← 辛普里丘

亚里士多德《范畴篇》注释

§226.13-228.3

共通能力概念与一切性质及印记的关系

辛普里丘通过引入共通的宽泛“能力”概念,论述了包括形态与形相在内的一切性质如何皆与能力相关联,并阐明了实体及存在自身与诸能力的关系。随后他说明了作为性质本质特征的“印记”概念如何与能力相协调,进而转向亚里士多德词句本身的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#5

εἴτε γὰρ σπεύδοιτο πρὸς τελείωσιν1 ὡς τὸ ἐπιτηδείως ἔχον εἴτε ἐν τελειότητι θεωροῖτο ὡς αὐτὴ ἡ ἐντελέχεια εἴτε δρῴη τι εἰς ἕτερον ὡς ἡ ἀπὸ τῆς ἕξεως τῆς ἐν ἄλλῳ εἰς ἄλλο ἐνέργεια εἴτε πάσχοι ὡς ἡ ἀπ’ ἄλλου παραγινομένη κίνησις εἴτε εἰς τὸ εὖ μόνον τι ἔργον ἀποτελεῖν συμβάλλοιτο εἴτε χεῖρόν τι ἀπεργάζοιτο, πανταχῶς ἔχει πρὸς ταῦτα ὅλα δύναμιν, καὶ οὕτω κοινόν τι ἔσται τὸ τῆς δυνάμεως διατεῖνον ἐπὶ πάντα ταῦτα. τὸ δὲ οὕτω θεωρούμενον κοινὸν καὶ πρὸς τὰ εἴδη τῆς ποιότητος πάντα συνέζευκται· τάς τε γὰρ τελείας ἕξεις τὰς μονίμους καὶ τὰς ἐπὶ βραχὺ ἐγγινομένας διαθέσεις καὶ τὰς ἐπιτηδείως παρεσκευασμένας προκοπὰς καὶ τὰς κατὰ πάθος ἢ μορφὴν ἢ σχῆμα παραγινομένας ποιότητας ἡ κοινὴ δύναμις δύναται τοιαύτας ἀπεργάζεσθαι, καὶ ὅλως συναπαρτίζει πρὸς τὴν ποιότητα· ἡ γὰρ αὐτὴ αἰτία, καθ’ ὅσον μὲν ποιοὺς παρέχεται, ποιότης ἐστίν, καθ’ ὅσον δὲ δύναται τοὺς ποιοὺς ἀπεργάζεσθαι, δύναμις νοεῖται. Εἰ δέ τις ἀπορεῖ, πῶς τὸ σχῆμα καὶ ἡ περὶ ἕκαστον μορφὴ δύναμις ἔσται, ἐροῦμεν ὅτι τῶν ποιητικῶν δυνάμεων αἱ μὲν εἰς ἄλλα τινὰ ἔξωθεν ἐνεργοῦσιν ὡς ἡ θερμότης εἰς τὸ θερμαινόμενον, αἱ δὲ εἰς τὰ μετέχοντα ἑαυτῶν κατὰ ἀκίνητον ἐνέργειαν τοιαῦτα αὐτὰ παρεχόμεναι, ὁποῖά ποτε αὐταί εἰσιν. ἣν οὖν αἰτίαν ἐνδιδόασιν αὐτοῖς εἰς τὸ εἶναι, ταύτην δύναμιν καλοῦμεν, οὐ τὴν ἔξω προϊοῦσαν, ἀλλὰ τὴν μένουσαν ἐν αὐτοῖς ἐκείνοις τοῖς μεταλαμβάνουσιν. τῶν δὲ τοιούτων αἰτίων τὰ μὲν ὅλα δι’ ὅλων τῶν μετεχόντων διήκει ὥσπερ ἡ λευκότης δι’ ὅλου τοῦ γάλακτος καὶ ἁπλῶς ὅσα ὁρῶμεν δι’ ὅλου ὄντα ποιά, τὰ δὲ ἐπιπολῆς καὶ ἔξωθεν δέχεται τὴν ποιότητα2 ὥσπερ ἡ μορφὴ καὶ τὸ σχῆμα. ταῦτα δὴ οὖν καὶ τὴν δύναμιν παροῦσαν ἔξωθεν καὶ περιγράφουσαν ἔχει, καὶ ἔσται δυνάμεώς τι τοῦτο τελευταίας εἶδος τὸ κατὰ τὴν ἐπιφάνειαν περιωρισμένον καὶ μὴ δι’ ὅλου τοῦ βάθους διατεῖνον· ὅσῳ γὰρ μᾶλλον ἀφίσταται τοῦ εἴδους, τοσούτῳ πλέον καὶ τῆς ὅλης δυνάμεως αὐτοῦ ἐξίσταται. καὶ ἡ γρυπότης οὖν αὐτὸ τοῦτο δύναται