← 辛普里丘

亚里士多德《范畴篇》注释

§232.24-234.8

素质的属与种及其与受动性质的区别

在考察了扬布利柯关于作为属与种的条件的讨论以及辛普里丘的见解后,本段记述了亚历山大将状态、条件与情感、受动性性质加以区分的灵魂论解答,以及随后的诠释家们对该解答的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3#4

Λέγει δὲ ὁ Ἰάμβλιχος, ὅτι “ἄν τις ἀπαιτήσῃ ἡμᾶς τὸν ὁρισμὸν τῆς ὡς ἐν γένει διαθέσεως καὶ τῆς ὡς ἐν εἴδει, ὥσπερ ἐπὶ τῆς δικαιοσύνης ἔχομεν ἀποδοῦναι ἄλλον μὲν λόγον τῆς ὡς ἐν γένει δικαιοσύνης, ἄλλον δὲ τῆς ὡς ἐν εἴδει, οὐκ ἂν ἔχοιμεν εἰπεῖν ἐπὶ τούτων τὸ διάφορον· οὔτε γὰρ τὸ ὀλιγοχρόνιον καὶ εὐκίνητον τῆς διαθέσεως οἷόν τε γένος εἶναι τοῦ πολυχρονίου καὶ δυσκινήτου, οὔτε ἄλλο τι δυνατὸν ἀναπλάττειν σημαινόμενον διατεῖνον ἐπίσης ἐπί τε τὸ ὀλιγοχρόνιον καὶ πολυχρόνιον”. τούτοις δὲ ἐφιστάνειν ἀξιῶ,1 πρῶτον μὲν ὅτι κἂν ᾖ τις διάθεσις ὡς γένος, οὐκ ἦν αὕτη ἡ ὀλιγοχρόνιος, ἀλλ’ ἄλλη τις ἀμφοῖν κοινὴ κατὰ τὸ διακεῖσθαι ὁπωσοῦν θεωρουμένη· ἔπειτα ὅτι τὸ ὁπωσοῦν διακείμενον κοινὸν ἂν εἴη τοῦ τε ἐμμόνως καὶ τοῦ εὐμεταβλήτως, ὥσπερ ἡ κατ’ ἀξίαν διανομὴ ἁπλῶς κοινή τίς ἐστιν τῆς τε πρὸς ἀνθρώπους καὶ τῆς πρὸς θεοὺς συμπλοκῆς, ὧν τὴν μὲν πρὸς ἀνθρώπους δικαιοσύνην εἰδικῶς καλοῦμεν, τὴν δὲ πρὸς θεοὺς ὁσιότητα. προστίθησιν δὲ καὶ ταῦτα ὁ Ἰάμβλιχος, ὅτι ἄλλος μὲν λόγος τῆς διαθέσεως οἷον Ἀριστοτέλης ὑποτείνει ἐν τοῖς Μετὰ τὰ φυσικά, ὃς δύναται κοινῶς διορίζεσθαι, καὶ ἄλλος οὗτος, 〈ὃς〉 τῆς κατὰ τὰ εἴδη διαθέσεως ἔχεται. εἰ μέντοι τις κατὰ χρόνον μόνον διακρίνοι τὰς διαφοράς, κατὰ τοῦτο ὀφείλει καὶ τὴν γενικὴν αὐτῶν ἀνευρεῖν ταὐτότητα, ὅπερ ἀδύνατον· ὀλιγοχρονίου γὰρ καὶ πολυχρονίου τίς ἂν εὑρεθείη κοινότης ὡς εἰδῶν γενικὴ κατ’ αὐτὴν μόνην τὴν τοῦ χρόνου ἰδιότητα καὶ τὴν τοῦ ἐν αὐτῷ ὄντος ποιοῦ σύστασιν; Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, “τί διαφέρει ἡ διάθεσις αὕτη καὶ ἡ ἕξις ὧν μετ’ ὀλίγον ἐρεῖ παθῶν καὶ παθητικῶν ποιοτήτων.2 ἡ γὰρ θερμότης ὅταν εὐμετάβολος ᾖ, πάθος φησὶν αὐτὴν εἶναι, τὸ δὲ εὐμετάβολον διάθεσιν νῦν καλεῖ· χρονιζόμενα δὲ τὰ πάθη παθητικὰς γενέσθαι ποιότητάς φησιν, τὰ δὲ χρονιζόμενα καὶ δυσκίνητα ἕξεις νῦν