← 辛普里丘

亚里士多德《范畴篇》注释

§224.26-226.13

基于无能与能力划分的性质包摄关系

辛普里丘借助斯多亚学派的界定及亚里士多德对能力的六重划分,论证了无能与缺失亦被统摄在能力的定义之下并构成性质,进而重新审视了性质与能力的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#4

εἰ μέντοι κατ’ ἄλλην διάταξιν τῶν Στωικῶν λέγοιτο δύναμις ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων καὶ κατακρατοῦσα τῶν ὑποτασσομένων ἐνεργειῶν, καὶ οὕτως ἐφαρμόττει ὁ τοῦ Πλωτίνου ὅρος· καὶ γὰρ ἡ κακία ἀδυναμία οὖσα κατὰ τὸν τῶν Στωικῶν ὅρον κατακρατεῖ τῶν οἰκείων ἐνεργειῶν· καὶ αἱ μέσαι τέχναι ὡς ἂν ἀποπίπτουσαι τοῦ βεβαίως ἐνεργεῖν ὅμως τοιαῦταί εἰσιν, ἀφ’ ὧν τὸ ἔχον δύναται ἃ δύναται, ὥστε αἱ τοιαῦται ἀδυναμίαι περιέχονται ἐν τῇ κατὰ τὴν ποιότητα δυνάμει. εἰ δὲ καὶ κατὰ Ἀριστοτέλη τὸ πολλαχῶς τῆς δυνάμεως διελώμεθα, καὶ οὕτως ὁ τοῦ Πλωτίνου λόγος καὶ ἐπὶ τῆς δυνάμεως σωθήσεται καὶ ἐπὶ τῆς ἀδυναμίας. ἑξαχῶς τοίνυν λεγομένης παρ’ αὐτῷ τῆς δυνάμεως1 ἄλλη μέν ἐστιν ἡ ἀπὸ τοῦ δυνάμει, καθ’ ἣν οἷόν τε ἐν ἐπιτηδειότητι εἶναι, ὡς δυνατὸς ὁ παῖς ἀναγνῶναι ὡς ἐπιτηδειότητα ἔχων, καὶ ἄλλη ἡ τῆς ἐπιτηδειότητος τελειότης ἀρχὴ οὖσα κινήσεως, ὡς δυνατὸς ἀναγνῶναι ὁ γράμματα εἰδώς· αὕτη δὲ ἡ δύναμις καὶ ἐντελέχεια λέγεται, καὶ πρὸς ταύτην ἀτελὴς ἡ πρώτη δύναμις καὶ ἀδυναμία ἔσται ὑπὸ τῆς ἀτελοῦς δυνάμεως περιεχομένη. ἄλλως δὲ λέγονται παρ’ αὐτῷ δυνάμεις ἥ τε ποιητικὴ καὶ ἡ παθητική, ἡ μὲν ὅτι ἀπ’ αὐτοῦ εἰς ἕτερον, ἡ δὲ ὅτι ἀφ’ ἑτέρου εἰς αὐτό· καὶ πάλιν ἡ ἐν τῷ πάσχειν δύναμις ἀδυναμία ἔσται τοῦ ποιεῖν ἐν ἑτέρᾳ δυνάμει οὖσα τῇ κατὰ τὸ πάσχειν. ἄλλως δὲ πάλιν δύναμιν λέγει, καθ’ ἣν μόνος τις ἢ κάλλιον τῶν ἄλλων ποιεῖ, ὡς ὁ βαδίζων ὅσον οὐκ ἄλλος καὶ ὁ διανηξάμενος πέλαγος ὅσον οὐχ ἕτερος, καὶ πάλιν ἡ ἀντίθετος πρὸς ταύτην· τὸ γὰρ δυνάμενόν τι χεῖρον παθεῖν λέγομεν ἔχειν τούτου δύναμιν, ὡς τῷ ἀνθρώπῳ τοῦ φθαρῆναι. καὶ δῆλον ὅτι στέρησίς ἐστιν ἡ δύναμις αὕτη, καὶ οὕτως ἡ ἀδυναμία τῶν βελτιόνων δύναμις ἔσται πρὸς τὰ χείρονα καὶ καθόλου ἡ ἑτέρων ἀδυναμία ἄλλων ἔσται δύναμις καὶ οὐκ ἐξίσταται παντάπασιν ἡ ἀδυναμία τοῦ λόγου τῆς δυνάμεως, ἀλλ’ ὑπ’ αὐτοῦ κρατεῖται. τὰ γὰρ ἀτελῆ συνείληπται ἐν τοῖς τελείοις· ἀπ’ αὐτῶν γὰρ ἔχει τὴν αἰτίαν τοῦ εἶναι. καὶ αἱ ἀδυναμίαι οὖν περιέχονται ἐν τῷ τῆς δυνάμεως λόγῳ, ὡς ἂν τῆς πρωτίστης καὶ τελειοτάτης δυνάμεως καὶ ἐπὶ τὰ ἀσθενέστερα διηκούσης· διὰ τοῦτο δὲ καὶ ἡ ἀρετὴ γινώσκει τὴν κακίαν. εἰ δὲ τοῦτο, καὶ ἡ ποιότης τὰς ἀδυναμίας περιέξει διὰ τὸ καὶ ταύτας ὁποιασοῦν εἶναι δυνάμεις. ἢ καὶ αἱ ἀδυναμίαι καὶ αἱ στερήσεις δυνάμεις κατὰ τοῦτο λέγονται, ὅτι ποιοῦσιν τὰ ἑαυτῶν ἔργα ποιότητες οὖσαι καὶ αὐταὶ καὶ ποιοὺς παρεχόμεναι τοὺς ἔχοντας καὶ μορφὰς ἐπάγουσαι, εἰ καὶ ἀσχήμονας. καὶ διότι μὲν ποιοὺς παρέχονται τοὺς μετέχοντας αὐτῶν, ποιότητες λέγονται, καθ’ ὅσον δὲ καὶ τὰ οἰκεῖα ἔργα ἐπιτελοῦσιν, ῥηθήσονται καὶ δυνάμεις. ὅλως δὲ καθ’ ἑκάστην κατηγορίαν ὑπὸ τὸ αὐτὸ γένος ἐλέγοντο καὶ αἱ στερήσεις ἀνάγεσθαι, ὑφ’ ὃ καὶ αἱ ἕξεις. σαφῶς δὲ καὶ Ἀριστοτέλης ὁμοίως τὸ κατὰ ἀδυναμίαν ὥσπερ τὸ κατὰ δύναμιν ποιοῦν εἶναί φησιν λέγων “ἢ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται”. Ἀλλ’ εἰ ἑξαχῶς ἡ δύναμις λέγεται, κατὰ ποῖον σημαινόμενον αἱ ποιότητες εἴρηνται δυνάμεις, ἆρα κατὰ τὴν ἐπιτηδειότητα τὴν κοινήν, καθ’ ἣν καὶ πρὸς πάσας τὰς τέχνας ἐπιτηδείως ἔχειν λεγόμεθα, κἂν μὴ ἀναλαμβάνωμεν αὐτάς, ἢ καθ’ ἣν Ἀριστοτέλης ἔθηκεν ἐν ταῖς ποιότησιν; λέγω δὲ τὴν ἰδίως προκοπὴν πρός τινα ἐκ φύσεως· σωφρονικὸς γὰρ ὁ ἤδη πολλὰ πλεονεκτήματα ἔχων καὶ ἀφορμὰς ἀπὸ φύσεως πρὸς ταῦτα, ὥσπερ ὁ Ἱππόλυτος. ἢ κατ’ οὐδετέραν τούτων τῶν δυνάμεων πᾶσαι αἱ ποιότητες περιλαμβάνονται· καὶ γὰρ ἐντελέχειαι μᾶλλον αὗται. ὡς δὲ αἱ δραστικαὶ καὶ αἱ ποιητικαὶ εἰς ἄλλους εἶεν μὲν ἂν αἱ πλείους, οὐ μὴν ἅπασαι· καὶ γὰρ καὶ ἡ γεωμετρία καὶ ἡ σοφία ποιότητες, ἀλλ’ οὐ δραστικαὶ εἰς ἄλλους, ἀλλὰ θεωρητικοὺς μόνον παρέχουσι τῷ αὑτῶν λόγῳ τοὺς κατ’ αὐτὰς ἐνεργοῦντας. οὐδὲ πᾶσαι δὲ ποιότητες τοῦ εὖ ἀποδοτικαὶ οὐδὲ πᾶσαι τῶν σπανίων δυνάμεις, ἀλλὰ κομιδῇ εὐαρίθμητοι. ἀλλ’ οὐδὲ κατὰ τὰς τοῦ ποιεῖν ἢ πάσχειν δυνάμεις πᾶσαι αἱ ποιότητες ἔσονται· οὔτε γὰρ τῇ γρυπότητι οὔτε τῇ τριγωνότητι οὔτε ὅλως ταῖς κατὰ σχῆμα πάρεστι τὸ δραστικοὺς παρέχειν τοὺς ἔχοντας. ἀλλ’ ἴσως διὰ τοῦτο ταῖς δυνάμεσιν αἱ ποιότητες οὐκ ἐξισάζουσιν, διότι τὸ ἴδιον σημαινόμενον τῶν δυνάμεων, ἀλλ’ οὐχὶ τὸ κοινὸν παραλαμβάνομεν.2

