← 辛普里丘

亚里士多德《范畴篇》注释

§235.29-237.16

持久性差异与状态及条件的种的区分

辛普利丘回应了普罗提诺关于持久性为何构成性质的种差的疑难,阐明了状态与条件何以同时属于关系者与性质,驳斥了基于日常习惯用法的批评,通过属的条件与种的条件的区分消解了欧多洛斯关于固有特性的反驳,并最后区分了完满与不完满的美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3#6

ἄλλου γὰρ διαφορὰ καὶ οὐ ποιότητος τὸ μόνιμον καὶ μή,1 ἀλλ’ ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν, προσθήκη δὲ καὶ ἔξωθέν ἐστιν τὸ μόνιμον μένειν’. ἀλλ’ εἴπερ τὸ μόνιμον καὶ δυσκίνητον καὶ τὸ συνέχεσθαι ἐν τῷ αὐτῷ εἴδει ἐστὶν τῶν οὐσιῶν ἢ τοῦ λόγου τῆς οὐσίας νὴ Δία, πῶς οὐχὶ καὶ ἐν ταῖς ποιότησιν ἡ κατὰ ταῦτα διαφορὰ ποιότητος ποιεῖ εἶδος ἐν ἑνὶ εἴδει ἔχον τινὰ πρὸς ἑαυτὸ διαφορὰν καὶ οὐχὶ περιττήν τινα προσθήκην; οὐδὲ γὰρ τῷ τυχόντι διενεγκοῦσα ἡ ἕξις παρὰ τὴν διάθεσιν μονιμωτέρα γέγονεν, ἀλλὰ τῷ μεταλαβεῖν ἀτρέπτου τινὸς καὶ ἀδιαλύτου δυνάμεως. ἔστιν δὲ τοῦτο οὐ προσθήκη τινὸς εἰδητικῆς παραλλαγῆς, ἀλλ’ οἰκεία διαφορὰ τῆς τοῦ αὐτοῦ εἴδους τελειότητος, οὐχ ὅτι ἀτελεῖς εἰσιν αἱ διαθέσεις, ἀλλ’ ὅτι καὶ αὐταὶ ἔχουσιν οἰκείαν τελειότητα τοιάνδε κοινωνοῦσαν τῆς τοῦ εἴδους τοῦ αὐτοῦ τελειότητος. ταὐτὰ γὰρ τὰ μὲν κατὰ τὴν διάθεσιν, τὰ δὲ κατὰ τὴν ἕξιν· καὶ γὰρ οὐδὲ ἐν τῷ αὐτῷ τελέως ἡ ἕξις μένει τῇ διαθέσει (οὐ γὰρ ἂν ἦν ἄλλη παρ’ αὐτὴν) οὔτε ἐξίσταται τελείως (οὐ γὰρ ἂν ἡ ἕξις μετὰ προσθήκης διάθεσις ἦν), ἀλλὰ πῶς μὲν ἡ αὐτὴ πρὸς τὴν διάθεσιν, πῶς δὲ οὐκ ἔστιν, ἅτε δὴ διαφοραῖς ἐν τῷ αὐτῷ εἴδει μένουσαι διωρισμέναι. Ἀλλὰ διὰ τί, φασίν, ἐν τοῖς πρός τι τάξας πρότερον τὴν ἕξιν καὶ τὴν διάθεσιν νῦν ἐν τῇ ποιότητι τάττει αὐτάς; ἢ πολλάκις εἴρηται πρὸς τοῦτο, ὡς οὐδὲν κωλύει τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο ὑπ’ ἄλλην τάττεσθαι κατηγορίαν ἢ καὶ μάλιστα ὑπὸ τὰ πρός τι καὶ ἄλλην τινά, εἴπερ οὐ καθ’ ἑαυτὰ ἐστιν τὰ πρός τι, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις ὑφέστηκεν. Αἰτιῶνται δέ τινες τὸν Ἀριστοτέλη τὴν διάθεσιν ἐπὶ τοῦ ὀλιγοχρονίου τάξαντα, τὴν συνήθειαν καὶ αὐτοὶ παραφέροντες ὡς τὸ πολυχρόνιον δηλοῦσαν, ὥσπερ καὶ αὐτὸς τὴν συνήθειαν ἐπὶ τῆς ἕξεως ἐμαρτύρατο· ἐπὶ γοῦν τῶν ἀδιαλλάκτων ἐχθρῶν λέγειν