- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:231.6-232.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对尼科斯特拉托斯指责亚里士多德在提出性质的“一个种”后却列出状态与条件两项的批评,辛普里丘结合叙利亚努斯与扬布利柯的观点,驳斥了将条件视为属的解释,论证二者同属一个种,仅在质料与时间上有差异。
τινὲς μὲν οὖν ἐξ ἀνειμένων ἐπετάθησαν, ὡς αἱ τῶν τεχνῶν ἀναλήψεις ἀπὸ τῆς ἀνειμένης ποιότητος εἰς τὴν πάγιον, τινὲς δὲ οὐδὲ ἐπετάθησαν, ἀλλὰ κατὰ μεταβολὴν πρώτως ὑπέστησαν, ὡς τὸ γάλα μεταβαλὸν καὶ οὐκ ἐπιταθὲν τυρὸς ἐγένετο καὶ ὁ πηλὸς κέραμος καὶ ὁ οἶνος ὄξος. ὥστε οὐ γένος ἡ διάθεσις”. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος γέγραφεν. ὁ δὲ Συριανός φησιν· “ἔστιν τὸ πρῶτον εἶδος τῆς ποιότητος διάθεσις· ταύτης δὲ τὸ μὲν ἕξις, τὸ δὲ διάθεσις ὁμωνύμως τῷ γένει”. μήποτε δὲ οὐδὲ γένος ὅλως ἐστὶν ἡ κοινὴ διάθεσις τῆς ἀντικειμένης τῇ ἕξει, ἀλλ’ ὁμώνυμοι μόνον εἰσίν, τῆς μὲν κοινῆς κατὰ τὸ διακεῖσθαί πως λεγομένης, τῆς δὲ ἰδίας κατὰ τὸ μόνον διακεῖσθαι·1 τῷ γὰρ μὴ βεβαίως, ἀλλὰ μόνον διακεῖσθαι, τούτῳ καὶ εὐαπόβλητός ἐστιν ἡ διάθεσις. ἄλλο δέ ἐστιν τὸ διακεῖσθαι πως, εἴτε μονίμως εἴτε εὐμεταβλήτως, καὶ ἄλλο τὸ μόνον διακεῖσθαι· εἰ δὲ ἦν γένος ἡ διάθεσις ἐκείνη ταύτης, ἔμελλεν καὶ αὕτη ὁπωσοῦν διακεῖσθαι, νῦν δὲ εὐαπόβλητός ἐστι μόνως. Αἰτιᾶται δὲ ὁ Νικόστρατος, ὅτι εἰπὼν ἓν εἶδος ποιότητος οὐχ ἓν ἐπήγαγεν, ἀλλὰ δύο, τήν τε ἕξιν καὶ τὴν διάθεσιν. ἀγνοεῖ δέ, φασίν, ὅτι τὸ ἓν εἶδος τὴν διάθεσιν λαμβάνει, ὑφ’ ὃ τάττει τὴν ἕξιν καὶ τὴν διάθεσιν τὴν ὁμώνυμον τῷ κοινῷ, ὥσπερ ὑπὸ τὴν κοινὴν δικαιοσύνην ἥ τε μερικωτέρα δικαιοσύνη τέτακται καὶ ἡ ὁσιότης. καὶ ἐνταῦθα ὁ Ἰάμβλιχος τὴν μὲν τινα διάθεσιν ἐν γένει φησὶν καὶ κοινήν, τὴν δὲ ἐν εἴδει, οὐχ ὅτι γένος κυρίως εἶναι βούλεται, ἀλλὰ τὴν κοινὴν γένος καλῶν. καὶ κατ’ ἄλλον δὲ τρόπον λύων τὴν ἀπορίαν ὁ Ἰάμβλιχός φησιν ἓν εἶδος εἶναι ἄμφω τὴν ἕξιν καὶ τὴν διάθεσιν· οὐ γὰρ ἔχουσι τοὺς γενικοὺς καὶ εἰδικοὺς λόγους πρὸς ἀλλήλας χρόνῳ μόνῳ καὶ τῷ εὐμεταβόλῳ καὶ δυσμεταβόλῳ διαφέρουσαι· διὸ καὶ ἐν τῷ αὐτῷ εἴδει θεωροῦνται καὶ οὐδετέρα αὐτῶν προέχει τῆς λοιπῆς. καὶ ὑπομιμνήσκει τοῦ καθόλου διορισμοῦ, ὃν Ἀριστοτέλης διωρίσατο, πότε εἰς ἄλλο εἶδος ἡ φαινομένη παραλλαγὴ μεθίσταται καὶ πότε ἐν ἑνὶ ποιεῖται τὴν μετάστασιν, τὰς μὲν κατὰ τὸ σῶμα καὶ τὴν ὕλην ἑτερότητας μὴ παραλαμβάνων εἰς εἰδοποιοὺς διαφοράς,2 τὰς δὲ κατὰ τοὺς λόγους μόνας εἰς ἐξαλλαγὴν τῶν εἰδῶν παραλαμβάνων· διὸ τὸ ἄρρεν καὶ τὸ θῆλυ καίτοι πολλὴν ἔχοντα διαφορὰν κατά τε τὰς ἄλλας ἐνεργείας καὶ τὰς γεννήσεις ὅμως κατὰ τὸ εἶδος οὐ βούλεται διαφέρειν οὐδὲ τὸν λευκὸν ἄνθρωπον τοῦ μέλανος οὐδὲ ἂν κατὰ χρόνον γένηταί τις διαφορά, οἷον εἴ τινες ἐν ὄρεσιν οἰκοῦντες πολυχρονιώτεροί εἰσιν, ὥσπερ οἱ Ἀκροθωῖται λέγονται, ἢ ἐν ἕλεσιν ὀλιγοχρονιώτεροι· οὐ γὰρ ἡ κατὰ χρόνον παραλλαγὴ εἶδος ἕτερον ἀνθρώπων ἀπεργάζεται, ἀλλὰ μένει τὸ αὐτὸ εἶδος περιέχον τὰς κατὰ χρόνον διαφοράς. καὶ ἐπὶ τῆς ἕξεως οὖν καὶ διαθέσεως ἡ ἐπίτασις καὶ ἡ ἄνεσις ὑλικωτέρα, ἀλλ’ οὐ κατὰ τὸ εἶδος ἐμποιεῖ διαφοράν· ἡ γὰρ τοῦ μᾶλλον καὶ τοῦ ἧττον ἀοριστία ἀπὸ τῆς ὕλης ἐμφύεται. καὶ ἡ κατὰ χρόνον δὲ ἔκτασις καὶ συστολὴ ἀλλοτρίως ἔχει πρὸς εἰδοποιίαν· οὐδὲ γὰρ ἐμποιεῖ κατ’ εἶδος διαφοράν· οὐδὲ γὰρ συμπληροῖ ὁ χρόνος τὴν τοῦ εἴδους διέξοδον, ἀλλ’ ὑπηρετεῖ μόνον αὐτῷ πρὸς τὴν τῆς ζωῆς παράτασιν. καὶ ἡ λέξις δὲ τοῦ Ἀριστοτέλους ἀκριβῶς προενεχθεῖσα λύει τὴν ἀπορίαν· οὐ γὰρ εἶπεν ἓν γένος, ἀλλ’ ἓν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν. πάλιν δὲ κατὰ συμπλοκὴν εἴρηται ἕξις καὶ διάθεσις, ὡς ἐν ταὐτῷ εἴδει ὑφεστηκυῖαι, ἀλλ’ οὐχ ὡς ἀντιτιθέμεναι ἐν ἑτέρῳ καὶ ἑτέρῳ εἴδει. τρίτον οὐδαμοῦ τῆς διαθέσεως μνημονεύει ὡς διχῶς λεγομένης γενικῶς τε καὶ εἰδικῶς· οὐδὲ γὰρ πέφυκε γένος ποιεῖν ἡ τοῦ ἀνειμένου καὶ ὀλιγοχρονίου παραλλαγή, ἵνα γένος οὕτως νομίζοιτο ἡ διάθεσις. καὶ τελευταῖον δὲ τὰς διαφορὰς αὐτῶν παραδεικνὺς τῷ μονίμῳ καὶ πολυχρονίῳ καὶ τοῖς ἀντικειμένοις αὐτὰ χαρακτηρίζει, ἅπερ εἰδητικὰς διαφορὰς οὐ βούλεται ποιεῖν.
