← 辛普里丘

亚里士多德《范畴篇》注释

§221.20-223.6

性质之共通性的认识困难与斯多亚学派定义

辛普利丘借助伊安布利柯的学说,阐明了探求具质料且可分之物的共同性时的认识困难,将性质界定为附加于实体的第二位定义以解释其四个种中的共通性,随后检视了斯多亚学派关于性质的定义及其在自立存在与非物体性上面临的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#2

τὸ δὲ αἴτιον φησὶν Ἰάμβλιχος τῆς περὶ τοῦτο δυσκολίας εἶναι, διότι ὅταν ἐνύλου καὶ μεριστοῦ πράγματος κοινότητα ζητῶμεν, τότε διὰ μὲν τὴν ἑτερότητα τῆς ὕλης καὶ τὴν διαίρεσιν τῶν καθ’ ἕκαστον ἐπὶ τὰς διωρισμένας ἰδιότητας φερόμεθα, ἐν αἷς ἐνυπάρχει τὸ κοινόν (οὐ γὰρ ἔχει καθ’ ἑαυτὸ ὑπόστασιν)· πάλιν δὲ αὖ διὰ τὴν τοῦ κοινοῦ ἐπίνοιαν, καθ’ ὅσον ἐστὶ καθόλου, χωρίζομεν τῶν ἐν μέρει αὐτὸ καὶ καθ’ αὑτὸ νοοῦμεν τὸ γένος. ὁμοῦ οὖν εἰς τἀναντία περιέλκεται ἡ ἐπίνοια καὶ ὧν ἔχεται, τούτων ἀφίστασθαι προσαναγκάζεται καὶ ἀφισταμένη ἀπ’ αὐτῶν οὐδὲν ἧττον μένει ἐν αὐτοῖς· οὐ γὰρ οἷόν τε χωρὶς τούτων εἶναι τὸ κοινὸν οὐδὲ ἐπινοεῖσθαι. διὰ δὴ τὴν αἰτίαν ταύτην δύσκολός ἐστιν ἥ τε νόησις αὐτοῦ καὶ ἡ ἐξήγησις· τό τε γὰρ κοινὸν διαφορεῖται καὶ ἡ διαφορὰ μετὰ τοῦ κοινοῦ ὑφέστηκεν καὶ οὐδέτερον ὑπάρχει τοῦ ἑτέρου χωρίς. ὁ μέντοι λόγος καὶ πρὸ τοῦ λόγου ἡ ἔννοια τὰς μὲν συμμίκτους ταύτας φύσεις δυσκόλως αἱρεῖ, τὰς δὲ πολὺ διεστώσας ἀλλήλων εὐκολώτερον καταμανθάνει, διότι καὶ τὴν κοινότητα ἰδίως αἱρεῖν προθυμεῖται καὶ τὴν διαφορὰν ἰδίως. κοινὸν δὴ οὖν ἔστω τῶν τεττάρων τούτων ἡ τὸν λόγον τῆς ποιότητος παρεχομένη,1 ἢ γὰρ μᾶλλον ἢ ἧττον, ἢ προσεχῶς ἢ πόρρωθεν, ἢ διόλου ἢ ἐπιπολῆς, ἢ πρὸς παρασκευὴν ἢ πρὸς τελείωσιν ἐγγινομένη· καὶ οὕτως ὁ λόγος εἷς ἂν καὶ κοινὸς γίνοιτο, ἡ δὲ μετουσία αὐτοῦ τετραχῇ διαιρεῖται. εἰ δὲ αὐτὸ τοῦτο ζητοῖμεν, τίς ὁ τῆς ποιότητος λόγος καὶ τίς ἡ διαφορὰ αὐτοῦ παρὰ τὸν τῆς οὐσίας λόγον (οὔπω γὰρ τοῦτο πρόδηλόν ἐστιν), λεγέσθω ὅτι δεύτερός ἐστιν λόγος ὁ τῆς ποιότητος ἐκ προηγουμένου τινὸς ὑφιστάμενος. ὁ γὰρ νοερὸς καὶ παραδειγματικὸς τῆς λευκότητος λόγος ἐκεῖ μὲν ποιότης οὐκ ἔστιν, ἀφ’ ἑαυτοῦ δὲ προάγει τὸν ἐν τῇ ὕλῃ ποιότητα γινόμενον· εἰ δὲ καὶ αὐτὸς λέγεται ποιότης, οὐδὲν θαυμαστόν, εἰ τοῖς αὐτοῖς ὀνόμασιν καλεῖται τὰ αἴτια καὶ ἐκεῖνα ὧν ἐστι τὰ αἴτια. κυρίως δὲ ποιότης ἐπονομάζεται, ὃ δεύτερον