰρ ἓν εἶδος συνείληφεν ἐν ἑαυτῷ τὰς τῆς ἕξεως καὶ διαθέσεως διαφοράς. αἰτία δὲ τούτου ὑπάρχει ἡ καθαρότης καὶ ἡ ἄυλος τῶν εἰδῶν φύσις, δι’ ἣν ἀμιγῶς καὶ καθαρῶς τὰ πολλὰ εἴδη ἐν ἑνὶ πολλάκις περιέχε〈τα〉ι. καὶ δεῖ νοεῖν τῶν εἰδῶν οὐ μόνον τὴν κατὰ τὰ μεγάλα διαφοράν, ἀλλὰ καὶ τὴν κατὰ τὰ ἐλάχιστα τοῦ εἶναι ἑτερότητα. οὐδὲ ἐπίτασιν οὖν οὐδὲ μεταβολὴν ἀποδεκτέον, δι’ ἣν ἀπὸ τῆς διαθέσεως ἡ ἕξις ἀπογεννᾶται. οὔτε γὰρ ἐκ κινήσεως οὔτε ἐξ ἐπιτάσεως οὔτε κατὰ μεταβολὴν πέφυκεν ὁ λόγος ἀποβλαστάνειν· ἀρχηγικώτερον γὰρ καὶ αἰτιώτερόν ἐστιν τὸ ἀκίνητον τοῦ κινουμένου καὶ τὸ τῇ τοῦ ἑνὸς συμμετρίᾳ προσεοικὸς τοῦ εἰς τὴν ἀοριστίαν τῆς ὕλης ὑποφερομένου. παραιτησόμεθα δὲ διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοὺς τὸ ἀπαγὲς καὶ πεπηγμένον εἰς διάκρισιν τῶν αὐτῶν ὑποτείνοντας· σωματικὴν γὰρ ποιοῦνται τὴν τῶν εἰδῶν διδασκαλίαν καὶ κατὰ μεταβολὴν τὴν ἕξιν ἀποτελοῦσιν, καὶ ἔσται οὕτως μεταβολὴ κυριωτέρα τοῦ ἑστηκότος εἴδους, ὃ παντελῶς ἐστιν ἀδύνατον. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ τὸ πολυχρονιώτερον καὶ ὀλιγοχρονιώτερον ἐν ταῖς τοιαύταις διαφοραῖς ἀπολογίζεσθαι ἄξιον, διότι χρόνος μὲν συμφέρεται κινήσει, κίνησις δὲ οὐκ ἔχει ἐν ἑαυτῇ τὸ κῦρος τῆς τῶν εἰδῶν ἰδιότητος, κατ’ αὐτὴν δὲ μᾶλλον αὐτὴ ἀφώρισται. ἀλλ’ εἰ μὲν λέγοι τις, ὡς δύναμις εἰς τὸ συνέχειν προϋπάρχουσα τελειοτέρα συνακολουθοῦσαν ἔχει σὺν τῇ μονίμῳ καταστάσει καὶ τὴν κατὰ χρόνον βεβαιότητα, τάχα ἄν τι λέγοι σύμφωνον τῇ περὶ τῶν ποιοτήτων ὑποθέσει· ὡς δὲ νῦν λέγεται προηγουμένως τῇ κατὰ χρόνον κινήσει τὸ διάφορον αὐτῶν ἀποδιδόντων τινῶν, οὐδαμῶς ἔχει τὸ πιστὸν καὶ ἀληθὲς ὁ λόγος· ἀναστρέφει γὰρ οὗτος ἀνάπαλιν τὴν φύσιν τῶν ὄντων. οὐ τοίνυν οὐδὲ τὸ ἀτελὲς καὶ τέλειον, εἴ τις καὶ τοῦτο εἰς διάστασιν αὐτῶν παραλαμβάνει ὡς ἐχέγγυον, ἀναμφισβήτητον ἔχει τὴν ἐπίκρισιν, ἐπεὶ οὐδὲν ἐν τοῖς λόγοις ἀτελὲς θεωρεῖται κατὰ γε τὴν οἰκείαν ἑκάστου τάξιν· πληροῦται γὰρ αὕτη συμμέτρως πρὸς ἣν ἕκαστος αὐτῶν εἴληχεν δύναμιν. ἴσως οὖν ἐπὶ τὰ μετέχοντα τῶν λόγων καὶ τὰ σύνθετα τὰς τοιαύτας δεῖ μετάγειν διαφοράς, ὅταν τὸ ἐλλεῖπον τῆς οἰκείας φύσεως ταῦτα συμμιγνύοντα τὰ τέλεια ποιῇ ἀτελῆ φαίνεσθαι2 καὶ ἀσύμμετρα τὰ ὡρισμένα καὶ κινούμενα εἰς ἐπίτασιν τὰ ἑστηκότα. καθόλου οὖν διωρίσθω ὡς δεῖ τὸν μετεχόμενον λόγον καθαρῶς θεωρεῖν αὐτὸν καθ’ ἑαυτόν, εἰ καὶ ὅτι μάλιστα ἔνεστιν ἐν ἑτέρῳ. δι’ ἀκριβείας οὖν ἐξεταστέον, τίνα μὲν ἐν τῷ συνθέτῳ πάρεστιν κατὰ τὸν τοῦ εἴδους λόγον, τίνα δὲ κατὰ τὴν τοῦ ὑποκειμένου ὑλικοῦ φύσιν, τίνα δὲ κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν· οὕτω γὰρ καὶ μάλιστα οὐκ ἂν συγχυθείη τῶν εἰδῶν ἡ καθαρότης, ἣν δεῖ καθ’ αὑτὴν τῷ λόγῳ περιλαμβάνειν. ἀπὸ δὲ τούτων κἀκεῖνα καταφαίνεται, ὡς οὐκ ἔστιν ἡ ἕξις διάθεσις προσλαβοῦσα τὸ μόνιμον οὐδὲ ἡ αὐτὴ ὑγεία ἐν μὲν τῷ ἀναλαμβάνοντι εὐκίνητος οὖσα διάθεσίς ἐστιν, βεβαιωθεῖσα δὲ καὶ δυσκίνητος ἀποτελεσθεῖσα ἕξις γίνεται. πάλιν γὰρ καὶ ἐνταῦθα τὰ τῶν συνθέτων καὶ μετεχόντων παθήματα μετάγομεν ἐπὶ τὰ ἁπλούστατα εἴδη τῶν ποιοτήτων καὶ γενέσεις ἐν αὐτοῖς ποιοῦμεν διὰ κινήσεως ἐναλλαττομένας, τὸ δὲ ἐξαίφνης αὐτῶν παρόν, ὅταν παρῇ, καὶ μὴ παραγινόμενον, ὅταν μὴ ἐγγένηται, οὐκ ἔοικεν διατηρεῖν ὁ τοιοῦτος διορισμός. οὐδὲ εἴ τις τὸ ὅλον καὶ μέρος ἐπ’ αὐτῶν λαμβάνει, τυγχάνει τῆς ἀληθείας· οὐ γὰρ † εἶπεν ὅτι ἐν αὐτοῖς αἱ τοιαῦται διαφοραί·3 πῶς γὰρ ἂν ἐν τοῖς ἀμερέσι θεωρηθείη τὸ ἐν τούτοις διάφορον; ἀλλ’ ἴσως ἐν τοῖς μεριστοῖς καὶ τοῖς μετέχουσιν τὸ παρηλλαγμένον αὐτῶν κατὰ ταὐτὸ θεωρεῖται τοῖς μὴ δυναμένοις τὸ ἀμερὲς αὐτῶν ἀμερῶς ὑποδέχεσθαι.