γρυπὸν παρέχεσθαι τὸν μετέχοντα ἑαυτῆς, καὶ ἡ τριγωνότης τὸ τρίγωνον παρέχεται τοιοῦτον τῷ σχήματι, ὁποῖόν ποτέ ἐστιν αὐτό. Ἀλλὰ πῶς τὸ ὂν καὶ αἱ οὐσίαι ἐνεργειῶν καθ’ ἑαυτὰς ἀποδοτικαί; κατὰ τὰς δυνάμεις δηλονότι, οὐ ποιοτήτων μετοχῇ δὲ ταύτας ἔχουσι τὰς δυνάμεις, καὶ εἰσὶν μὲν αἱ ποιότητες δυνάμεις καὶ διὰ τοῦτο ποιητικαί, οὐ μέντοι πρώτως ποιητικαὶ οὐδὲ μόνως ποιοῦσαι, ὥστε οὐκ εἴ τι ποιητικόν, ποιότης, ἀλλ’ εἴ τι ποιότης, ποιητικόν. ὁμοίως δὲ οὐχὶ ἁπλῶς δύναμις λέγεται εἶναι ἡ ποιότης, ἀλλὰ τις δύναμις, ὥστε εἴ τις μὲν ποιότης ἐστίν, δύναμις ἔσται, εἴ τις δὲ δύναμις, οὐ πάντως ποιότης. καὶ τὸ ὂν οὖν ᾗ ὂν καθ’ αὑτὸ δύναμιν ἕξει, ἀλλ’ οὐ ποιότητος μετοχῇ ἔσται ἐν δυνάμει, ἐπειδὴ ἡ ἁπλῶς δύναμις ἄλλη τις ἦν καὶ οὐχ ὅπερ ἡ ποιότης. καὶ εἰκότως προείληπται δυνατώτατον τὸ ὄν, διότι τὴν κυριωτάτην καὶ πρωτίστην ἔχει δύναμιν. καὶ αἱ οὐσίαι δέ, ὅσαι τῇ ἐνεργείᾳ εἰσὶ ταὐτόν, οὐδὲν προσδέονται ποιότητος καίτοι δυνάμεις οὖσαι, ἐπειδὴ πρεσβυτέραν αὐτῶν προσειλήφεισαν δύναμιν καὶ καθ’ αὑτάς εἰσιν δυνάμεις. ὅλως γὰρ ἄνωθεν κάτεισιν ἡ τῆς δυνάμεως αἰτία δι’ ὅλων τῶν ὄντων διατείνουσα καὶ πληροῦσα πάντα καὶ συνέχουσα καὶ μέχρι τῶν ἐσχάτων οἷον τῶν στερήσεων ἀποτελευτῶσα. Ἀλλ’ εἰ κατὰ τὸν χαρακτῆρα μάλιστα τὴν ποιότητα ἀφορίζομεν, πῶς αὕτη ἡ ἔννοια τῇ τῆς δυνάμεως ἐννοίᾳ συνάσεται;3 ἢ καὶ οὗτος ὁ χαρακτὴρ οὐ μάχεται πρὸς τὴν δύναμιν· κατὰ γὰρ τὸν χαρακτῆρα τὸν ἑαυτοῦ ἕκαστον δύναται ποιεῖν ἃ ποιεῖ. ἀλλὰ πῶς ἡ ποιότης κατὰ τὸν χαρακτῆρα λέγεται οὐσιῶσθαι, εἴπερ καὶ ἑκάστη τῶν κατηγοριῶν ἴδιον ἔχει χαρακτῆρα, καθ’ ὃν ὑφέστηκεν καὶ διαφέρει τῶν ἄλλων; ἢ καὶ ἐκεῖναι κατὰ τὴν ποιότητα τήν τε πρὸς ἀλλήλας ἔχουσιν διαφορὰν καὶ τὸν χαρακτῆρα, ὥσπερ τὴν ὑπόστασιν αὐτὴν κατὰ τὴν οὐσίαν· τῆς γὰρ ποιότητος ἴδιον τὸ διορίζειν τὰς οὐσίας πρὸς ἀλλήλας καὶ τὸ πρὸς ἑαυτὰς ἴδιον χαρακτῆρα ἐμποιεῖν καὶ τὸ τὴν ἐνέργειαν περὶ τὸ οἷον καὶ τὸν χαρακτῆρα συντείνειν, ὥσπερ ἡ ποσότης περὶ τὸ ὅσον μόνον ἐνεργεῖ καὶ ἡ οὐσία περὶ τὸ οὐσιῶδες εἶδος ἵσταται. ἀλλὰ ταῦτα μὲν ἀπὸ τοῦ πλούτου τῶν ἐξηγητῶν πλουσίως παραγεγράφθω, δεῖ δὲ λοιπὸν καὶ ἐπὶ τὴν τοῦ Ἀριστοτέλους λέξιν παρατρέψαι τὸν λόγον.

