← 辛普里丘

亚里士多德《范畴篇》注释

§22.30-24.23

五分法中选取三者与从具体事物切入的理由

辛普里丘探讨了在五分法(同名异义、同义、多名、异名、派生名辞)中为何亚里士多德在《范畴篇》中仅选取三者,并结合辩证法论证解释了为何论述是从具体事物(同名异义者)而非抽象属性(同名异义性)展开。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#2

τὰ δὲ μήτε κατὰ τὸ ὄνομα μήτε κατὰ τὸν λόγον κοινωνοῦντα καλεῖται μὲν ἑτερώνυμα, ἔστιν δὲ κατὰ τὸ ἀληθὲς ἕτερα, καὶ μάλιστα ὅταν μηδὲ ὑποκείμενον ἔχωσι κοινὸν ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις τὴν κλίμακα· τὰ γὰρ τοιαῦτα μᾶλλον ἂν ἑτερώνυμα λέγοιτο. ἔστιν δέ τινα καὶ τὰ πῇ μὲν κοινωνοῦντα ἀμφοῖν, πῇ δὲ καὶ διαφέροντα, ὡς τὰ παρώνυμα λεγόμενα, ὅταν ἀπὸ τῆς λευκότητος λευκὸν λέγηται καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικός. πέντε οὖν τούτων ἐκ τῆς διαιρέσεως ἀναφανέντων, ὁμωνύμων συνωνύμων πολυωνύμων ἑτερωνύμων παρωνύμων, τὰ τρία μόνα νῦν παρέλαβεν ὁ Ἀριστοτέλης, τά τε ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ παρώνυμα, τάχα μὲν καὶ ὡς τούτοις μόνοις ἐν τῷ περὶ τῶν κατηγοριῶν χρησάμενος λόγῳ, τάχα δὲ καὶ ὡς ἐκ τῶν δύο τούτων ῥᾳδίας οὔσης τῆς τῶν ἀντικειμένων αὐτοῖς γνώσεως. ὁ γὰρ τὰ ὁμώνυμα ἐγνωκὼς τὰ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦντα, κατὰ δὲ τὸν λόγον διαφέροντα, εἴσεται καὶ τὰ πολυώνυμα τὸν μὲν λόγον ἔχοντα κοινόν, διάφορα δὲ τὰ ὀνόματα· καὶ πάλιν ὁ τὰ συνώνυμα ἐγνωκὼς τὰ κατ’ ἄμφω κοινωνοῦντα, εἴσεται καὶ τὰ ἑτερώνυμα διαφέροντα κατ’ ἄμφω. τάχα μὲν οὖν καὶ οὕτως ἄν τις ὀρθῶς λέγοι τῆς Ἀριστοτελικῆς συντομίας στοχαζόμενος, ὀρθότερον δέ, ὡς καὶ τῷ φιλοσόφῳ Συριανῷ δοκεῖ, τὸ τὰ παραλειφθέντα δύο, τά τε πολυώνυμα καὶ τὰ ἑτερώνυμα, πρὸς λεκτικὴν〈μᾶλλον〉 παρασκευὴν ὁρᾶν1 ἢ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων ἐπίβλεψιν· διόπερ ἐν ῥητορικαῖς τέχναις καὶ τοιαύταις ἄλλαις πραγματείαις οἰκειότερον περὶ τούτων διαλέξεται, ἐν αἷς τό τε αὐτὸ πολλαχῶς λέγειν διὰ τῆς πολυωνυμίας διδάξει καὶ τὰ ἕτερα τῇ φύσει δι’ ἑτέρων ὀνομάτων προφέρεσθαι, ἵνα σαφὴς καὶ ἀσύγχυτος ὁ λόγος φαίνηται· ἐνταῦθα δὲ περὶ ὁμωνύμων καὶ συνωνύμων διαλέγεται πραγματειώδη τὴν διαφορὰν ἐχόντων, καὶ πρῶτον περὶ τῶν ὁμωνύμων ὡς ἁπλουστέρας δεομένων γνώσεως καὶ καθ’ ἓν κοινωνούντων τὸ ὄνομα, εἶτα περὶ συνωνύμων κατ’ ἄμφω κοινωνούντων τό τε ὄνομα καὶ τὸν λόγον, καὶ ἐφεξῆς παρωνύμων τελείως μὲν κατ’ οὐδὲν τούτων, λέγω δὴ ὀνόματος καὶ πράγματος κοινωνούντων, μέσων δὲ ὄντων ὁμωνύμων καὶ συνωνύμων. ὁ δὲ θεῖος Ἰάμβλιχος διὰ τοῦτο ὡς περὶ ἁπλουστέρων τὸν περὶ τῶν ὁμωνύμων λόγον προηγεῖσθαί φησιν, διότι αἱ κατηγορίαι ὁμωνύμως εἰσὶ κατηγορίαι, καίτοι [τὴν φύσιν] συνωνύμως ἔχουσαι τὸ κατηγορεῖσθαι τῶν ὑφ’ αὑτάς,2 καὶ αὐτό γε τοῦτο τὸ κατηγορίαι εἶναι καὶ γένη γενικώτατα οὐ μέχρι τοῦ ὀνόματος μόνου κοινὸν ἔχουσιν, ἀλλὰ καὶ αὐτὴ ἡ τοῦ κατηγορεῖσθαι φύσις, τουτέστιν τὸ εἶναι γενικώτατα, κοινή ἐστιν. Ἀποροῦσι δὲ καὶ διὰ τί, καίτοι περὶ λέξεων προθέμενος εἰπεῖν, ἀλλ’ οὐ περὶ αὐτῶν τῶν πραγμάτων, ὅμως περὶ ὁμωνυμίας μὲν οὐδὲν λέγει, περὶ δὲ τῶν ὁμωνύμων διδάσκει, καίτοι προηγουμένης τῆς κατὰ τὴν ὁμωνυμίαν ἐννοίας, εἴπερ ἀπ’ ἐκείνης τὰ ὁμώνυμα. καὶ λέγουσιν καλῶς, ὅτι ἀπὸ τῶν πραγμάτων γίνεται δῆλα τὰ ὁμώνυμα, ὅταν τοῦ αὐτοῦ ὀνόματος ῥηθέντος ἐγὼ μὲν ἄλλην ἔννοιαν, σὺ δὲ ἄλλην περὶ τοῦ ὀνόματος προβαλλώμεθα, ὥσπερ τοῦ κύων ὀνόματος ῥηθέντος ἐγὼ μὲν τὸν χερσαῖον, σὺ δὲ τὸν θαλάττιον ἐννοήσειας. διὸ καὶ ἐν τοῖς παρ’ ὁμωνυμίαν συλλογισμοῖς ἡσυχάζειν οἱ διαλεκτικοὶ παρακελεύονται, ἕως ἂν ἐπ’ ἄλλο σημαινόμενον ὁ ἐρωτῶν μεταγάγῃ τὸ ὄνομα· οἷον, εἴ τις ἐρωτᾷ εἰ ὁ χιτὼν ἀνδρεῖος, εἰ τύχοι ἀνδρεῖος ὤν, συγχωρησόμεθα· κἂν ἐρωτήσῃ εἰ ὁ ἀνδρεῖος εὔψυχος, καὶ τοῦτο συγχωρησόμεθα, ἀληθὲς γάρ· εἰ δὲ συναγάγῃ ὅτι ὁ χιτὼν ἄρα εὔψυχος, ἐνταῦθα τὴν ὁμωνυμίαν τοῦ ἀνδρείου διαστείλασθαι καὶ δεῖξαι3 [τὴν ἀνδρείαν ἤγουν τὴν εὐψυχίαν] ὅτι ἄλλως μὲν ἐπὶ τοῦ χιτῶνος, ἄλλως δὲ ἐπὶ τοῦ τὴν ἀνδρείαν ἔχοντος λέγεται. ὥστε τὰ πράγματα κυρίως, οὐχὶ τὰ ὀνόματα ποιεῖ τὴν ὁμωνυμίαν. καὶ γὰρ αὐτὸς ἐπὶ τῶν ὁμωνύμων ποιεῖται τὴν διδασκαλίαν συνακολουθοῦντος πάντως τῷ σκοπῷ εὐθὺς καὶ τοῦ περὶ τῆς ὁμωνυμίας λόγου.

