- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:234.9-235.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修将处于运动和质变途中的受动与在种中静止的条件区分开来,在引用波菲利的见解后,驳斥了关于程度差异可构成种差的异议,并提出了普罗提诺的疑难。
μᾶλλον οὖν ῥητέον ὅτι κινήσει καὶ ἀλλοιώσει καὶ ἐκστάσει τοῦ ὑποκειμένου τὸ πάθος χαρακτηρίζεται, καὶ ἡ παθητικὴ ποιότης παραπλησίως, ὅταν ἡ κίνησις ἡ παθητικὴ δυσαπάλλακτος ὑπάρχῃ· ἡ μέντοι ὅρῳ καὶ πέρατι τοῦ εἴδους ἤδη κατέχεται καὶ τῆς κατὰ τὴν κίνησιν ἀνωμαλίας καὶ ἑτεροιώσεως πάντῃ κεχώρισται, διάθεσίς ἐστιν.1 ὁδὸς μὲν γάρ ἐστιν ἐπὶ τὸν λόγον ἥ τε ἄλλη κίνησις καὶ ἡ παθητική· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὸ εἶδος, ἵσταται καὶ παύεται πάσχον τε καὶ ἀλλοιούμενον. οὕτως οὖν ἡ αὐτὴ θερμότης, ὅταν μὲν ἐν τῷ ἀλλοιοῦσθαι μεταβάλλῃ, φανεῖται πάθος ἢ παθητικὴ ποιότης· ὅταν δὲ στῇ κατὰ τὸ εἶδος τῆς θερμότητος καὶ ψύξεως, ὁρίζεται ἐν τῷ τῆς διαθέσεως εἴδει, καὶ συμβαίνει οὕτως κατ’ αὐτὸν τὸν λόγον τῆς ποιότητος γίνεσθαι τὸ διάφορον, ἀλλ’ οὐχὶ κατά τινας ἔξωθεν οὐδὲν προσηκούσας αὐτῇ προσθήκας τῶν ὑποδεχομένων ἢ ἄλλων τινῶν τοιούτων, ἐπεὶ καὶ τῶν ἐν τῇ ψυχῇ φυσικῶν παθῶν τὰ μὲν πάθη ἐστίν, τὰ δὲ παθητικαὶ ποιότητες, ὡς αὐτὸς ἐρεῖ, καὶ οὐ δεῖ τῆς ψυχῆς ἐξοικίζειν ταῦτα, ἐπὶ δὲ τὸ σῶμα αὐτὰ μεταφέρειν. οὐ τοίνυν οὐδὲ ἡ διάθεσις μέν ἐστιν ἡ ἐπὶ τοσοῦτον κατάψυξις καὶ ἡ ἕξις ὁμοίως ἡ ἐπὶ πλέον οὖσα καὶ μονιμωτέρα, παθητικὴ δὲ ποιότης τὸ ψυχρὸν καὶ οὐχ ἡ κατάψυξις. τοὐναντίον γὰρ συμβαίνει κατά γε τοῦτον τὸν λόγον ἢ ὥσπερ τὸ ἀληθὲς ἔχει· ἡ μὲν γὰρ κατάψυξις καὶ θέρμανσις ἐν κινήσει μᾶλλον φέρεται, τὸ δὲ θερμὸν καὶ ψυχρὸν ἕστηκεν τοῖς εἴδεσιν. οὐκ ἔστιν οὖν ἡ κατάψυξις τοῦ πεπονθότος ποιότης, ἀλλὰ τοῦ πάσχοντος καὶ ἀλλοιουμένου, οὐδὲ ἡ ψυχρότης αὐτὸ τὸ γινόμενον πάθος, ἀλλὰ τὸ ἤδη γεγονός. ὁ δὲ Πορφύριος “ἡ πρόσκαιρος, φησί, θέρμανσις πάθος ἔχουσα ἆρά γε ἡ αὐτὴ ἂν εἴη τῇ διαθέσει; ἡ τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ τὸ θερμαίνεσθαι εἴη ἂν