← 辛普里丘

亚里士多德《范畴篇》注释

§228.4-229.21

性质的四分法与状态和条件的差异

注疏《范畴篇》8b26,辛普里丘将亚里士多德关于性质的四分法梳理为从先前的二分法(自然的/后天的、潜能的/现实的)逻辑展开的过程,结合扬布利柯关于例外的观察,论证状态与条件之间的差异并非种差,而是持久性与程度上的不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3#1

" Ἕν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις ἕως τοῦ οἱ δὲ διακείμενοι οὐ πάντως ἕξεις ἔχουσιν." Ὅτι μὲν τὸ πλεοναχῶς τῆς ποιότητος οὐχ ὡς ὁμωνύμως εἰρημένον παρείληπται, δηλοῖ τὸ ἓν μὲν οὖν εἶδος ποιότητος. εἰ δέ τις καὶ πρὸς τὸ γένος εἶναι καὶ συνωνύμως κατηγορεῖσθαι φιλονεικεῖ διὰ τὴν τάξιν, ἐκλεγέσθω τὸ μέσον τῶν τε συνωνύμων καὶ ὁμωνύμων τὸ ἀφ’ ἑνός, οὐ μόνον ἐπὶ τῆς ποιότητος, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐννέα γενῶν· οὐδὲ γὰρ ἐκεῖνα κυρίως ἐστὶν γένη οὐδὲ ὡς γένη τῶν ὑπ’ αὐτὰ κατηγορεῖται, τάξεως οὔσης πανταχοῦ πρώτων καὶ δευτέρων. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων, οὕτως καὶ ἐνταῦθα μετὰ τὴν ὑπογραφὴν τῆς φύσεως αὐτῶν ἐπὶ τὴν διαίρεσιν τρέπεται καὶ οὕτως ἐπὶ τὰ παρακολουθοῦντα. Ἀλλ’ ἐπειδὴ τετραδικὴν τῶν ποιοτήτων διαίρεσιν Ἀριστοτέλης παραδέδωκεν ἐμφαίνουσάν τι καὶ δυαδικὸν πρὸ τοῦ τετραδικοῦ, δεῖ τὴν ἀκολουθίαν ἐκφῆναι τῆς διαιρέσεως ἀπὸ τοῦ δυαδικοῦ τὴν ἀρχὴν ποιησάμενον, ὥσπερ καὶ ὁ Πλάτων παρακελεύεται κατὰ τοὺς ἐλάττονας τέμνειν ἀριθμοὺς πρότερον, εἴ πῃ δυνατόν. τῶν γὰρ ποιοτήτων αἱ μέν εἰσιν φυσικαί, αἱ δὲ ἐπίκτητοι, φυσικαὶ μὲν αἱ κατὰ φύσιν ἐγγινόμεναι καὶ ἀεὶ ἐνοῦσαι, ἐπίκτητοι δὲ αἱ ἔξωθεν ἀποτελούμεναι καὶ δυνάμεναι ἀποβάλλεσθαι· καὶ τούτων μὲν ἔστωσαν αἱ ἕξεις καὶ διαθέσεις τῷ πολυχρονιωτέρῳ τε καὶ ὀλιγοχρονιωτέρῳ καὶ δυσαποβλήτῳ τε καὶ εὐαποβλήτῳ διαφέρουσαι, τῶν δὲ φυσικῶν ποιοτήτων αἱ μὲν ἔστωσαν κατὰ τὸ δυνάμει, αἱ δὲ κατὰ τὸ ἐνεργείᾳ, αἱ μὲν κατὰ τὸ δυνάμει καθ’ ἃς ἐπιτήδειοι πρός τι λεγόμεθα, τῶν δὲ κατ’ ἐνέργειαν τὸ μὲν διὰ βάθους, ὅπερ κατὰ τὰς παθητικὰς ποιότητας ὑπάρχει, διττῶς καὶ τοῦτο λεγόμεν〈ον〉, ἢ ἀπὸ τοῦ πάθος ἐμποιεῖν τοῖς αἰσθανομένοις ἢ ἀπὸ τοῦ αὐτὰς ἀπὸ πάθους ἐγγίνεσθαι, οἷον γλυκύτης καὶ θερμότης καὶ λευκότης