εἰώθαμεν ὅτι διάθεσις ἤδη γέγονεν καὶ ἐπὶ τῶν ἐσκιρρωμένων νόσων. ἀλλὰ τὴν μὲν συνήθειαν παραιτητέον ὡς οὐκ ἐν πᾶσιν τυγχάνουσαν τοῦ ἀληθοῦς· ἐν οἷς δὲ τυγχάνει, ἐν τούτοις μόνοις ἐπιμαρτύρεσθαι αὐτὴν ἄξιον. καὶ οὕτως τὴν διάθεσιν ἀντὶ τῆς ἕξεως εἰώθαμεν παραλαμβάνειν, ἐπειδὴ εἰς ἓν εἶδος ταῦτα συντέτακται. δηλοῖ δὲ ἡ διάθεσις θέσιν τινὰ κατ’ εἶδος, ἡ δὲ ἕξις ἐνέργειαν τοῦ ἔχοντος ἢ ἐχομένου, καὶ διὰ τοῦτο ἡ μὲν ἔστω εὐμετάπτωτος, ἡ δὲ δυσμόχλευτος. Εὔδωρος δὲ ἐγκαλεῖ ὅτι εἰπὼν ἴδιον εἶναι τῆς διαθέσεως τὸ εὐκίνητον φησὶ πάλιν † εἴπερ εἴδη αἱ ἕξεις καὶ διαθέσεις· “οὐκέτι γὰρ ἴδιον ἔσται τὸ εὐκίνητον τῆς διαθέσεως· καὶ γὰρ ἡ ἕξις εὐκίνητος ἔσται· καὶ γὰρ εἰ ἴδιον ζῴου ἦν τὸ λογικόν, οὐκ ἂν ἦν ὁ κύων ζῷον ἄλογος ὤν. καὶ εἰ πᾶσα ἕξις καὶ διάθεσις, οὐδεμία δὲ διάθεσις ἕξις, πῶς οὐ συναχθήσεται τὸ τὰς ἕξεις μὴ εἶναι ἕξεις;” πρὸς δὴ ταῦτα ῥητέον ὡς οὐ πάσης διαθέσεως ἴδιον Ἀριστοτέλης ἔφη τὸ εὐκίνητον, εἰ γὰρ ἡ μὲν γενική ἐστιν διάθεσις, ἡ δὲ εἰδική,2 καὶ ἡ μὲν εὐκίνητος ἡ κατὰ τὸ εἶδος θεωρουμένη, ἡ δὲ γενικὴ καὶ ταῖς εὐκινήτοις ὑπάρχει καὶ ταῖς δυσκινήτοις. καὶ ἔχει τινὰ καὶ ταῦτα λόγον, εἴ τις γένος ὑπολαμβάνοι τὴν διάθεσιν ἢ ὡς γένος· εἰ δέ τις ὡς ὅλης τῆς ἕξεως ἀπομερισμὸν τιθεὶς τὴν διάθεσιν ὡς ὑποδεεστέραν ἀποφαίνοιτο, πάλιν καὶ οὕτως ἔσται ἡ ἕξις διάθεσις, ὡς περιέχουσα τὴν διάθεσιν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ κατὰ τὰς ἀρετὰς διακεῖσθαι λεγόμεθα, καίτοι ἕξεις οὔσας. Ἀλλ’ ἐπειδὴ πολὺ μέρος εἰς ἀλήθειαν συμβάλλεται ἡ τῶν σημαινομένων διάκρισις, δεῖ καὶ ταῦτα ἐπὶ τῶν εἰρημένων ἔχοντά τινα ἀμφιβολίαν διαστείλασθαι. διχῶς τοίνυν λεγομένης τῆς ἀρετῆς παρ’ αὐτῷ, τῆς μὲν ἀτελοῦς, ἥτις λόγῳ μόνον ἢ ἔθει ἢ φύσει πρὸς τὸ καλῶς ἔχειν παρεσκεύασται (λόγῳ δὲ μόνῳ λέγω, ὡς εἰδέναι μὲν τὸ δέον,3 μήτε δὲ εἰθίσθαι μήτε πεφυκέναι πρὸς αὐτὸ καὶ διὰ τοῦτο τὰ τῆς Μηδείας φθέγγεσθαι· καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων), τῆς δὲ τελείας, ἣ τοῖς τρισὶ τούτοις ἀπήρτισται, δυσκίνητος ἀρετὴ νῦν λέγεται ἡ τελεία καὶ ἀπηρτισμένη τοῖς ὅλοις.