因为如果额外获得的是种差,就会生成另一个种,而状态与条件就不再处于同一个种之中;但如果是纯粹的关联状态,或是任何一种过剩(如同见解确实是如此附加的),那么在具有此类性质的事物中又会以另一种方式产生附加,并且持久之物并非依据定义的固有性而存在。那么,状态与条件的定义难道不是在一个种的广度中被考察,其自身内包含着虽属形式上却被同一个种所统摄的差异吗?因为这同一个种已经在自身中包容了状态与条件的差异。造成这一情况的原因是诸形式的纯粹性与非质料本性,由于这种本性,许多种往往纯粹且不相混杂地被统摄在一个种之内。并且关于诸形式,不仅应当构想依据重大之事的差异,而且应当构想依据存在之极微的相异性。因此,既不能接受加强,也不能接受转变(据此状态从条件中产生)。因为定义的天性既非源于运动,亦非源于加强,亦非依循转变而生发;因为不动之物比受动之物更具始源性且更具原因性,类似于‘一’之相称性的事物比下坠入质料之无定性的事物更具始源性且更具原因性。出于同样的原因,我们也将拒绝那些提出未凝固与已凝固来区分这些相同事物的人;因为他们使关于形式的学说变成肉体性的,并且依循转变来造成状态,这样一来,转变就会比凝固持存的形式更占主导地位,而这是完全不可能的。同样出于这一原因,在诸如此类的差异中将持续较长时间与较短时间计算在内也是不恰当的,因为时间虽与运动相伴,但运动自身并不具有形式之固有特性的主导权,反倒是运动自身依循这种固有特性被界定。但是,如果有人说,为了维持而预先存在的更完满的能力,在具有持久处境的同时,也伴随有依时间而言的稳定性,那么他所说的或许与关于性质的假设相符;但若如目前某些人所说的那样,将它们之间的差异首要地归结为依时间而有的运动,这种说法就绝不具有可信性与真理性;因为这会将存在者的本性颠倒过来。因此,即使有人将不完全与完全也作为它们区分的保证而采纳,它也不具有无可争议的判定,因为在诸定义中,至少依据各自固有的等级而言,没有任何东西被考察为是不完全的;因为这一等级与它们各自所分得的能力相称地得到充实。或许,当这些事物混杂了固有本性的缺陷,使得完全之物显得不完全、受限定之物显得不相称、静止之物显得处于走向加强的运动中时,就应当把诸如此类的差异转移到分有诸定义之物以及复合之物上。因此普遍地应当规定:即便被分有的定义在极高程度上存在于他物之中,也必须纯粹地就其自身来考察它。所以必须精确地检验:在复合之物中,哪些是依循形式的定义而存在,哪些是依循底层的质料本性而存在,哪些是依循源自两者的共同特性而存在;因为只有这样,形式的纯粹性才绝不会被混淆,而这纯粹性是必须在定义中就其自身加以把握的。由此也显明:状态并非额外获得了持久的条件,也并非同一种健康在恢复者身上容易变动时是条件,而在变得坚固且难以变动时成为状态。因为在这里,我们再次把复合之物与分有之物的受动状态转移到了性质的最简单形式上,并在它们之中制造了通过运动而交替的生成;而此类规定似乎未能保全诸形式的存在——当它们临在时突如其来地临在,当它们未生成时便不降临。此外,如果有人在它们之上采纳整体与部分,亦未切中真理;因为并不能说诸如此类的差异存在于形式自身之中;因为在无部分之物中,这些事物中的差异怎能被考察呢?然而或许在具部分之物与分有之物中,在那些无法以无部分的方式接受它们之无部分者的事物中,它们的变化多样的状态是在同一方面被考察的。