然而,如果依斯多亚学派的另一种规定,能力被说成是引发多种偶性且完全支配从属活动者,那么即便如此,普罗提诺的界定依然适用;因为根据斯多亚学派的界定,恶德虽是无能,却完全支配着它自身的活动;而中等的技艺虽然无法稳固地行使活动,却依然是拥有者依此而能够做他所能之事者,因而此类无能被涵括在依性质而言的能力之中。进一步说,即便我们依亚里士多德对能力的多种含义进行区分,普罗提诺的说法在能力与无能两方面也依然能够成立。在他那里能力既有六重言说,其一源于潜能,依此有可能处在适宜性之中(正如儿童作为具有适宜性者而能够阅读);其二则是适宜性的完满,作为运动的本原(正如识字者能够阅读);而这种能力亦被称为现实,相对于它,第一种能力是不完全的,且无能将被涵括在不完全的能力之下。此外在他那里,能动的能力与受动的能力是以另一种方式被言说的:前者是因为由自身施向他者,后者则是因为由他者施向自身;在此,受动之中的能力将是能动方面的无能,且处在另一种能力即依受动而设的能力之中。他又以另一种方式言说能力,依此有人独自一人或比他人更出色地做事(正如走路无人能及者,或游泳横渡大海无人能及者);而与此相反的情况亦是如此:因为我们说能够遭受某种更劣之事者具有对此事的某种能力(正如人具有毁灭的能力)。显然这种能力是一种缺失,因而对更善之事的无能将是对更劣之事的某种能力,一般而言,在某些事上的无能将是在另一些事上的能力,无能并未完全脱离能力的定义,而是被其统摄。因为不完全之物被包容在完全之物中;因为它们的存在原因源于完全之物。因此,诸无能亦被涵括在能力的定义之中,因为最原初且最完全的能力甚至贯通至较弱之物;正因如此,美德亦认识恶德。如果这是成立的,那么性质亦将涵括诸无能,因为无能不论如何亦是某种能力。或者,诸无能与诸缺失之所以亦被称为能力,是因为它们自身作为性质,既使持有者成为有质者,又带来形态(哪怕是不成形的形态),从而践行它们自身的功能。并且,由于它们使分有它们者成为有质者,它们被称为性质;但在它们完满履行自身特有功能的限度内,它们亦将被称作能力。总之,在各个范畴中,诸缺失亦被认为与诸状态归属于同一个属之下。而且亚里士多德显然亦同样指出依无能而存者如同依能力而存者一样是产生质的,他说:“或者简言之,依自然能力或无能而被言说的一切”。 然而,若能力有六重含义,那么诸性质依何种意义被称为能力呢?究竟是依共通的适宜性(依此我们被说成对所有技艺都具有适宜性,哪怕我们并未习得它们),还是依亚里士多德在性质中所置入的那种意义?我指的是出于自然本性朝向某些事物的特有进境;因为节制之人是出于自然本性已对此类事物具备许多优势和条件的人,正如希波吕托斯一样。或者,并非所有性质都能依这两种能力中的任何一种而被涵盖。因为诸性质更是现实。至于对他者起作用且能动者,或许多数性质是这般的,但决非全部;因为几何学与智慧皆是性质,但它们不对他者起作用,而只是依自身的定义使依其活动的人成为纯粹的沉思者。并非所有性质都是引发优良状态者,亦非所有性质都是罕见之物的能力,这些实在寥寥无几。然而,即便依能动或受动的能力而言,亦并非所有的性质都能包括在内;因为无论在鹰钩鼻、三角形还是通常依形态而言的性质中,都并不存在使其持有者成为起作用者的情形。但是,或许诸性质之所以未能与诸能力等同,是因为我们采纳了能力的特有含义,而非其共通的含义。

语法注2 条
  1. 5.2ἑξαχῶς τοίνυν λεγομένης παρ’ αὐτῷ τῆς δυνάμεως

    属格独立结构,“在他那里能力既有六重言说”。置于句首,引出后文所展开的亚里士多德关于能力的六种区分(作为适宜性的潜能、现实、能动、受动、卓越性、缺失)。

  2. 5.2ἀλλ’ ἴσως διὰ τοῦτο ταῖς δυνάμεσιν αἱ ποιότητες οὐκ ἐξισάζουσιν, διότι τὸ ἴδιον σημαινόμενον τῶν δυνάμεων, ἀλλ’ οὐχὶ τὸ κοινὸν παραλαμβάνομεν.

    διὰ τοῦτο ... διότι 的呼应结构(“因这一缘故……即因为……”)。该结构在此作为结论,阐明了前文诸性质为何未能与能力的各种划分完全对应的原因——即此前所采纳的是能力的特有含义而非共通含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:224.26-226.13