καλεῖ. τίνι οὖν διαφέρουσιν αἱ ἕξεις αὗται καὶ διαθέσεις τῶν παθητικῶν ἐκείνων ποιοτήτων καὶ τῶν παθῶν;” λύων δὲ τὴν τοιαύτην ζήτησιν αὐτός “μήποτε, φησίν, τὴν ἕξιν καὶ τὴν διάθεσιν ἐπὶ ταῖς τῆς ψυχῆς ποιότησιν, ὅσαι ἐπίκτητοι καὶ ἔξωθεν καὶ διὰ διδασκαλίας ἐγγίνονται, χρὴ τάττειν”. ἐπεὶ δὲ ἐνίστατο αὐτῷ τὰ τῆς διαθέσεως παραδείγματα, θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγίεια, οὐκ ὄντα ψυχικά, κοινότερον αὐτόν φησι τοῖς παραδείγμασι χρήσασθαι, “ἢ τὸ οἷον θερμότης λέγοι ἂν ὡς ἴσον τῷ ‘οἷον ὡς θερμότης’· ὡς γὰρ ταῦτα εὐκίνητα, οὕτως καὶ ἡ διάθεσις”. ταύτην δὲ τὴν λύσιν οὐκ ἀποδέχονται οἱ μετ’ αὐτὸν ἐξηγηταί, ἀλλὰ πρῶτον μὲν θαυμάζουσιν, εἴ τινας ἰδίας ἕξεις καὶ διαθέσεις ταῖς ψυχαῖς ἀφορίζεται ἀσυμφώνως τῷ Ἀριστοτέλει καὶ μὴ κοινὰς αὐτὰς ποιεῖ εἶναι καὶ τοῦ ἔχοντος· ἔπειτα, πῶς οὐχὶ καὶ ἐπὶ τοῦ σώματος τὰς ἕξεις ἀκούει καὶ διαθέσεις, ὅταν εἰδοποιοί τινες διαφοραὶ γίνωνται κατὰ τὸ σῶμα, ὡς τὸ λευκὸν τῆς χιόνος συμπληρωτικόν τε αὐτῆς ἐστιν τοῦ λόγου καὶ ἕξιν ἐν αὐτῇ ἐμποιεῖ τῆς λευκότητος; εἰ μὴ ἄρα ἐπίκτητον εἶναι καὶ τὴν ἕξιν δεῖ, ἀλλ’ οὐ συμφυῆ, καὶ εἴη ἂν ἕξις κατὰ τὸ λευκὸν ἡ τοῦ λευκανθέντος μονίμως λίνου διάθεσις. βιάζεται δέ, φασίν, καὶ τὰ παραδείγματα τοῦ Ἀριστοτέλους τὰ κυρίως εἰρημένα ἐν ἀκριβεῖ καὶ ἀκροαματικῷ βιβλίῳ μὴ κυρίως εἰρῆσθαι λέγων, καὶ παρεξηγεῖται τὸ οἷον ἡ θερμότης ἴσον νομίζων τῷ ‘οἷον ὡς θερμότης’, ἵνα ὥσπερ ταῦτα εὐκίνητα, οὕτως καὶ τὰς διαθέσεις τὰς ἐν τῇ ψυχῇ εὐκινήτους λαμβάνωμεν. παρὰ πόδας γὰρ ἔχει ταῦτα τὸν ἔλεγχον·3 καὶ γὰρ ἐπὶ τῶν ἕξεων, ἃς αὐτὸς εἶναί φησιν τῆς ψυχῆς, οἷον ἡ δικαιοσύνη λέγει. δεῖ τοίνυν μὴ οὕτως διορίζειν ταῦτα, ὡς τῶν ἐν τοῖς σώμασιν τὰ μὲν εὐκίνητα πάθη εἶναι, τὰ δὲ δυσκίνητα παθητικὰς ποιότητας, τῶν δὲ ἐν τῇ ψυχῇ ἐπικτήτων ποιοτήτων τὰ μὲν εὐκίνητα διαθέσεις, ἕξεις δὲ εἶναι τὰ δυσκίνητα, ἐπεὶ οὕτω γε οὐκ αὐτὸν τὸν λόγον τῆς ποιότητος εἰς εἴδη διαιροῦμεν, καθ’ ὅσον ἐστὶ ποιότης, ἀλλὰ παρὰ τὰ ἐν οἷς ὑποκειμένοις ἐγγίνεται τὴν διαφορὰν αὐτῶν ποιησόμεθα.