因为无论某物作为具有适宜性者趋向完满,抑或作为现实本身在完满中被观照,抑或作为由一物中的状态施向另一物的活动而对另一物有所作为,抑或作为源于他者的运动而承受,抑或仅有助于完满履行某种优良的功能,抑或造成某种更劣之事,它在一切方式上都对所有这些具有能力,因此将存在某种共通的能力贯通于所有这些之中。而这样被观照的共通之物,亦与性质的所有种相契合;因为共通的能力能够造就作为恒常的完全状态、在短时间内产生的条件、具有适宜性而备妥的进境,以及依受动、形态或形相而产生的性质等诸如此类者,且总体上与性质完全相当;因为同一个原因,在它使事物成为有质者的限度内,是性质,而在它能够造就有质者的限度内,则被设想为能力。但若有人疑难:形相与关于各物的形态如何会是能力?我们便将说,在能动的能力中,有些能力由外向某些其他事物起作用(正如热施向被加热之物),而另一些能力则依不动的活动施向分有它们自身之物,使它们成为恰如它们自身所是的模样。因此,它们为了存在而赋予它们的那种原因,我们称之为能力——并非朝向外部行进的能力,而是留存在那些分有者自身之中的能力。在此类原因中,有些完全贯通于分有者的整体之中(正如白完全贯通于乳之中,以及一般而言我们所见整体皆具有性质的一切事物),而另一些则如形态与形相那样在表面且从外部接受性质。于是,这些事物亦具有从外部临在并加以限定的能力,而这局限于表面且未贯通于整个深度的能力,将是某种终极的能力之种;因为离形相越远,脱离其全部能力的程度也就越大。因而鹰钩鼻性亦正是能够做到此事:使其分有者成为鹰钩鼻;而三角形性亦在形态上使三角形成为恰如它自身所是的模样。然而,存在与诸实体如何凭自身带来诸活动呢?显然是依诸能力而然;但它们并非通过分有诸性质而拥有这些能力;性质虽确实是能力并因此是能动的,但绝非原初地能动,亦非唯一能起作用者,因此并非凡能动者皆是性质,而是凡性质皆是能动者。同样,性质并不被说成是单纯的能力,而是某种特定的能力,因此若某物是性质,它将是能力,但若某物是能力,却绝非在任何情况下皆是性质。于是,存在作为存在,将凭自身具有能力,而非通过分有性质而处在能力之中,因为单纯的能力原本是某种别的东西,而非等同于性质。并且,存在被预先设想为最具能力者是合情合理的,因为它拥有最主导且最原初的能力。至于诸实体,凡与现实同一者,尽管自身作为能力,亦丝毫不需性质,因为它们已获得了比它们〔诸性质〕更古老的能力,且它们凭自身便是能力。因为通常而言,能力的原因从上方降临,贯通于所有存在者之中,充满一切并统摄一切,且终止于如缺失等终极之物。然而,若我们尤其依特征来界定性质,这一概念又如何能与能力的概念相调和呢?抑或,这特征亦与能力并不相冲突?因为各物皆能依自身的特征来做它所做之事。但是,如果诸范畴中的每一者亦皆有其固有的特征(依此特征它得以确立并与其他范畴相区别),那么性质又如何被说成是依特征而被赋予本质的呢?抑或,那些范畴亦如同依实体而具有自立存在本身一样,是依性质而具有相互间的差异与特征?因为将诸实体相互区分开来、在它们自身中植入固有的特征,并将活动导向“何种样”与特征,乃是性质所固有的,正如数量仅关于“多大”而活动,而实体则立足于实质形相周围。但是,这些内容就算是从解释家们的丰饶之中被丰饶地记录下来了,接下来必须将论述转向亚里士多德的词句。

语法注3 条
  1. 5.2εἴτε γὰρ σπεύδοιτο πρὸς τελείωσιν

    连续的祈愿语气条件分句(εἴτε σπεύδοιτο ... εἴτε θεωροῖτο ... εἴτε δρῴη ... εἴτε πάσχοι ...)以及主句动词 ἔχει 的主语皆未明示,按上下文应作泛指性或非人称结构理解,指代一般的事物(分有者/载体)。

  2. 5.2τῶν δὲ τοιούτων αἰτίων τὰ μὲν ... τὰ δὲ ἐπιπολῆς καὶ ἔξωθεν δέχεται τὴν ποιότητα

    在前半分句(τὰ μέν)中,原因自身作为主动动词 διήκει(贯通)的主语;但在后半分句(τὰ δέ)中,动词变为 δέχεται(接受),主语结构上发生转换,由原因本身转向了接受性质的事物(分有者),形成轻微的句法破格。

  3. 5.2συνάσεται

    动词 συνᾴδω(与……调和、契合)的中动态将来时直陈式(συνᾴσομαι)。支配与格补足语 τῇ τῆς δυνάμεως ἐννοίᾳ,意为“与能力的概念相调和”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:226.13-228.3