语法注3 条
  1. 5.3μήποτε οὖν ἐν πλάτει τοῦ ἑνὸς εἴδους θεωροῦνται τῆς ἕξεως καὶ διαθέσεως οἱ λόγοι

    虚词 μήποτε 后接现在直陈式 θεωροῦνται,并非表示担忧或否定的惧怕,而是用于表达审慎的推测或委婉的肯定主张(“难道不是……”、“或许……”)。此处引入了辛普里修本人对前述有关状态与条件关系的疑难所提出的积极解决方案。

  2. 5.3ὅταν τὸ ἐλλεῖπον τῆς οἰκείας φύσεως ταῦτα συμμιγνύοντα τὰ τέλεια ποιῇ ἀτελῆ φαίνεσθαι

    该分句的结构骨架为 ὅταν 搭配从属连接法 ποιῇ。主语是指代前文分有与复合之物(τὰ μετέχοντα ... καὶ τὰ σύνθετα)的中性复数主格指示代词 ταῦτα(中性复数主语搭配单数动词 ποιῇ),分词 συμμιγνύοντα 与 ταῦτα 一致,并以 τὸ ἐλλεῖπον τῆς οἰκείας φύσεως(“固有本性的缺陷”)为宾语。随后的中性复数词 τὰ τέλεια(完全者)、τὰ ὡρισμένα(受限定者)与 τὰ ἑστηκότα(静止者)作为 ποιῇ 的宾语,同时充当不定式 φαίνεσθαι 的逻辑主语。

  3. 5.3οὐ γὰρ † εἶπεν ὅτι ἐν αὐτοῖς αἱ τοιαῦται διαφοραί

    底本在此处将 εἶπεν 标上了十字符(crux)。根据前文“采纳整体与部分亦未切中真理”以及紧随其后的反问句“在无部分之物中差异怎能被考察”,此处的文意必然是“因为不能说/未曾说此类差异存在于形式自身之中”(原义或为 οὐ γὰρ εἰπεῖν ἔστιν 或类似表达之讹误)。各语言均统一采取非人称的“并不能说此类差异存在于它们自身之中”进行翻译。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:239.2-240.20