ἐπιγίνεται μετὰ τὸ εἶδος2 καὶ τῆς οὐσίας προυπαρχούσης συνυφίσταται ἐμφυόμενον ταῖς συνθέτοις φύσεσιν, καὶ τὰ μετέχοντα πάντα ἓν καὶ ταὐτὸν ἔχει ἐνυπάρχον τὴν παρουσίαν τοῦ τοιούτου λόγου. προσθήκη τοίνυν οὐσίας ἐστὶν ὁ τῆς ποιότητος λόγος καὶ ἀεὶ ὡς συμβεβηκὸς θεωρούμενος καὶ ἀπεστερημένος τῆς ὄντως οὐσίας καὶ ἔμφασις εἴδους καὶ εἰκὼν τοῦ προτέρου λόγου καὶ ὡς ἕτερος ἐφ’ ἑτέρῳ ἐπιγινόμενος οἷον ἐπίκτητός τις καὶ ἔξωθεν ἐφήκων εἰς τὰ μεταλαμβάνοντα. ὁ δὲ τοιοῦτος λόγος ὁ κατὰ τὴν ποιότητα κυρίως θεωρούμενος κοινός ἐστι τῶν μετεχόντων αὐτοῦ εἰδῶν. καὶ αὐτὰ δὲ τὰ γένη καθ’ ὅσον ἐστὶ γένη διέστηκεν ἀλλήλων· ὁ γὰρ τῆς οὐσίας λόγος ἕτερός ἐστιν καὶ ἄλλος ὁ τῆς ποιότητος. ὅ τε γενικὸς ἑκατέρου τούτων λόγος πάντῃ κεχώρισται. δεῖ τοίνυν τοὺς οἰκείους λόγους ἐφ’ ἑκάστης κατηγορίας κοινοὺς ποιεῖσθαι τῶν κατ’ εἴδη διεστηκότων, ὅσα τέ ἐστιν καὶ ὁποῖα. καὶ περὶ τοῦ εἴδους δὲ ὁ αὐτὸς ἔστω διορισμός· καθ’ ἕκαστον γὰρ τῶν δέκα γενῶν οἰκείως διώρισται τὸ εἶδος, ἀφ’ οὗ ἡ κατηγορία προσφόρως τε ἑκάστων προηγεῖται καὶ τὸ κοινὸν αὐτοῦ καθ’ ἑκάστην κατηγορίαν οἰκείως προσήκει περιλαμβάνειν, ὥστε καὶ ἐπὶ τῆς ποιότητος τῷ αὐτῷ χρησόμεθα διορισμῷ περὶ τῆς κατὰ τὸ εἶδος κοινῆς μετουσίας, ἥντινα καὶ ὡς γενικὴν προτάττειν χρὴ τῶν ἐν αὐτῇ πλειόνων εἰδῶν. Οἱ δὲ Στωικοὶ τὸ κοινὸν τῆς ποιότητος τὸ ἐπὶ τῶν σωμάτων λέγουσιν διαφορὰν εἶναι οὐσίας οὐκ ἀποδιαληπτὴν καθ’ ἑαυτήν, ἀλλ’ εἰς ἐννόημα καὶ ἰδιότητα ἀπολήγουσαν, οὔτε χρόνῳ οὔτε ἰσχύι εἰδοποιουμένην, ἀλλὰ τῇ ἐξ αὑτῆς τοιουτότητι, καθ’ ἣν ποιοῦ ὑφίσταται γένεσις. ἐν δὲ τούτοις εἰ μὴ οἷόν τε κατὰ τὸν ἐκείνων λόγον κοινὸν εἶναι σύμπτωμα σωμάτων καὶ ἀσωμάτων, οὐκέτι ἔσται ἓν γένος ἡ ποιότης, ἀλλ’ ἑτέρως μὲν ἐπὶ τῶν σωμάτων, ἑτέρως δὲ ἐπὶ τῶν ἀσωμάτων αὕτη ὑφέστηκεν καὶ ὑπ’ ἄλλα γένη διὰ τοῦτο ταχθήσεται. τούτου δὲ ἔτι ἀτοπώτερον λέγεται τὸ μὴ ἔχειν ὑπόστασιν τὰς ποιότητας,3 ἀλλ’ εἰς ἐννόημα αὐτὰς καταλήγειν, εἰ μὴ ἄρα οὐχ οὕτως ἐλέγοντο εἰς ἐννόημα καὶ ἰδιότητα ἀπολήγειν ὡς ἀνυποστάτου οὔσης τῆς ποιότητος, ἀλλ’ ὅτι οὐκ ἦν ἀποδιαληπτὴ καθ’ ἑαυτὴν ὥσπερ ἡ οὐσία, ἀλλ’ ἐννοίᾳ καὶ ἰδιότητι χωριζομένη.