因此,有些性质是从减弱之物中被加强的,正如技艺从减弱的性质进到固定的性质的修得,而另一些性质甚至不是被加强的,而是通过转变直接生成的,正如牛奶经过转变而非被加强变为了奶酪,黏土变为了陶器,葡萄酒变为了醋。因此条件并非一个属。”扬布利柯便写下了这些话。 叙利亚努斯则说:“性质的第一种是条件;而在此之中,一部分是状态,另一部分是与属同名的条件。”然而,对于与状态相对立的条件而言,共通的条件或许根本不是属,而仅仅是同名异义的,共通的条件是依以某种方式处于条件中而被述说,特殊的条件则是依仅仅处于条件中而被述说;因为依非稳固地、而是仅仅处于条件中,由此条件亦是易于丧失的。而以某种方式(无论持久地还是易变地)处于条件中是一回事,仅仅处于条件中则是另一回事;因为如果那个条件是这个条件的属,那么这个条件亦当无论如何处于条件中,但如今它仅仅是易于丧失的。 尼科斯特拉托斯指责说,亚里士多德在说出性质的一个种之后,引出的不是一个,而是两个,即状态与条件。但人们说,他未曾认识到亚里士多德是将条件作为那一个种来接受的,并在其下安排了状态以及与共通之物同名的条件,正如在共通的正义之下安排了较为特殊的正义与虔敬那样。在此扬布利柯亦说某种条件是在属上的且是共通的,而另一种条件是在种上的,这并非因为他主张它是严格意义上的属,而是将共通之物称为属。 扬布利柯以另一种方式解决这个疑难,说状态与条件二者是一个种;因为它们并不具有彼此相对的属的定义和种的定义,仅仅依时间以及易变与难变而有所不同;因此它们亦在同一个种中被考察,且二者皆不优先于另一者。他还提醒人们注意亚里士多德所确立的普遍界说,即显现出的差异何时过渡到另一个种,何时在一个种之内产生转变:他不把依身体和质料的差异作为种差来采纳,而仅仅把依定义的差异作为种的变易来采纳;因此雄性与雌性尽管在其他现实活动与生育方面具有极大差异,但他依然不认为它们依种而不同,白人与黑人亦然,即使依时间产生了某种差异亦然,例如若是居住在山地的人更为长寿(正如据说阿克洛索伊人那样),或是居住在沼泽的人更为短寿;因为依时间的差异并不会造成人类的另一个种,而是同一个种包容了依时间的差异而保持不变。因此在状态与条件上,加强与减弱亦是较为质料性的,并不会依种造成差异;因为或多或少的无定性是从质料中产生的。依时间的延展与缩短对于成种亦是无关的;因为这亦不造成依种的差异;因为时间并不补足种的展开,而仅仅在延续生命方面为种服务。亚里士多德被精确表达的文句亦解决了这一疑难;因为他并未说一个属,而是说让状态与条件被称为性质的一个种。再者,状态与条件是连结着被述说的,作为在同一个种中确立的存在,而非作为在不同种中对立的存在。第三,他绝未提及条件以属和种两种方式被双重地述说;因为减弱与短时期的差异并不天然造成属,以至于条件会因此被认为是属。最后,他在展示它们的差异时,用持久的、长期的以及与它们相对立的事物来表征它们,而这些并非他意图用来构成种差的事物。
- 5.3τῆς μὲν κοινῆς κατὰ τὸ διακεῖσθαί πως λεγομένης, τῆς δὲ ἰδίας κατὰ τὸ μόνον διακεῖσθαι
在对比性的独立属格结构(τῆς μὲν... τῆς δὲ...)中,介词 κατά 分别接名词化不定式 τὸ διακεῖσθαί πως 和 τὸ μόνον διακεῖσθαι。此处 πως(以某种方式)表示涵括状态在内的广义条件状态,而 μόνον(仅仅)则将其限定为不带持久固定性的狭义条件状态。
- 5.3τὰς μὲν κατὰ τὸ σῶμα καὶ τὴν ὕλην ἑτερότητας μὴ παραλαμβάνων εἰς εἰδοποιοὺς διαφοράς
分词 παραλαμβάνων 在句法上既可看作与主句主语扬布利柯(ὁ Ἰάμβλιχος)一致,描述其重提界说时的方式,亦可自然地理解为阐释关系从句主语亚里士多德(διωρίσατο 的主语)在做出普遍界说时所采取的标准。各语言译文均统一按后一种理解处理,即表述亚里士多德确立界说时的判定准则。
