← 辛普里丘

亚里士多德《范畴篇》注释

§223.6-224.26

普罗提诺将性质界定为能力的学说检讨

辛普里丘指出了斯多亚学派性质定义的疑难,随后审视了普罗提诺将性质界定为“能力”的主张,通过区分构成实体的能力与外加后得的能力对该观点予以维护,并回应了关于“无能”的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#3

ἡ δὲ ἐξ ἑαυτῆς τοιουτότης ἀσαφής τέ ἐστιν καὶ οὐδὲν ἧττον τῇ οὐσίᾳ προσήκει ἤπερ τῇ ποιότητι, εἰ μὴ ἄρα τὸ τοιοῦτον ποιότητός ἐστιν ἴδιον, ὥσπερ τὸ τοῦτο μᾶλλον οὐσίας. πῶς δὲ λέγουσιν “καθ’ ἣν ποιοῦ ὑφίσταται γένεσις”, εἴπερ ὁμοούσιοί εἰσιν τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, ἐπειδὴ καὶ αὐταί εἰσιν σωματοειδεῖς συνθετοί τε καὶ αὐταὶ παραπλησίως εἰσίν; Ὁ δὲ Πλωτῖνος τὸ κοινὸν τῆς ποιότητος δύναμιν εἶναι ἔθετο, ἀφ’ ἧς τὸ ἔχον δύναται ἢ δύναται·1 πάσαις γὰρ ἐφαρμόζειν τοῦτο ταῖς τέτρασιν ποιότησιν. καὶ ὅτι μὲν ὡς μοναχῶς χρῆται τῇ δυνάμει καὶ τῷ δύνασθαι καίτοι πλεοναχῶς αὐτῶν εἰωθότων κατηγορεῖσθαι, πρόδηλον· ἑκάστη γὰρ τῶν κατηγοριῶν ἐφαρμόττει τοῦτο. ἐκεῖνο δὲ ἐπιστῆσαι χρή, μήποτε εἰς τὸ αὐτὸ περιδεδράμηκεν ἡμῖν ἡ ἀπορία. ἦν μὲν γὰρ τὸ ζητούμενον, εἰ πολλαχῶς λεγομένης αὐτῆς οὐδέν ἐστι κοινόν, τὴν δὲ δύναμιν ἀντὶ τῆς ποιότητος μεταλαβόντες οὐδὲν πλέον πεποιηκέναι δοκοῦμεν, εἴπερ γὰρ ὁμωνύμως καὶ αὐτὴ λέγεται, καὶ πάλιν ὥσπερ τῆς ποιότητος τὸ κοινὸν δύσκολον εὑρεῖν, οὕτω καὶ τῆς δυνάμεως τί ποτέ ἐστι τὸ γένος, οὐ ῥᾴδιον συλλογίσασθαι. καὶ ἴσως ἀληθὴς καὶ ὁ Πλωτίνου λόγος· διότι γὰρ μέση ἐστὶν ἡ ποιότης τῶν τε ἐπικτήτων συμβεβηκότων καὶ τῶν αὐτοφυῶν οὐσιῶν, διὰ τοῦτο τῇ δυνάμει ἔοικεν μέσην καὶ αὐτὴ τὴν φύσιν ἐχούσῃ. καὶ διότι μὲν κοινωνεῖ τῆς τοῦ εἴδους οὐσίας ὁπωσοῦν, διὰ τοῦτο καθ’ ἕνα κοινὸν λόγον χαρακτηρίζεται· ἐπεὶ δὲ καὶ τῆς ἐπιγεννηματικῆς κατηγορίας συμμετέσχηκεν, ὥσπερ ἡ τοῦ κεῖσθαι καὶ ἔχειν κατηγορία, διὰ τοῦτο καὶ αὐτὴ προσλαμβάνει τὸ πλεοναχῶς λέγεσθαι, ὥσπερ καὶ ἡ δύναμις· καὶ γὰρ ἐπὶ ταύτης τὸ πλεοναχῶς λεγόμενον ἀπ’ αὐτῆς ἔχει τὸ κοινὸν συνυπάρχον ἢ τῷ ἀφ’ ἑνὸς ἢ πρὸς ἓν συντετάχθαι ἢ τῷ περὶ τὸ αὐτὸ ποιεῖσθαι τὴν ὕφεσιν τῆς δυνάμεως. ἐπεὶ δὲ τῶν δυνάμεων αἱ μὲν ἅμα ταῖς οὐσίαις ὑπάρχουσι καὶ ταῖς κατ’ αὐτὰς ἐνεργείαις, αἱ δὲ οὔτε συμπληρωτικαὶ τῆς οὐσίας ὑπάρχουσιν οὔτε οἱονεὶ μέρη τῶν οὐσιῶν εἰσιν, τὰς ποιότητας δυνάμεις ῥητέον τὰς ἐπεισιούσας ταῖς οὐσίαις, ὅσαι μὴ εἰδοποιοὶ διαφοραί εἰσιν, ἐπίκτητοι δέ τινες δυνάμεις. οὕτω τὸ λογικὸν τοῦ ἀνθρώπου συμπληρωτικὸν τῆς οὐσίας ἐστὶν καὶ μέρος, ὅπερ οὐκ ἂν κληθείη ποιότης οὐδὲ ἡ κατὰ τὴν ποιότητα νοουμένη δύναμις· τὸ μέντοι πυκτικόν, καθ’ ὃ ἀφορμὰς ἔχομεν ἀξιολόγους εἰς τὴν πυκτικήν, ποιότης ἔσται καὶ δύναμις, ἐπεὶ οὔτε μέρος τοῦ ἀνθρώπου ἐστὶν οὔτε ἄλλως τῆς οὐσίας συμπληρωτικόν, διότι οὐδὲ πᾶσιν ὑπάρχει τοῖς ἀνθρώποις. καὶ τοῦ λογικοῦ δὲ τὸ μὲν φυσικὸν οὐ ποιόν, τὸ δὲ ἐπιγινόμενον λογικὸν διά τε τῆς ὀξύτητος καὶ ἀγχινοίας ὡς ἐπισκευαστὸν ποιότης. ὥστε αἱ μὲν συμπληρωτικαὶ τῶν οὐσιῶν οὐκ εἰσιν ποιότητες, κἂν δοκῶσι τὴν ποιὰν οὐσίαν σημαίνειν, αἱ δὲ ἔξωθεν ἐπιγινόμεναι αἱ περὶ ψυχὴν καὶ περὶ σῶμα ἐπισκευαστήν τινα ἕξιν καὶ διάθεσιν καὶ μορφὴν σημαίνουσαι, αὗται ποιότητές εἰσιν· ἀεὶ γὰρ περὶ τὸ ὑποκείμενόν ἐστιν ἡ ποιότης εἰδοποιοῦσα τὸ οὐσιῶδες κἀκείνου οὖσα, ἀλλ’ οὐχὶ ἑαυτῆς. ἀλλ’ ἐὰν τὰς ἐπεισιούσας ταῖς οὐσίαις ἀδιορίστως ποιότητας λέγωμεν, οὐ μᾶλλον ποιότητας ἐροῦμεν ἢ ἄλλο τι τῶν ἑτέρως συμβεβηκότων· ἐὰν δὲ προσθῶμεν τὸ ἐπὶ τῇ οὐσίᾳ προσεχὲς ὂν τῇ οὐσίᾳ καὶ ἐχόμενον τῆς οὐσίας, οὕτως ἂν μάλιστα ἁπτόμεθα τῆς περὶ τὸ ποιὸν ἐννοίας. ἔσται δὴ οὖν ποιότης δύναμις προστιθεῖσα ταῖς οὐσίαις μετ’ αὐτὰς τὸ ποιαῖς εἶναι, συνημμένη πρὸς αὐτὰς διὰ συγγενείας, τὸ δὲ μετ’ αὐτὰς οὐδὲν ἧττον ἐμφαίνουσα,2 διότι τὸ ἐπιγεννηματικὸν ἔχει. ‘Ἀλλ’ εἰ ἡ δύναμις τοιαύτη, φησὶν ὁ Πλωτῖνος, αἱ ἀδυναμίαι οὐκέτι ἔσονται ποιότητες· εἰ δὲ ποιότητες καὶ αὐταί, οὐκ ἐφαρμόσει κατὰ πασῶν ὁ τῆς ποιότητος διορισμός’. πρὸς δὴ τοῦτο ἀναγκαῖον διελέσθαι, πῶς λέγεται δύναμις καὶ ἀδυναμία. εἰ μὲν γάρ, ὡς οἱ Στωικοὶ ἀποδιδόασιν, ἡ δύναμις ἐστὶν ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων, ὡς ἡ φρόνησις τοῦ τε φρονίμως περιπατεῖν καὶ τοῦ φρονίμως διαλέγεσθαι, ἔσονται κατὰ τὸν τοιοῦτον διορισμὸν καὶ αἱ νῦν λεγόμεναι ἀδυναμίαι δυνάμεις· καὶ γὰρ αἱ ἀτεχνίαι πλείονα διαπτώματα ἐπιφέρουσιν.