伊安布利柯说,关于此事的困难的原因在于,当我们探求具质料且可分的事物的共同性时,一方面由于质料的相异性和个别事物的分化,我们被引向那些共同性内在其中的被限定的固有性质(因为共同性自身并不具有独立的实体性存在);另一方面又由于关于共同性的概念思量,只要它是普遍的,我们便将其从个别事物中分离出来并就其自身思考该类。因此,思想同时被拉向相反的方面:它被迫离开它所依附的事物,而在离开它们的同时又同样留存于它们之中;因为脱离了这些事物,共同性既不可能存在,也不可能被思量。确实由于这一原因,对它的领会和阐释都是困难的;因为共同性被分化,而属差与共同性共同持存,两者皆不能脱离另一方而存在。然而理性、以及理性之前的构想,难以把握这些混合的本性,却更容易领会那些彼此相距甚远的本性,因为它渴望专门把握共同性,也渴望专门把握属差。因此,且将这四者所共通的,定为提供性质之定义的[本性],它或以更多或更少的程度、或邻近或遥远、或贯通或表面、或朝向准备或朝向完满而生成;如此一来,定义便成为单一且共通的,而对它的分有则划分为四种方式。但如果我们探究这本身究竟是什么,即性质的定义是什么,以及它相对于实体的定义有何属差(因为这尚未显明),那么应当说明,性质的定义是出于某一在先者而持存的第二位定义。因为白色的理知与范型定义在彼处虽非性质,却出于自身引出在质料中成为性质者;即便它自身也被称为性质,若原因与原因所属之事以相同名称称呼,亦不足为奇。然而性质按本义所指称的,乃是在种形之后第二位产生、且在实体预先存在的前提下通过植入复合本性中而共同持存者,而所有分有者都将这种定义的显现作为单一且相同之物内在持有。因此,性质的定义是实体的附加,始终被视为偶性且被剥夺了真正实体,是种形的显现、在前定义的影像,并作为另一者依附于另一者之上,犹如某种后得之物从外部降临至分有者中。而这种按性质本义被考察的定义,对于分有它的诸种而言是共通的。且各范畴类本身只要作为类,亦彼此区分;因为实体的定义是一回事,性质的定义是另一回事。并且它们各自的类性定义是完全相隔的。因此,必须在每个范畴中使固有定义对于依种类而区分的事物(不论其有多少、是何种)成为共通的。且关于种形亦当有同样的界定;因为在十个类中的每一个,种形都被固有地界定,述谓恰当地自种形出发居于各事物之先,且在每个范畴中固有地包含其共同性是合宜的,以至于在性质上我们亦将就依种形的共同分有采用同一界定,并且必须将此分有作为类性的东西置于其内部的多数种之前。然而斯多亚学派认为,物体上性质的共通之物,乃是实体上不可就自身单独抽取的属差,它归结为概念和固有性,既不因时间亦不因强度而被赋予种形,而是通过出于自身的如此性(有质者的生成依此得以成立)被赋予种形。但在这些主张中,若按照他们的学说不可能有物体与无体物共通的偶性,那么性质将不再是一个单一的类,而是在物体上以一种方式、在无体物上以另一种方式持存,并因此被归入不同的类之下。且比这更为荒谬的是说诸性质没有自立存在,而是归结为概念——除非他们说归结为概念与固有性并非意味着性质是非自立的,而是因为它不像实体那样可就自身单独抽取,而是凭概念与固有性被分离。

语法注3 条
  1. 5.2κοινὸν δὴ οὖν ἔστω τῶν τεττάρων τούτων ἡ τὸν λόγον τῆς ποιότητος παρεχομένη

    作为主语的带冠词阴性单数分词短语 ἡ ... παρεχομένη 省略了名词(如 φύσις 或 αἰτία),意为“提供性质之定义/理则的[本性/原因]”。表语 κοινὸν τῶν τεττάρων τούτων 置于句首以示强调。

  2. 5.2κυρίως δὲ ποιότης ἐπονομάζεται, ὃ δεύτερον ἐπιγίνεται μετὰ τὸ εἶδος

    由关系代词 ὃ 引导的从句(ὃ δεύτερον ἐπιγίνεται...)作为名词性从句充当被动动词 ἐπονομάζεται 的语法主语,指明按本义被称为性质者究竟为何。

  3. 5.2τούτου δὲ ἔτι ἀτοπώτερον λέγεται τὸ μὴ ἔχειν ὑπόστασιν τὰς ποιότητας

    中性单数比较级 ἀτοπώτερον 作表语,τούτου(“比这”)为比较属格。带冠词的不定式短语 τὸ μὴ ἔχειν ὑπόστασιν τὰς ποιότητας 充当主语,意为“诸性质不具有自立存在这件事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:221.20-223.6