但扬布利柯说:“如果有人要求我们给出作为属的条件和作为种的条件的定义,正如在正义上我们能够提出作为属的正义的这一定义以及作为种的正义的这另一定义那样,我们却无法就这些[条件]说出其差别;因为短时期的且易动的条件既不可能成为长期的且难动的属,也不可能虚构出同样延及于短时期与长期的任何其他含义。”但我认为应当对这些点提请注意:首先,即使有某种作为属的条件,它也不是这短时期的条件,而是在依任何方式处于条件中这一方面被考察的、对二者共通的某种另一条件;其次,依任何方式处于条件中,对于持久地处于条件中和易变地处于条件中而言都应当是共通的,正如按配当分配对于与人的关系和与神的关系二者直接是共通的某种东西,其中我们把对人的关系依种称为正义,把对神的关系称为虔敬。扬布利柯还补充了这些:即正如亚里士多德在《形而上学》中所提示的那样,能够被共通界定的条件的定义是一回事,而关涉按种的条件的这一定义则是另一回事。然而,若有人仅依时间来区分这些差异,他就应当据此亦找出它们在属上的同一性,但这乃是不可能的;因为仅依时间本身的特性以及存在于其中的性质的构成,短时期与长期作为种,如何能找到某种属上的共通性呢? 亚历山大则探讨道:“这一条件与状态,与他不久后将要谈论的情感和受动性性质究竟有何不同?因为当热是易变的,他说它是情感,但如今他将易变之物称为条件;他说持久的情感变成了受动性性质,但如今他将持久且难动之物称为状态。那么,这些状态与条件究竟凭什么不同于那些受动性性质与情感呢?”他自己解决这一探讨时说:“或许应当把状态与条件归于灵魂的性质,只要它们是通过教导后天从外部产生的。”但当条件的例子(热、冷、疾病和健康)这些并非灵魂的事物向他提出质疑时,他说亚里士多德是较为宽泛地使用了这些例子,“或者说‘例如热’相当于‘例如像热那样’;因为正如这些是易动的,条件亦是如此。”然而在他之后的诠释家们并不接受这一解答,而是首先感到诧异,他为何与亚里士多德不一致地为灵魂划定某些特有的状态与条件,而不使它们亦共通于拥有者;其次,当身体上产生某种种差时,为何他不把身体上的情形亦理解为状态与条件,正如雪的白既充实了雪的定义,又在其中产生了白的状态?除非状态必须是后天的而非先天的,从而白的状态将是持久变白的亚麻布的条件。他们还说,他曲解了亚里士多德在一部精确且专深的著作中本义述说的例子,声称它们不是本义述说的,并且误解了“例如热”,认为它等同于“例如像热那样”,以便使我们把灵魂中的条件亦理解为像这些例子一样是易动的。因为这些论断当场便遭到了反驳;因为即便对于他自己说是属于灵魂的状态,亚里士多德亦说了“例如正义”。因此,不应当这样来界定这些事物,以为身体中的事物中易动的是情感、难动的是受动性性质,而灵魂中的后天性质中易动的是条件、难动的是状态;因为若如此,我们便不是在性质作为性质的限度内将性质本身的定义划分为种,而是依它们在其中产生的基础主体来造成它们的差异了。

语法注3 条
  1. 5.3τούτοις δὲ ἐφιστάνειν ἀξιῶ

    动词 ἐφιστάνειν 在此为省略了宾语 τὸν νοῦν(心思/注意力)的惯用表达,意为“我认为应当对这些提请注意/予以考察”,主语为诠释家辛普里丘本人。

  2. 5.3ὧν μετ’ ὀλίγον ἐρεῖ παθῶν καὶ παθητικῶν ποιοτήτων

    先行词 τούτων τῶν παθῶν... 被卷入关系从句内部,关系代词 ὧν 亦受先行词所需格(由 διαφέρει 所支配的属格)的吸引(关系代词吸引)。基本构架为 τί διαφέρει ἡ διάθεσις αὕτη καὶ ἡ ἕξις τούτων τῶν παθῶν ἃ μετ’ ὀλίγον ἐρεῖ。

  3. 5.3παρὰ πόδας γὰρ ἔχει ταῦτα τὸν ἔλεγχον

    短语 παρὰ πόδας 是意为“在脚边、立刻、当场”的惯用短语。主语 ταῦτα(这些主张)当场具有其反驳(ἔλεγχος),表明该论点显然是不攻自破的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:232.24-234.8