- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:237.16-239.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘澄清了《范畴篇》8b26中知识和热等例证的具体含义,详细分析了斯多亚派关于状态、条件与关联状态的独特术语用法与亚里士多德学说的差异,并提出了状态相比条件究竟额外获得了什么这一深入问题。
πάλιν ἐπιστήμης τῆς μὲν ἰδίως λεγομένης κατὰ τὴν τῶν ὄντων ὡς ὄντων ἀκριβῆ γνῶσιν, τῆς δὲ κοινότερον, ἥτις καὶ κατὰ πάσης λέγεται τέχνης, νῦν ἐπιστήμη εἴρηται ἡ καὶ ἐπὶ τὰς τέχνας διατείνουσα. ἔτι δὲ καὶ τῆς θερμότητος διχῶς λεγομένης, τῆς μὲν συμφύτου, τῆς δὲ ἐπικτήτου, εὐκίνητον ἐνταῦθα θερμότητα τὴν ἐπίκτητον καλεῖ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ψύξεως τὴν ἐπίκτητον ληπτέον ψυχρότητα, ἀλλ’ οὐχὶ τὴν σύμφυτον. διόπερ οὔτε τὴν τοῦ πυρὸς θερμότητα οὔτε τὴν τῆς χιόνος ψυχρότητα ὑποληψόμεθα ἐνταῦθα, ἀλλὰ τὴν τοῦ ὕδατος ἢ ἄλλου σώματος μεταβολὴν εἰς ἀμφότερα ταῦτα. Ἄξιον δὲ καὶ τὴν τῶν Στωικῶν συνήθειαν περὶ τὰ ὀνόματα ταῦτα καταμαθεῖν. δοκοῦσι γὰρ οὗτοί τισιν ἀνάπαλιν τῷ Ἀριστοτέλει τὴν διάθεσιν τῆς ἕξεως μονιμωτέραν ἡγεῖσθαι· τὸ δὲ ἀφορμὴν μὲν ἔχει τῆς τοιαύτης ὑπονοίας, οὐ μέντοι κατὰ τὸ μονιμώτερον ἢ μὴ παρὰ τοῖς Στωικοῖς ἡ τούτων εἴληπται διαφορά, ἀλλὰ κατ’ ἄλλας διαθέσεις·1 καὶ γὰρ τὰς μὲν ἕξεις ἐπιτείνεσθαί φασιν δύνασθαι καὶ ἀνίεσθαι, τὰς δὲ διαθέσεις ἀνεπιτάτους εἶναι καὶ ἀνανέτους. διὸ καὶ τὴν εὐθύτητα τῆς ῥάβδου, κἂν εὐμετάβολος ᾖ δυναμένη κάμπτεσθαι, διάθεσιν εἶναί φασιν· μὴ γὰρ ἂν ἀνεθῆναι ἢ ἐπιταθῆναι τὴν εὐθύτητα μηδὲ ἔχειν τὸ μᾶλλον ἢ ἧττον, διόπερ εἶναι διάθεσιν. οὑτωσὶ δὲ καὶ τὰς ἀρετὰς διαθέσεις εἶναι, οὐ κατὰ τὸ μόνιμον ἰδίωμα, ἀλλὰ κατὰ τὸ ἀνεπίτατον καὶ ἀνεπίδεκτον τοῦ μᾶλλον· τὰς δὲ τέχνας καίτοι δυσκινήτους οὔσας [ἢ] μὴ εἶναι διαθέσεις. καὶ ἐοίκασιν τὴν μὲν ἕξιν ἐν τῷ πλάτει τοῦ εἴδους θεωρεῖν, τὴν δὲ διάθεσιν ἐν τῷ τέλει τοῦ εἴδους καὶ ἐν τῷ μάλιστα, εἴτε κινοῖτο καὶ μεταβάλλοι, ὡς τὸ εὐθὺ τῆς ῥάβδου, εἴτε καὶ μή. μᾶλλον δὲ ἐχρῆν ἐκεῖνο ἐπιστῆσαι, μὴ ἡ παρὰ τοῖς Στωικοῖς σχέσις ἡ αὐτή ἐστιν2 τῇ παρὰ Ἀριστοτέλει διαθέσει, κατὰ τὸ εὐανάλυτον καὶ δυσανάλυτον διισταμένη πρὸς