καὶ τὰ τούτοις συγγενῆ· ποιότητες γὰρ αὗται, εἴπερ ποιὰ κατὰ ταῦτα λέγεται τὰ ἔχοντα, παθητικαὶ δέ, ὅτι πάθος ἐμποιοῦσιν ταῖς αἰσθήσεσιν ἢ ἀπὸ τοῦ πάθους ἐγγίνονται· “αἰσχυνθεὶς γὰρ ἐρυθρός τις ἐγένετο καὶ φοβηθεὶς ὠχρός”· τὸ δὲ ἐπιπολῆς ἐστι1 τῶν κατ’ ἐνέργειαν ποιοτήτων ὥσπερ τὸ σχῆμα καὶ ἡ μορφή, ἥτις ἐστὶν σχῆμα ἐμψύχου, καὶ χρῶμα, οὐ καθὸ χρῶμα ἁπλῶς (ἤδη γὰρ ἐκεῖνο προείληπται), ἀλλὰ καθὸ τὴν μορφὴν συμπληροῖ, καὶ πᾶσαι αἱ ἐπιπολῆς φαινόμεναι κατὰ περιγραφὴν ἐμφάσεις. παντὸς δὲ ἂν εἴη ἐπιστῆσαι,2 ὡς καὶ αὐτὸς ἐπισημαίνεται ὁ Ἰάμβλιχος, ὡς ἐγχωρεῖ καὶ σχῆμα ἐπίκτητον εἶναι· τὸ γὰρ αὐτὸ ποτὲ μὲν τρίγωνον γίνεται, ποτὲ δὲ τετράγωνον ὑπὸ τέχνης μεταπλαττόμενον· καὶ χρῶμα δὲ ὁμοίως οὐ φυσικόν, ὡς ὁ τῶν δειλῶν ὦχρος· ἔστιν δὲ καὶ διάθεσιν φύσει εἶναι καὶ μὴ ἐπίκτητον, ὡς ὑγίειαν καὶ νόσον, αἳ καὶ ἕξεις ἂν εἶεν, εἴπερ ὑπὸ τῆς φύσεως κρατοῖντο, καὶ διὰ τοῦτο ἴσως τὴν εἰς δύο διαίρεσιν ὁ Ἀριστοτέλης παρῃτήσατο. πῶς δὲ ἐπὶ μὲν τοῦ πρώτου ἓν μὲν οὖν εἶδος ποιότητός φησιν, ἐπὶ δὲ τοῦ δευτέρου “ἕτερον δὲ γένος ποιότητος”; ἢ ὅτι [καὶ] τὰ εἴδη ταῦτα καὶ γένη ἐστὶν ἄλλων εἰδῶν ἔτι καθολικώτερα ὄντα καὶ ὑπάλληλα, διὰ τοῦτο καὶ γένη καὶ εἴδη αὐτὰ καλεῖ, ἀλλ’ οὐχ ὅτι ἐπηλλαγμένως χρῆται τῷ τοῦ εἴδους καὶ γένους ὀνόματι διὰ τὸ μήπω τὴν διαφορὰν αὐτῶν ἐγνῶσθαι, ὡς φησιν ὁ Ἀλέξανδρος. Τῶν δὲ ἕξεων καὶ διαθέσεων οὐχ ὡς δύο εἰδῶν ἀκούειν χρὴ διαφοραῖς εἰδοποιοῖς διωρισμένων, ὡς ἄνθρωπος διώρισται καὶ βοῦς, ἀλλ’ ὡς ὁ ἀρτίτοκος πρὸς τὸν ἀκμάζοντα διενήνοχεν. οὐ γὰρ τῷ εἴδει ταῦτα διαφέρει· ὁ γὰρ λόγος εἷς ἐπ’ ἀμφοτέρων, ὅτι χρῶμα διακριτικὸν ὄψεως τὸ λευκόν, κἄν τε κατὰ ἕξιν ᾖ κἄν τε κατὰ διάθεσιν· ἀλλ’ οὐδὲ ἀριθμῷ διαφέρει ἀλλήλων, ὥσπερ Σωκράτης Πλάτωνος· οὐδὲν γὰρ ἰδιάζον πλῆθος συνδραμὸν τὴν κατ’ ἀριθμὸν διάστασιν ἀπειργάσατο· ἀλλὰ χρόνῳ διαφέρει, ὡς τὸ ὀλιγοχρόνιον λευκὸν τοῦ πολυχρονίου, καὶ τῷ μονιμωτέρῳ ἢ μή, ὥσπερ ἡ πεπηγυῖα οἰκοδομία τῆς ἀρτιπαγοῦς· ὁ δὲ τῆς ποιότητος λόγος εἷς ἐπ’ ἀμφοτέρων· ποιοὶ γὰρ ἀφ’ ἑκατέρας παρονομάζονται.