因为持久与否是别的事物的差异,而非性质的差异,但是无论处于何种状态的条件都足以提供具有性质,而持久保持则是附加的且来自外部的事物。’但是,如果持久、不易变动以及在同一的种内保持一致确实属于诸实体,或者指着宙斯发誓,属于实体的定义,那么在诸性质中,依循这些的差异又怎能不在一个种内构成具有某种相对于自身的差异、且绝非某种多余附加的性质之种呢?因为状态并非凭偶然的相异而比条件更为持久,而是因分有了某种不可改变且不可分解的力量。而这并非某种种的变异的附加,而是同一之种的完满性所固有的差异;这并非因诸条件是不完满的,而是因它们自身也具有分有同一之种的完满性的这样一种固有完满性。因为同样的事物,一些依条件而存在,一些依状态而存在;因为状态既非完全与条件停留于同一事物中(否则它就不会是条件之外的另一事物),亦非彻底脱离(否则状态就不会是带有附加的条件),而是依某种方式与条件相同,依某种方式则不相同,因为它们是由保持在同一之种内的诸差异所界定的。 ‘但是他们说,为何他先前把状态与条件列在关系者中,现在又将它们列在性质之中?’或者对此人们已屡次说明,完全不妨碍同一事物按不同的方面被列在不同的范畴之下,尤其是被列在关系者与某种其他范畴之下,如果关系者确实并非独立自存,而是在其他诸范畴中得以确立的话。 有些人还指责亚里士多德将条件安排给持续时间短暂者,他们自己也援引日常习惯用法,认为它指称持续时间长久者,正如他本人就状态援引日常习惯用法一样;至少在不可调和的仇敌以及硬化的疾病上,我们习惯说‘已经成为一种条件[固定状态]’。但是必须拒绝日常习惯用法,因它并非在一切事上都能达致真理;唯在它达致真理之处,才值得援引它为证。正因如此,我们习惯用条件来代替状态,因为这些被编排入同一个种。再者,条件表示按种的某种位置配置,而状态则表示拥有者或被拥有者的实现活动,因此就让前者是容易改变的,而后者是难以变动的吧。 欧多洛斯则提出指责,说亚里士多德既然说过容易变动是条件的固有特性,却又说……如果状态和条件确实是种的话:‘因为容易变动将不再是条件的固有特性;因为状态也将是容易变动的;因为如果理性是动物的固有特性,那么狗作为无理性的就不会是动物。而且如果每一个状态也是条件,而没有任何条件是状态,那么怎能不推导得出状态不是状态呢?’对此必须回答说,亚里士多德并非说容易变动是一切条件的固有特性;因为如果一者是属的条件,另一者是种的条件,那么按种被考察的条件是容易变动的,但属的条件则既属于容易变动者,也属于难以变动者。如果有人将条件理解为属或视作属,那么这些论说也具有某种合理性;但如果有人将条件设定为作为整体的状态的一个部分划分并表明它是较低等的,那么以此方式状态也将再次是条件,因它将条件包含在自身之中;因为甚至按照诸美德我们也说是处于某种条件中的,尽管美德是诸状态。 然而,既然对诸含义的区分对于真理有极大的助益,那么在已叙述的事物中具有某种歧义的这些事上也必须予以区分。因此在他那里美德被以两种方式述说:其一是不完满的美德,它仅凭理性,或凭习惯,或凭自然本性而被预备好走向良好状态(我所说的仅凭理性,是指虽知当行之事,但既未养成习惯亦非生来适合于此,并因此而吐露美狄亚的话:‘我虽明白我将行何等恶事,但激情胜过了我的筹划’);其二则是完满的美德,它是通过这三者而完备的;如今被称为难以变动的美德,正是完全完备的完满美德。

语法注3 条
  1. 5.3ἄλλου γὰρ διαφορὰ καὶ οὐ ποιότητος τὸ μόνιμον καὶ μή

    上一段末尾引述的普罗提诺疑难的结语部分。主语为 τὸ μόνιμον καὶ μή(持久与否),表语为 ἄλλου διαφορὰ καὶ οὐ ποιότητος(别的事物的差异而非性质的差异)。单引号(’)之后紧接着开始辛普利丘的反驳。

  2. 5.3εἰ γὰρ ἡ μὲν γενική ἐστιν διάθεσις, ἡ δὲ εἰδική

    条件从句,其归结分句在此有所省略,或由接续的 καὶ ἡ μὲν εὐκίνητος... 承接展开。通过“因为如果一者是属的条件,另一者是种的条件”这一假设,解明亚里士多德所说的“条件”的双重含义,以化解欧多洛斯的非难。

  3. 5.3λόγῳ δὲ μόνῳ λέγω, ὡς εἰδέναι μὲν τὸ δέον

    主句中用 λέγω(我说/意指),接续 ὡς+不定词(ὡς εἰδέναι)作为说明性补充,构成对前述短语的阐释与界定:“我所说的仅凭理性,是指虽知当行之事……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:235.29-237.16