另一方面,在名称和说明方式上皆不共通的事物被称为异名者,但在实际上是互异的事物,特别是当它们甚至没有共通的底层时——如同上升与下降以梯子为共通底层那样;因为这类事物毋宁更应被称为异名者。此外,亦有一些事物在某种意义上共通于二者,而在某种意义上又相异,如所谓的派生名辞者,例如依于‘白’而被称作‘白的事物’,依于‘文法’而被称作‘文法家’。因此,从这一区分中显现出的五种事物——同名异义者、同义者、多名者、异名者、派生名辞者——亚里士多德如今只选取了三种,即同名异义者、同义者和派生名辞者;这或许是因为他在关于范畴的讨论中只使用了这些,或许亦是因为从这两者出发,认识与其相对立的事物很容易。因为认识了在名称上共通而在说明方式上相异的同名异义者的人,亦会知晓具有共通说明方式而名称相异的多名者;同样,认识了在二者上皆共通的同义者的人,亦会知晓在二者上皆相异的异名者。因此,若着眼于亚里士多德式的简练,或许亦有人会这样妥当地说;但更为妥当的看法,正如哲学家叙利亚努斯所认为的,乃是将省略的两种——多名者与异名者——看作更多是着眼于言辞准备,而非着眼于对事物本身的考察。正因如此,在修辞学技艺及其他类似论著中他将更为合宜地讨论它们,在那些论著中,他将讲授如何通过多名性以多种方式述说同一事物,以及如何通过不同名称表达本性上互异的事物,以使言辞显得明晰而不致混淆;然而在此处,他所讨论的是具有关乎事物的差异的同名异义者与同义者,且首先讨论同名异义者,因其需要更单纯的认识,且仅在单一事物即名称上共通;随后讨论在名称和说明方式二者上皆共通的同义者;接着讨论在这些之中的任何一个——我指名称与事物——上皆不完全共通,而是介于同名异义者与同义者之间的派生名辞者。而神圣的扬布里柯则说,关于同名异义者的论述之所以作为更单纯者的论述而居先,是因为范畴是同名异义地作为范畴的,尽管它们对于其下所属事物的‘被谓述’具有同义性,而且正是在作为范畴以及最高属这一点上,它们不仅止于在名称上共通,并且‘被谓述’的本性本身,即作为最高属,亦是共通的。 他们亦提出疑难:既然他立意谈论词语,而非谈论事物本身,为何他对同名异义性只字不提,反而讲授同名异义者,尽管依于同名异义性的概念更为在先(如果同名异义者确实来源于它的话)?他们妥当地解释道,同名异义者是从事物中变得明了的,即当同一名称被说出时,我对于该名称提出一种概念,而你提出另一种概念,正如当‘狗’这个名称被说出时,我想到的是陆生之狗,而你想到的是海生之狗。正因如此,在基于同名异义性的三段论中,辩证家们亦劝告要保持静默,直到提问者将该名称转移至另一意义;例如,若有人提问罩袍是否是‘英勇的[男式的]’,若它碰巧是英勇的[男式的],我们将表示赞同;若他又问‘英勇者’是否勇敢[有胆魄],我们对此亦将表示赞同,因为这是真实的;但若他推论出‘因此罩袍是勇敢的[有胆魄的]’,在此处就必须辨析‘英勇的[男式的]’的同名异义性,并指明就罩袍而言与就具有英勇品格的人而言,它是以不同方式被述说的。因此,主要是事物而非名称造就了同名异义性。事实上,他自己亦是在同名异义者上展开讲授的,因为关于同名异义性的讨论完全且立即伴随着其目标。