τὴν ἕξιν. ἀλλ’ οὐδὲ οὕτως συμφωνοῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης τὴν ἀβέβαιον ὑγίειαν διάθεσιν εἶναί φησιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὴν ὑγίειαν, ὅπως ἂν ἔχῃ, οὐ συγχωροῦσιν σχέσιν εἶναι· φέρειν γὰρ τὸ τῆς ἕξεως ἰδίωμα· τὰς μὲν γὰρ σχέσεις ταῖς ἐπικτήτοις καταστάσεσιν χαρακτηρίζεσθαι, τὰς δὲ ἕξεις ταῖς ἐξ ἑαυτῶν ἐνεργείαις. ὅθεν οὐδὲ χρόνου μήκει ἢ ἰσχύι εἰδοποιοῦνται αἱ ἕξεις κατ’ αὐτούς, ἰδιότητι δέ τινι καὶ χαρακτῆρι, καὶ ὥσπερ τὰ ἐρριζωμένα μᾶλλον καὶ ἧττον ἐρρίζωται, ἓν δὲ ἔχει τὸ κοινὸν ἰδίωμα τὸ ἀντέχεσθαι τῆς γῆς, οὕτω καὶ ἡ ἕξις ἐπὶ τῶν δυσκινήτων καὶ εὐκινήτων ἡ αὐτὴ θεωρεῖται· ὅλως γὰρ τῷ γένει πολλὰ ποιὰ ὄντα ἐκλελυμένον ἐκεῖνο τὸ ἰδίωμα ἔχει καθ’ ὃ εἰδοποιεῖται, ὡς ὁ αὐστηρὸς οἶνος καὶ ἀμύγδαλα πικρὰ καὶ Μολοττικὸς κύων καὶ Μελιταῖος, οἷς πᾶσιν μέτεστι μὲν ὁ γενικὸς χαρακτήρ, ἐπὶ βραχὺ δὲ καὶ ἀνειμένως, καὶ ὅσον ἐπ’ αὐτοῖς τοῖς ἐν τῇ ἕξει λόγοις ἐπιμένει ἐπὶ μιᾶς καταστάσεως αὕτη, τὸ δὲ εὐκίνητον πολλάκις ἐξ ἄλλης αἰτίας ἔχει. διόπερ οἱ Στωικοὶ διατείνουσιν τὰς ἕξεις κοινότερον καὶ ἐπὶ τὰς εὐκινήτους, ἃς λέγει Ἀριστοτέλης διαθέσεις, καὶ ταύτας ἡγοῦνται πολὺ διενηνοχέναι τῆς σχέσεως. ἡ γὰρ τοῦ ἀναλαμβάνοντος τὴν ὑγίειαν ἕξις καθίσεως καὶ προβολῆς καὶ τῶν τοιούτων σχέσεων πάντῃ διέστηκεν· αἱ μὲν γὰρ ἄρριζοι καὶ ἀπαγεῖς εἰσιν, τὰς δὲ οὕτως ὑφεστηκέναι φασὶν ὥστε ἀφεθείσας διαμένειν ὅσον ἐφ’ ἑαυταῖς δύνασθαι,3 τὸ ἔμμονον ἐξ ἑαυτῶν καὶ τοῦ οἰκείου λόγου παρεχομένας. διὰ ταῦτα οὐδὲ ἡ ὁπωσοῦν δυσανάλυτος σχέσις λέγεται ἕξις παρ’ αὐτοῖς· εἰ γὰρ ἔξωθεν ἔχοι τὸ δυσανάλυτον, ὥσπερ ὁ δακτύλιος ἐν δακτυλήθρᾳ ὤν, οὐκ ἂν εἴη ἐν ἕξει τῆς τοιαύτης καταστάσεως· ἀλλ’ εἰ ἀφ’ ἑαυτοῦ τὴν ἐνέργειαν παρέχοιτο τοῦ εἶναι τοιόνδε, τότε ἂν εἴη ἐν ἕξει, ὥσπερ ὁ πηλὸς εἰς ὄστρακον μεταβαλών· αὐτὸς γὰρ ἀφ’ ἑαυτοῦ τοιόσδε γέγονεν. ἀλλὰ ταῦτα μὲν οὕτως ἱστορήσθω. Τὸ δὲ βαθυτέρας ἐν τούτοις δεόμενον ἐπιβλέψεως ἐκεῖνό ἐστιν· ἆρα ἡ ἕξις οὐκ ἄλλη τίς ἐστιν τῆς διαθέσεως πλὴν τῷ προσειληφέναι τὸ μόνιμον καὶ δυσκίνητον; τί οὖν ποτέ ἐστιν τοῦτο τὸ προσειληφέναι, πότερον διαφορᾶς προσθήκη ἢ ψιλῆς σχέσεως ἢ πλεονασμός τις ἄλλος ὁποιοσοῦν;
再者,知识也有两种说法:一种是本义上的,依据对存在者作为存在者的精确认识;另一种是更普遍的,也依据一切技艺而言;而如今被称为知识的,是那同样延伸至技艺的。此外,热也有两种说法:一种是先天的,另一种是后天的;他在此处将后天的热称为容易变动的。同样在冷却的情形中,应当取后天的冷,而非先天的。因此在此处我们既不会将火的热亦不会将雪的冷纳入考量,而是考量水或其他物体向这两者的转变。 了解斯多亚派关于这些名称的习惯用法也是值得的。因为对某些人而言,他们似乎与亚里士多德相反,认为条件比状态更为持久;虽然这种推测确实有其缘由,然而在斯多亚派那里,这两者的差异并非依据更为持久与否而被把握,而是依据其他规定。因为他们说状态能够被加强和减弱,而条件则是不可加强且不可减弱的。因此他们说,即使木杖的笔直是易变的且能够被弯曲,它也是一种条件;因为笔直不可能被减弱或被加强,亦不具有更多或更少,所以它是一种条件。同样,诸美德也是条件,并非依据持久这一固有特性,而是依据不可加强且不可容受更多;而技艺尽管是难以变动的,却不是条件。他们似乎是在种的广度中考察状态,而在种的终极与最高限度中考察条件,无论它是变动且转变的(如木杖的笔直),还是不转变的。其实更应当留意这一点:斯多亚派那里的‘关联状态’是否与亚里士多德那里的‘条件’相同,因容易分解与难以分解而与状态相区别?但即便如此他们也不一致。因为亚里士多德说不稳定的健康是条件,但斯多亚派的人并不承认无论如何的健康是关联状态;因为健康带有状态的固有特性。因为关联状态以后天的处境为特征,而状态则以源自自身的实现活动为特征。由此依他们而言,状态并非通过时间的长短或强度来获得种的规定,而是通过某种固有性与特质;正如扎根之物扎根有多有少,但都具有紧抓泥土这同一个共同固有特性,状态在难以变动者与容易变动者中也被考察为是相同的。因为一般而言,属中许多具有性质的事物都以减弱的方式具有依其获得种的规定的那个固有特性,正如粗涩的葡萄酒、苦杏仁、莫洛西亚犬与密利泰犬那样,在所有这些事物中属的特质虽有分有,但只是轻微地且以松弛的方式分有;并且就状态中的定义本身而言,状态保持在单一的处境中,而容易变动往往是出于另外的原因。因此斯多亚派将状态更普遍地延伸到容易变动的事物上(亚里士多德称之为条件),并认为这些事物与关联状态大相径庭。因为正在恢复健康者的状态,与坐姿、伸肢以及此类关联状态完全不同;因为后者无根且不稳定,但他们说前者是如此确立的,以致即便任其自存,也能在自身能力范围内持续保持,从自身及固有的定义提供持久性。因这些缘故,在他们那里哪怕在任何程度上难以分解的关联状态也不被称为状态;因为如果它是从外部具有难以分解性,如同戒指在顶针之中那样,它就不会处于此类处境的状态中;但如果它从自身提供成为如此之物的实现活动,那么它就会处于状态中,如同粘土转变为陶器;因为它自身出于自身而成了如此之物。但关于这些且如此记载吧。 而在这些事情中需要更深刻审视的是这一点:状态除了额外获得了持久与难以变动之外,是否并非与条件相异的某种东西?那么,这个额外获得究竟是什么,是某种差异的附加,还是纯粹的关联状态,亦或是任何其他某种过剩?
- 5.3ἀλλὰ κατ’ ἄλλας διαθέσεις
名词 διαθέσεις 在此处并非指方才作为术语与‘状态’相对立的‘条件’,而是取其本义即‘规定’、‘安排’或‘性状’。若理解为‘按其他条件’会导致语意循环,因此它指斯多亚派所采用的区分标准(如是否容受程度增减)。
- 5.3μὴ ἡ παρὰ τοῖς Στωικοῖς σχέσις ἡ αὐτή ἐστιν
连词 μή 由动词 ἐπιστῆσαι(留意、考察)支配,引导意为‘是否……不’的间接疑问从句。它与直陈式现在时 ἐστιν 连用,提出一种合乎情理的推测或疑点。
- 5.3τὰς δὲ οὕτως ὑφεστηκέναι φασὶν ὥστε ἀφεθείσας διαμένειν ὅσον ἐφ’ ἑαυταῖς δύνασθαι
在 αἱ μὲν γὰρ(关联状态)…… τὰς δὲ(状态)的对比结构的后半部分,τὰς ὑφεστηκέναι 构成由 φασίν 支配的宾格不定式结构。分词 ἀφεθείσας 具有让步或条件意味(‘即使任其自存’/‘脱离外部维持时’),表明状态具有自足性与持久性。