“因此,性质的一个种是状态与条件……”至“处于条件中的事物并不全然拥有诸状态”。 性质具有多种含义并非作为同名异义地被言说之物而被接受,这一点由“因此,性质的一个种是”所显明。但若有人因序列之故,亦执意反对它是属并且被同名同义地述说,那么他应当在同名同义与同名异义之间选取中项,即“源于一者”,这不仅适用于性质,亦适用于其余九个属;因为那些亦非严格意义上的属,亦非作为属述说其下诸物,因为各处皆存在第一者与第二者的序列。正如在其他范畴的情形中一样,在这里,在勾勒了它们的本性之后,他也转向了划分,进而转向了附随性质。然而,既然亚里士多德传授了性质的四分法,而在四分之前亦暗示了某种二分法,那么就必须从二分法开始展示划分的逻辑顺序,正如柏拉图亦劝导我们在尽可能的情况下先依较小的数目进行切分。因为在诸性质中,有些是自然的,另一些是后天的;自然性质是依自然而产生且常驻其中的,而后天性质则是从外部造就且能够丧失的。在后者之中,且让状态与条件依更持久还是更短暂、难丧失还是易丧失而有所区别;而在自然性质之中,且让有些依潜能存在,有些依现实存在;依潜能存在的性质是据以说我们对某物具有适宜性的性质;而在依现实存在的性质中,一种是贯穿深度的,它存在于受动性性质中,这亦从两方面被言说,要么是由于在感知者中引发受动,要么是由于它们自身源于受动而产生,例如甜、热、白以及与此同类的性质;因为既然拥有它们的事物依它们被称为有质者,它们便是性质;而称其为受动性的,则是因为它们在感觉中引发受动或源于受动而产生(因为“有人由于羞耻而变红,由于害怕而变苍白”);而在依现实的性质中,另一种则是表面性的,正如形态与形相——形相即有灵魂者的形态——以及颜色,并非作为单纯的颜色(因为那已被先行纳入),而是作为补充形相的颜色,以及依轮廓在表面显现的所有外观。然而,任何人都能注意到(正如扬布利柯自身亦指出的那样),形态亦有可能是后天的;因为同一事物被技艺重新塑形,有时成为三角形,有时成为四方形;颜色同样可以是非自然的,如胆怯者的苍白;条件亦可能出于自然而非后天,如健康与疾病,若它们受自然支配,它们亦将是状态,或许正是为此缘故,亚里士多德避开了二分法。可是,为何对于第一种情况他说“因此,性质的一个种是”,而对于第二种情况却说“性质的另一个属”呢?抑或是因为,这些种亦是另一些种的属,是更加普遍且相互从属的,所以他既称它们为属,亦称它们为种,而绝非如亚历山大所说,由于它们的差异尚未被认识到而互换使用种与属的名称?并且,不应当将状态与条件理解为由种差所区分的两个种,正如人与牛相区别那样,而应当理解为刚出生者与正值盛年者的区别。因为这些并非在种上有别;因为关于两者的说明是一致的,即白是分划视觉的颜色,无论它是依状态还是依条件;但它们相互之间亦非在数目上有别,正如苏格拉底与柏拉图;因为并没有任何特有的聚集汇合在一起而造成数目上的分离;而是在时间上有别,正如短暂的白与长久的白有别,以及依是否更持久而有别,正如坚固的建筑与刚建成的建筑有别;而在两者之中关于性质的说明是一致的;因为事物从这两者中的每一者派生得名而被称作有质者。

语法注2 条
  1. 5.3τῶν δὲ κατ’ ἐνέργειαν τὸ μὲν διὰ βάθους ... τὸ δὲ ἐπιπολῆς ἐστι

    承接前文的命令式 ἔστωσαν,此处以部分属格 τῶν δὲ κατ’ ἐνέργειαν 开头,构成 τὸ μὲν διὰ βάθους(省略系词)与 τὸ δὲ ἐπιπολῆς ἐστι 的对应结构。在中间插入了关于受动性性质的冗长解释后,后半部分以显式的 ἐστι 恢复主干句式。

  2. 5.3παντὸς δὲ ἂν εἴη ἐπιστῆσαι

    属格 παντός 与带有潜在语气的 ἄν εἴη 连用,作表语属格,表示“属于……的特性/能力”,统辖不定式 ἐπιστῆσαι,意为“任何人都能注意到”或“注意到这一点乃是任何人都能做到的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:228.4-229.21