← 辛普里丘

亚里士多德《范畴篇》注释

§229.21-231.6

状态与条件的范例及其相互关系

辛普里丘依据亚里士多德(8b26)考察了状态(德性、科学、技艺)与条件(热、冷、疾病、健康)的具体范例,列举了因外因而丧失科学的实例,并引用扬布利柯关于条件并非状态之属的论证以阐明两者的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3#2

ἔστω δὲ ἕξεως μὲν παράδειγμα αἱ τέχναι καὶ ἐπιστῆμαι καὶ ἀρεταί· πᾶσαι γὰρ δυσκίνητοι καὶ τὸ μόνιμον ἔχουσαι, ἐὰν μὴ ὑπὸ νόσου ἢ ἄλλου τοιούτου ἢ ὑπὸ συνεχοῦς ῥᾳθυμίας ἐκκρουσθῶσιν. αἱ μέντοι ἀρεταὶ καὶ ἔτι μονιμώτεραι, διότι κατὰ πᾶσαν ἐνέργειαν ταύταις χρώμεθα, οὐ μέντοι ταῖς τέχναις, καὶ διότι ἐν προαιρέσεσιν αἱ ἀρεταὶ καὶ τῷ ἐφ’ ἡμῖν, οὐκέτι δὲ αἱ τέχναι. αὐτὸς δὲ πάσας τὰς τέχνας ἐπιστήμας νῦν προσηγόρευσεν κατά τι κοινὸν τῆς ἐπιστήμης σημαινόμενον. τῶν δὲ δυσκινήτων τὴν ἐπιστήμην φησίν, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ,1 τοῦ μετρίως οὐ τὸ ἐπιπόλαιον δηλοῦντος (οὐδὲ γὰρ ἐπιστήμη οὐδὲ ἕξις τὸ τοιοῦτον), ἀλλ’ ἐπεί εἰσί τινες τῶν ἐπιστημῶν οὐ πάνυ ἀποδεικτικαὶ καὶ διὰ τοῦτο οὐδὲ κυρίως ἐπιστῆμαι, ὡς τὰς μαθηματικὰς ἀπέδειξεν ὁ Πλάτων, λέγει ὅτι καὶ οἱ τοιαύτην ἐπιστήμην ἀναλαβόντες δυσκίνητοί εἰσιν, καὶ εἴη ἂν τὸ μετρίως ἴσον τῷ ‘μετρίαν οὖσαν’ ἐπιστήμην. μήποτε δὲ καὶ ἐν τῇ ἐπιστήμῃ ἔστιν τις ἐπίτασις καὶ ἄνεσις,2 ὥσπερ καὶ ἐν τῇ ἕξει καὶ τῇ διαθέσει· κἂν μὴ κατὰ τὸ ἄκρον οὖν 〈τις εἴη〉 τῆς ἐπιστήμης, ἀλλὰ μετρίως αὐτὴν ἔχοι, ὡς ἐπιστήμων εἶναι, καὶ οὕτως δυσκίνητος ἡ ἐπιστήμη, ἐάνπερ μὴ μεγάλη γένηται μεταβολὴ ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου. καὶ γὰρ νοσήσαντές τινες ἀπέβαλον τὰς ἐπιστήμας, ὥσπερ ἐφ’ ἡμῶν ἐν Παλαιστίνῃ προκεκοφώς τις ἐν λόγοις ἤδη καὶ νοσήσας πάντων ἐπελάθετο, ὡς δεηθῆναι μετὰ τὴν ἀνάληψιν αὖθις εἰς γραμματιστοῦ φοιτῆσαι. καὶ ὑπ’ ἄλλου δὲ αἰτίου συμβαίνει τοῦτο, ὡς ἐπὶ τοῦ πληγέντος τὴν κεφαλήν· καὶ ὑπὸ φαρμάκων δὲ ἐπιλαθέσθαι συνέβη πάντων, ὡς τοῖς μετὰ Ἀντωνίου τοῦ Ῥωμαίων στρατηγοῦ Πάρθοις πολεμοῦσιν συνέβη ἐπὶ βοτάνης τινὸς ἐδωδῇ, ὡς Ἀρριανὸς ἱστόρησεν ἐν τοῖς Παρθικοῖς, πλὴν ὅτι ἐκεῖνοι χρόνῳ πάλιν ἀπεκατέστησαν εἰς τὸ κατὰ φύσιν, ὅσοι περιεσώθησαν οἰνελαίου πόματος εὐπορήσαντες· τοῦτο