语法注3 条
  1. 1.1ὀρθότερον δέ, ὡς καὶ τῷ φιλοσόφῳ Συριανῷ δοκεῖ, τὸ τὰ παραλειφθέντα δύο, τά τε πολυώνυμα καὶ τὰ ἑτερώνυμα, πρὸς λεκτικὴν 〈μᾶλλον〉 παρασκευὴν ὁρᾶν

    主句省略了系动词(ἐστί),冠词加不定式短语“τὸ ... ὁρᾶν”充当整句的主语(“认为被省略的两者着眼于言辞准备是更为妥当的”)。

  2. 1.1συνωνύμως ἔχουσαι τὸ κατηγορεῖσθαι τῶν ὑφ’ αὑτάς

    冠词加不定式“τὸ κατηγορεῖσθαι”作为分词“ἔχουσαι”的直接宾语,并统领属格补足语“τῶν ὑφ’ αὑτάς”(其下属的被谓述对象)。

  3. 1.1ἐνταῦθα τὴν ὁμωνυμίαν τοῦ ἀνδρείου διαστείλασθαι καὶ δεῖξαι

    条件句的结句中使用了不定式“διαστείλασθαι καὶ δεῖξαι”。这可以解释为承接前文“παρακελεύονται”含义的指令性/规范性不定式,或是省略了表示必然性的非人称动词(如“δεῖ”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:22.30-24.23