然而“出于自身的如此性”既不明确,且属于实体并不亚于属于性质,除非“如此之物”恰是性质的固有属性,正如“这个”更是实体的固有属性一样。而且,如果诸性质与由它们自身所生成的事物同属一种实体,因为它们自身也是具肉身形态的且同样是复合的,那么他们如何能说“有质者的生成依此得以成立”呢? 而普罗提诺则设定性质的共通之物为一种能力,拥有者依此而能够[行事]或者能够〔行事〕;因为这适用于所有四种性质。并且,尽管能力与能够通常有多重述谓,但他显然是将它们作单一意义使用的;因为这适用于各个范畴。然而必须注意这一点:我们的疑难是否兜了一圈又回到了原处。因为原本探求的是,若性质是多义地被言说的,是否就没有任何共通之物;但我们用能力代替性质,似乎并未取得更多进展。因为如果能力本身亦是同名异义地被言说的,那么正如难以找到性质的共通之物一样,要推论出能力所属的类究竟为何也同样不易。并且普罗提诺的说法或许亦属实:因为性质介于后得的偶性与天生的实体之间,正因如此它类似于能力,能力自身亦具有中间的本性。又因为它以某种方式分有了种形的实体,正因如此它依单一共通的定义而被表征;但既然它也共同参与了派生生成的范畴(正如处在某种位置与持有的范畴一样),正因如此它自身也如同能力一样获得了多义的言说。因为在能力上,多义被言说之物由于源于一者或朝向一者而被统摄,或者由于能力的减退是围绕同一事物而产生的,因而具有出于自身的共同并存之物。 然而,既然诸能力中有些是与实体及其相应现实活动一同存在的,有些则既非实体的补充部分,亦非犹如实体的部分,那么就应当将那些外加于实体之上的能力称为性质——只要它们不是种差,而是某种后得的能力。因此,人的理性是实体的补充部分和部分,它不会被称为性质,亦不会被称为依性质所设想的能力;然而拳击的能力(依此我们在拳击上拥有显著的条件)将是性质和能力,因为它既非人的一部分,亦非以其他方式对实体的补充,因为并非所有人都具备它。并且在理性之中,自然天生的并非有质者,而通过敏锐和机智后天生成的理性,作为后天修得者则是性质。因此,那些充实实体者并非性质,哪怕它们看似意指具质的实体;而那些从外部后天生成、意指关于灵魂和肉体的某种后天修得的状态、性向和形态者,这些才是性质;因为性质始终关涉基底,赋予实体性的东西以种形,属于基底而非属于其自身。但是,若我们不加界定地将外加于实体者称为性质,那么我们所说的性质不会多于以其他方式发生的偶性中的任何一种;但若我们加上那依附于实体、切近实体且执守实体者,我们便能最大程度地切中关于有质者的概念。因此,性质将是一种在实体之后向它们附加有质存在的、通过亲缘关系与它们相联结的能力,并且它丝毫不减地显露出在它们之后,因为它具有后生派生的特征。 “但是,如果能力是这般的,”普罗提诺说,“那么无能便不再是性质;而如果无能本身也是性质,性质的界定就不会适用于所有的性质。”对此,确有必要区分能力与无能是如何被言说的。因为,如果正如斯多亚学派所界定的那样,能力是引发多种偶性者(正如明智引发既明智地行走又明智地交谈),那么依此种界定,如今被称为无能者亦将是能力;因为缺乏技艺亦会带来更多的失误。

语法注2 条
  1. 5.2δύναται ἢ δύναται

    动词 δύναται 由连词 ἤ 连接构成的重复。虽然有学者怀疑此处传抄有误(应为 ἢ ἀδυνατεῖ 即“或者不能”),但依底本原文保留重复结构,可理解为“能够[行此事]或者能够[行彼事]”的泛指表述,或同义强调。各语言译文均如实保留了此种连词连接的重复结构。

  2. 5.2τὸ δὲ μετ’ αὐτὰς οὐδὲν ἧττον ἐμφαίνουσα

    由中性定冠词与介词短语构成的名词化结构 τὸ μετ’ αὐτάς(“在它们之后”)作阴性分词 ἐμφαίνουσα 的直接宾语,中间插入副词性宾格 οὐδὲν ἧττον(“丝毫不减”)。此句与前文的 συνημμένη 相对照,强调性质虽与实体亲近结合,却同样表明其处于实体之后的派生地位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:223.6-224.26