διάθεσις, τοῦ θερμαινομένου δὲ οὕτως ὡς μὴ ἂν δύνασθαι ἄλλο θερμᾶναι πάθος ἂν εἴη 〈ἡ〉 πρὸς καιρὸν καὶ ἐπ’ ὀλίγον θέρμανσις, ὥστε πάθους μὲν εἶναι ἐπίτασιν τὴν διάθεσιν, ἥτις ἂν εἴη καὶ παθητικὴ ποιότης, ἐπίτασιν δὲ τῆς διαθέσεως τὴν ἕξιν καὶ τὴν μάλιστα παθητικὴν ποιότητα’’. Εἰ δέ τινες ἐπιλαμβάνονται τῆς διαιρέσεως μὴ τὸ ἓν πολλὰ ποιούσης, ὅπερ ἔδει, ἀλλὰ πολλὰ συμφορούσης εἰς ἓν καὶ ἓν εἶδος τιθεμένης τῆς ἕξεως καὶ διαθέσεως, διότι τὸ μὲν ἐπιτείνεται, τὸ δὲ ἀνίεται μένον ἐν τῇ αὐτῇ ἰδιότητι, καὶ λέγοιεν δυνατὸν εἶναι καὶ κατ’ εἶδος διαφέροντά τινα μηδὲν κωλύειν ἔχειν τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον διαφορὰν καὶ παραδείγματα ἐπάγοιεν τὴν μέμψιν καὶ τὴν ὀργὴν καὶ τὸν θυμόν, ἅπερ φησὶν ὁ Θεόφραστος ἐν τῷ Περὶ παθῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον ἔχειν τὴν διαφορὰν καὶ μὴ εἶναι ὁμοειδῆ· ὁμοίως δὲ καὶ φιλία καὶ εὔνοια ἐπιτείνεται καὶ ἀνίεται καὶ ἄλλο εἶδος ἑκατέρα ἐστίν, ὠμότης τε καὶ θηριότης πρὸς ὀργὴν ἐπιθυμία τε καὶ ἔρως ὡσαύτως διέστηκεν, καὶ καθόλου τὰ δυσφημότερα τῶν παθῶν ἐπιτεινόμενα εἰς ἄλλο μεταβάλλει εἶδος — εἰ οὖν ταῦτα λέγοι〈εν〉, ῥητέον ὅτι εἰ τὸ μᾶλλον καὶ ἧττον κατὰ τὸ ἀόριστον ὑφίσταται τῆς ὕλης, πῶς ἂν εἶεν εἰδητικαὶ διαφοραὶ κατὰ μηδὲν ἄλλο τῆς διαστάσεως ὑφισταμένης; εἰ γὰρ ἦν τι ἄλλο τὸ διάφορον κατ’ εἶδος θεωρούμενον, ἐξ ἐκείνου ἂν μᾶλλον διωρίζετο καὶ οὐχὶ ἀπὸ μόνου τοῦ μᾶλλον καὶ ἧττον, ὥστε καὶ ὅταν ἐπὶ τῶν παθῶν λέγωνται, ὡς ἐπὶ ἐνύλων φύσεων ῥηθήσονται, τῶν ἀλογίστων παρατροπῶν οὖσαι παραλλαγαί, ὡς ἄδικος πῆχυς λέγεται τὸ ὅλον τοῦτο, οὐχ ὅτι πῆχυς καὶ ἄδικος.2 καὶ ἐνταῦθα οὖν ἀτάκτου καὶ ἐνύλου φύσεώς ἐστιν διαφορά, ἀλλ’ οὐχὶ καὶ κυρίως καὶ κατ’ εἶδος διαφορά· ὥσπερ γὰρ κοινωνίαι τινές εἰσιν τὴν διάκρισιν τῶν εἰδῶν ἐφ’ ἑαυταῖς φυλάσσουσαι, οἷον ἡ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ, οὕτως καὶ διαφοραὶ εἰσὶν ἐν τῷ αὐτῷ εἴδει μένουσαι, ὥσπερ αἱ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. Εἰς τοὐναντίον δὲ τούτοις ὁ Πλωτῖνος ἀπορῶν ‘εἰ κοινόν, φησίν, ἐστὶ πάσης ποιότητος τὸ εἶναι χαρακτῆρα ἔξωθεν οὐσίας καὶ τὸ ἐπιγινόμενον μετὰ τὴν οὐσίαν εἰς τὸ πῶς διακεῖσθαι τὸ ὑποκείμενον, διὰ τί πλείω εἴδη καταριθμεῖται ποιότητος ἕξις καὶ διάθεσις;
因此倒不如说,受动是以基础主体的运动、质变和偏离为特征的,而受动性性质同样是在受动性运动难以摆脱时如此被特征化的;然而,那已经为种的界限和终点所保有、且完全脱离了伴随运动的不规则性与变异的,则是条件。因为其他运动和受动性运动都是通向定义的道路;而一旦到达种,它就静止下来,并停止受动与质变。因此,同样的热,当它在质变中变化时,将表现为受动或受动性性质;而当它依热和冷的种静止下来时,就在条件的种中被界定,这样一来,差异是依性质本身的定义产生的,而不是依承受者或任何其他类似事物的任何来自外部、与它毫不相干的附加产生的;因为甚至在灵魂的自然受动中,也有一些是受动,一些是受动性性质,正如他自己将要说的那样,不可将这些从灵魂中驱逐并转移到身体上。因而,也绝非条件为达到这种程度的冷却,状态同样为更为巨大且更持久的冷却,而受动性性质则为冷而非冷却。因为根据这一论说,发生的情况恰恰与真相相反:因为冷却与加热更多是在运动中进行的,而热与冷则在各种中静止。因此,冷却不是已受动者的性质,而是正在受动与质变者的性质;冷也不是正在生成的受动本身,而是已经生成者。然而波菲利说:“具有受动的暂时的加热难道会与条件相同吗?对于拥有它并使另一物受到加热的身体而言,它将是条件;而对于以无法加热另一物的方式被加热者而言,那短暂且少量的加热则是受动,从而条件是受动的加强,它也将是受动性性质,而状态则是条件的加强,是最具受动性的性质。” 如果有人非难这一划分没有如其所应的那样化一为多,而是聚多为一,将状态与条件设定为一个种,因为一者加强而另一者在保持于同一种特性中的同时减弱;并且他们若说,即使某些在种上有差异的事物,也完全不妨碍它们具有依更多与更少的差异,并举出指摘、愤怒和激愤作为例子,这些就是泰奥弗拉斯托在《论受动》中所说的依更多与更少具有差异且不是同种的事物;同样友爱与善意也加强和减弱,且各自是不同的种,残忍和野蛮对于愤怒而言、欲望和情爱亦同样彼此区隔,并且大体上较受贬抑的受动在加强时会转变成另一个种——那么,如果他们这样说,就必须说:如果更多与更少是依质料的不确定性而成立的,那么当这种间距依非任何其他事物而成立时,如何能有种差呢?因为如果存在某种按种考察的其他差异,它倒更应由此来被界定,而非仅凭更多与更少;从而即使〔种差〕就受动而言被谈论,它们也将被作为在质料性自然本性上的事物被述说,乃是无理偏离的变异,正如这整个事物被称为‘不义的肘尺’,并非因它是肘尺且是不义的。因此在这里,差异也是无序且质料性的自然本性的差异,但并不是本义的且按种的差异;因为正如某些结合在自身中保留着种的区分(例如右和左),同样也有保持在同一种内的差异,正如那些依更多与更少的差异。普罗提诺则朝向相反的方向提出疑难说:“如果一切性质的共通之处在于,它是实体外部的特征,且是在实体之后就基础主体如何处于条件中而附随生成的,那么为何状态和条件被列举为性质的更多的种呢?”
- 5.3ἡ μέντοι ὅρῳ καὶ πέρατι τοῦ εἴδους ἤδη κατέχεται καὶ τῆς κατὰ τὴν κίνησιν ἀνωμαλίας καὶ ἑτεροιώσεως πάντῃ κεχώρισται, διάθεσίς ἐστιν
ἡ μέντοι 在此相当于承接上文性质(ποιότης)的实体化关系分句(相当于 ἥ μέντοι...“然而,那已经被种的界限所保有的性质”),作为主语连接主句谓语 διάθεσίς ἐστιν,与前文以运动界定受动的分句形成对比。
- 5.3οὐχ ὅτι πῆχυς καὶ ἄδικος
此处的省略句解释了“不义的肘尺”(ἄδικος πῆχυς)这一比喻:称其如此并不是因为它在定义上既是肘尺又是不义的,而是用以说明这整个称谓表达的是质料性的不规则偏差,并非真正的种差。