γὰρ ἐκ περιπτώσεως ηὑρέθη τοῦ πάθους βοήθημα. ὡσαύτως δὲ καὶ τὰς ἀρετὰς μὴ εἶναι εὐκινήτους φησίν, οὐχ ὅτι ὁμοίως ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἔχουσι τὸ δυσκίνητον (βεβαιότεραι γὰρ ἐκείνων εἰσίν), ἀλλ’ ὅτι καὶ αὗται οὐκ εὐκίνητοι· τὸ δὲ βεβαιότερον ἔχουσιν, ὡς εἴρηται, διὰ τὸ πανταχοῦ τὴν χρῆσιν αὐτῶν καὶ τὴν ἐνέργειαν παραλαμβάνεσθαι ἐν παντὶ τόπῳ καὶ παντὶ καιρῷ καὶ πάσῃ ἐνεργείᾳ καὶ πάσῃ τοῦ βίου περιστάσει. διαθέσεως δὲ παράδειγμα τίθησιν θερμότητα, οὐ τὴν φυσικὴν οἵα ἡ τοῦ πυρός, ἀλλὰ τὴν ἐπίκτητον οἵα ἡ τοῦ θερμαινομένου ὕδατος, καὶ ψύξιν, οὐ τὴν τῆς χιόνος, ἀλλὰ τὴν τῶν προσκαίρως ψυχομένων σωμάτων, αἵτινες καὶ ἀφίστανται. καὶ ἡ νόσος δὲ καὶ ἡ ὑγίεια εὐκίνητα· ταχὺ γὰρ καὶ ταῦτα μεταβάλλει ἐπὶ τὸ ἐναντίον, εἰ μή τις διὰ χρόνου πλῆθος φυσιωθείη ἐν τούτοις, τῆς τε νόσου ἀνιάτου γενομένης καὶ τῆς ὑγιείας δυσαποβλήτου, ὅτε οὔτε διαθέσεις, ἀλλ’ ἕξεις ἤδη προσήκει τὰς τοιαύτας καλεῖν. ὅτι δὲ αἱ μόνιμοι ποιότητες ἕξεις εἰσίν, πιστοῦται ἀπὸ τῆς συνηθείας· τοὺς γὰρ μὴ κατέχοντας τὰ θεωρήματα, ἀλλ’ εὐμεταπτώτους οὔ φασιν ἕξιν ἔχειν, καίτοι διάκεινταί πως κατὰ τὴν ἐπιστήμην· διακεῖσθαι γὰρ λέγονται οἱ εὐμετάπτωτοι. “Δεῖ δὲ μὴ νομίζειν γένος τὴν διάθεσιν τῆς ἕξεως, φησὶν Ἰάμβλιχος· πάντως μὲν γὰρ εἰδοποιὸν διαφορὰν προσιέναι δεῖ τῷ γένει εἰς τὴν τῶν εἰδῶν σύστασιν, οὐδεμία δὲ τοιαύτη πρόσεισιν, ὅταν ἡ ἀπαγὴς ποιότης πεπηγυῖα γένηται. πῶς οὖν εἶπεν ὅτι εἰσὶν αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ διαθέσεις δὲ οὐ πάντως ἕξεις; τοῦτο γὰρ τὰ γένη πρὸς τὰ εἴδη πεπονθέναι δοκεῖ. ἀλλὰ τὰ μὲν γένη, φησίν, τοῦτο πέπονθεν πρὸς τὰ εἴδη τῷ ἐπὶ πλέον τὰ γένη λέγεσθαι τῶν εἰδῶν,3 αἱ μέντοι ἕξεις οὐ διὰ τοῦτο πάντως διαθέσεις τῷ ἐπὶ πλέον αὐτῶν λέγεσθαι τὴν διάθεσιν, ἀλλ’ ὅτι ὁ μὲν ἐν ἕξει ὢν διάκειται κατὰ τὴν ἑκτικὴν ποιότητα, ὁ δὲ κατὰ ποιότητα διακείμενος οὐ πάντως καθ’ ἕξιν τὴν ποιότητα διακειμένην ἔχει· οὐ γὰρ δήπου ἡ γλαυκότης καὶ σιμότης κατ’ ἐπίτασιν τὸ πρῶτον ὑπέστη, διάκεινται μέντοι οἱ γλαυκοὶ καὶ οἱ σιμοί.

且让技艺、科学与德性作为状态的范例;因为所有这些都是难以动摇且具有持久性的,除非它们被疾病或其他类似之物,或者被持续的怠惰所驱除。然而德性还要更加持久,因为我们在每项活动中都使用它们,却不这样使用技艺,并且因为德性在于抉择和取决于我们的事物,而技艺则不再如此。他本人如今依据科学的某种共通含义,将一切技艺统称为科学。他说,即使有人“适度地”掌握了科学,科学亦属于难以动摇之物,其中“适度地”并不表示肤浅(因为此类事物既非科学亦非状态);相反,由于某些科学并非完全是论证性的,因此亦非严格意义上的科学(正如柏拉图论证数学诸学科那样),他是说掌握了此类科学的人亦是难以动摇的,而“适度地”当等同于科学“作为中度的”。抑或在科学中亦存在某种加强与减弱,正如在状态与条件中那样;因此即使有人[不在]科学的顶峰,而是适度地拥有它以至于成为有知识者,只要不因疾病或其他类似原因发生巨大转变,科学同样是难以动摇的。因为确实有些人因患病而丧失了科学,正如在我们这个时代在巴勒斯坦,某个在修辞学问上已取得进展的人因患病而遗忘了所有事情,以至于在康复之后需要再次前往初等字学教师那里上学。这种情况亦由其他原因引起,如头部受创者的情况;亦曾发生过因药物而遗忘所有事情的情况,正如阿利安在《帕提亚史》中所记载的那样,在罗马将帅安东尼麾下与帕提亚人交战的士兵在食用了某种草药后发生了这种情况,只是那些通过获得油浸葡萄酒饮料而幸存的人,随着时间的推移又重新恢复到了自然状态;因为这种饮料是机缘巧合下被发现作为对抗病痛的救助之物。同样,他说德性不易动摇,并非因为它们像技艺与科学那样具有难以动摇性(因为它们比那些更加坚固),而是因为它们亦不易动摇;正如已说过的,它们之所以具有更加坚固的特性,是因为在一切处所、一切时间、一切活动以及生命的每种境遇中,它们的应用与现实活动都处处被采用。作为条件的范例,他提出了热,并非如火的热那样的自然之热,而是如被加热之水的热那样的后天之热,以及冷,并非雪的冷,而是暂时被冷却的物体的冷,它们亦会消退。疾病与健康亦是易于动摇的;因为这些亦迅速向对立面转变,除非有人因时间长久而同化于其中,疾病变为不治之症而健康变得难以丧失,此时将此类事物不再称为条件而称为状态才是恰当的。持久的性质是状态,这一点亦由日常惯用法所证实;因为对于那些未能牢记定理而易于转变的人,人们说他们不具有状态,尽管他们在科学方面以某种方式处于条件中;因为易于转变的人被说成是处于条件中的。“扬布利柯说:切不可认为条件是状态的属;因为为了构成种,无论如何必须有种差附加于属,但当未固定的性质变为固定时,并没有任何此类种差附加其上。那么他为何说状态亦是条件,而条件并不全然是状态呢?因为属对于种似乎具有这种关系。但是他说,属对于种具有这种关系,是由于属比种被更广泛地述说;然而状态全然是条件,并非因为这一点,即由于条件比它们被更广泛地述说,而是因为处于状态中的人是依状态性性质处于条件中,而依某种性质处于条件中的人,并不全然依状态拥有处于条件中的性质;因为蓝灰眼色与塌鼻梁绝非首先通过强化而生成,然而蓝灰眼者与塌鼻梁者确实处于条件中。”

语法注3 条
  1. 5.3τῶν δὲ δυσκινήτων τὴν ἐπιστήμην φησίν, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ

    τῶν δυσκινήτων 是表语性(或部分性)属格,省略了不定式 εἶναι,即 φησὶ τὴν ἐπιστήμην [εἶναι] τῶν δυσκινήτων(“他说科学属于难以动摇之物”),宾格 τὴν ἐπιστήμην 作其逻辑主语。

  2. 5.3μήποτε δὲ καὶ ἐν τῇ ἐπιστήμῃ ἔστιν τις ἐπίτασις καὶ ἄνεσις

    μήποτε 搭配直陈式,表示委婉的断言或提示(“抑或……也说不定”)。它并非表示疑问,而是注解者自身对前一种解释(将 μετρίως 理解为中度学科)提出的另一种备选观点。

  3. 5.3τῷ ἐπὶ πλέον τὰ γένη λέγεσθαι τῶν εἰδῶν

    带冠词不定式的与格(τῷ ... λέγεσθαι)表示原因或根据(“由于属比种被更广泛地述说”)。ἐπὶ πλέον 连结比较属格 τῶν εἰδῶν,意为“比种更广泛地(外延更大地)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:229.21-231.6